Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
[ἁμαρτία] τοῦ τὰ φαῦλα δρῶντος ἁμαρτωλοῦ, οὐκ ἀνευρεθείη δι' αὐτὴν, τουτέστι δικαίως ἀφανισθήσεται. Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. (A f. 73.) Ἐν γὰρ τῇ βασιλείᾳ αὐτοῦ βληθήσονται εἰς τὸ πῦρ τὸ αἰώνιον. Ἔθνη δὲ λέγει τοὺς ἀκαθάρ τους δαίμονας, ἀλλ' οὐκ ἀνθρώπους οὓς ἦν ἐλπὶς σωθήσεσθαι διὰ Χριστοῦ δικαιωθέντας ἐν πίστει. Πῶς ἂν ηὔξατο δραμεῖν εἰς ἀπώλειαν καὶ ἔθνη τὰ ἄπιστα; Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος. (A f. 73.) Αὕτη ἦν αὐτῶν ἡ ἐπιθυμία, τὸ τῶν μελ λόντων ἀξιωθῆναι ἀγαθῶν· εἰς τοῦτο γὰρ ἑτοιμαζό μενοι, πάντα ὑπομένειν τὴν καρδίαν ηὐτρέπιζον. Ἀλλ' ἴσως ἐρεῖ τις· Καὶ ποία τις ἦν ἐπιθυμία τοι αύτη παρὰ τοῖς ἔτι πλανωμένοις; Φαμὲν οὖν ὅτι συντριβέντος τοῦ βραχίονος τοῦ πονηροῦ, καὶ οὐκ ἐνεργοῦντος ἐν αὐτοῖς καθὰ καὶ πάλαι τὸ ἐν ἀγνοίᾳ κεῖσθαι Θεοῦ, κέκληνται τὰ ἔθνη πρὸς ἐπιθυμίαν τῆς διὰ Χριστοῦ σωτηρίας καὶ τοῦ εἰδέναι τὴν ἀλή θειαν, καὶ ἑτοιμοτάτην ἔσχον τὴν καρδίαν εἰς τὸ πιστεύειν εἰς αὐτόν. Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν. (A f. 73.) Κατὰ δὲ ἀναγωγὴν, πτωχὸς καὶ ταπει νὸς οἱ οὔπω πιστεύσαντες. Τούτοις εὔχεται γενέσθαι κριτὴν τὸν Χριστὸν, καταδικάζοντα μὲν τὸν Σατα νᾶν, δικαιοῦντα δὲ τοὺς ἠπατημένους. Τούτου γὰρ γεγονότος, οὐκ ἂν ἔτι μεγαλαυχήσειεν ἄνθρωπος 69.78 ἐπὶ τῆς γῆς, ἢ αὐτὸς ὁ Σατανᾶς ἄνθρωπος κληθεὶς, διὰ τὴν ἐνοῦσαν αὐτῷ ἀσθένειαν· οὐδεὶς γάρ ἐστι παντελῶς ὡς πρός γε τὴν θείαν ἰσχὺν, ἢ ἁπλῶς πᾶς ἄνθρωπος τῆς τοῦ διαβόλου σκαιότητος ὑπουργὸς καὶ τῶν αὐτοῦ θελημάτων ὅργανον. Ὁ γὰρ τοιοῦτος, οὐκ ἔτι μέγα φρονήσει περιγινόμενος τῶν ἀσθενεστέρων. ∆ῴη δὲ καὶ ἡμῖν ὁ Θεὸς νικῆσαι τὸν ἐν κρυφίοις ἐνεδρεύοντα καθ' ἡμῶν θῆρα, ὥστε μηκέτι τοῦ ἐχθροῦ τὸ καθ' ἡμῶν περιλειφθῆναι καύχημα.
ΨΑΛΜΟΣ Ιʹ.
Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου; κ.τ.λ. (A f. 73 b, B f. 42, C f.
21.) Ὁ μὲν οὖν σκοπὸς τοῦ Ψάλλοντος ἐναργής· πεποιθέναι γάρ φησιν ἐπὶ τῷ Κυρίῳ. Ὁ δὲ ἐπιφερόμενος στίχος διαφόρους ἡμῖν ἐννοίας εἰσκομίζει. Τίκτει γὰρ ὑπόνοιαν, ὅτι προσδιαλέγεταί τισι, καὶ οἷον ἐπιπλήττει λέγουσιν αὐτῷ· "Μεταναστεύου ἐπὶ τὰ ὄρη." ∆ιὰ τί γάρ μοι, φησὶν, ἐπὶ τῷ Θεῷ πεποιθότι, στρουθίῳ παρεικάζε σθαι συμβουλεύετε, καὶ ἐν ὄρεσιν ἀναπτῆναι τοῖς ὑψηλοτάτοις; Ἔδει τοίνυν, φησὶν, ἐπὶ τῷ Κυρίῳ με πεποιθότα, μὴ μᾶλλον ἀκούειν "Μεταναστεύου ἐπὶ τὰ ὄρη," ἀλλ' ἐπαινεῖσθαι τῆς γνώμης, καὶ ὡς τῶν ἀρίστων βουλευμάτων ἐπιδραξάμενον, εὖ μάλα κατα θαυμάζεσθαι. Μία μὲν οὖν αὕτη διάνοια· ἑτέρα δέ· Πειρασμοῦ γὰρ ἐπικειμένου καὶ πολέμου κινεῖσθαι μέλλοντος, ἢ νοητοῦ τυχὸν ἢ αἰσθητοῦ, πῶς ἡμᾶς χρὴ διακεῖσθαι, μετασχηματίσας ἐφ' ἑαυτῷ τὸν λό γον, πειρᾶται διδάσκειν, καί φησιν· "Ἐπὶ τῷ Κυ ρίῳ πέποιθα." Μέχρι τούτου στήσας τὸν λόγον, τοῖς εἰωθόσι παρακαλεῖν τοὺς ἐν περιστάσει, ἐπιφθέγγε ται· "Πῶς ἐρεῖτε τῇ ψυχῇ μου;" τουτέστι, Τίνα ἐστὶν ἄπερ ἂν εἰσηγησαμένους ὑμᾶς ἐπαινέσαι δικαίως, Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ταῦτά μοι παρ' ὑμῶν λεγέσθω, φησί. Τοὺς γὰρ ἐπὶ τῷ Θεῷ πεποιθότας, νοητῶς ἀναπτῆναι προσήκει καὶ ἁγίοις ὄρεσιν ἐμφιλοχωρεῖν, τουτέστι τὰς τῶν ἁγίων ἐκεί νων κατασκέπτεσθαι πολιτείας, καὶ τοὺς τῆς εὐδο κιμήσεως περιεργάζεσθαι τρόπους, οὕτω τε κατ' ἴχνος ἰέναι τῆς ἐκείνων ἀγωγῆς. Ὄρη δὲ ἅγιά φα μεν εἶναι τοὺς ἁγίους προφήτας καὶ δικαίους. Εἴ τις οὖν ἀναπτὰς οἷάπερ στρουθίον τούτοις τοῖς νοητοῖς ὄρεσιν ἐνιζήσειεν, ὄψεται πάντως λαμπροὺς γεγονό τας, οὐ διὰ τὴν ἐνοῦσαν αὐτοῖς ἰσχὺν, ἀλλ' ὅτι πε ποιθότες ἦσαν ἐπὶ τῷ Κυρίῳ. Καὶ καθ' ἕτερον δὲ τρόπον τοὺς ἐπὶ τῷ Κυρίῳ πεποιθότας ὡς στρουθίον ἀνίπτασθαι δεῖ ἐπὶ τὰ ὄρη. Ὄρη δὲ εἶναί φαμεν τὰς ἀρετὰς, οὐδὲν ἐχούσας χαμαιριφές· ἐν οἷς ὄρεσι