ΤΩι ΣΥΜΠΡEΣΒΥΤEΡΩι ΤIΜOΘEΩι ∆IOΝΥΣIOΣ O ΠΡEΣΒΥΤEΡOΣ

 ὡς οἷόν τε εἰπεῖν πειράσομαι, τὴν πασῶν ἱεραρχιῶν ἀρχήν τε καὶ τελείωσιν Ἰησοῦν ἐπικαλεσάμενος. <3> Ἔστι μὲν ἱεραρχία πᾶσα κατὰ τὸ σεπτὸν τῆς ἡμῶν ἱερ

 γὰρ αὐτῶν εὐαγές), ὡς ἁπάσης μὲν ὑπερκειμένης ἱεραρχικῆς ἱερολογίας οὐ μεταδώσεις ἑτέρῳ παρὰ τοὺς ὁμοταγεῖς σοι θεοειδεῖς ἱεροτελεστὰς αὐτούς τε πείσε

 σωτηρίας, εὐχαριστίᾳ δὲ τῆς θείας ἀγαθότητος εἰς τὸν ἱερὸν χῶρον συναγαγὼν ἐν ἀρχῇ μὲν ὕμνον τινὰ τοῖς λογίοις ἐγκείμενον ἅμα πᾶσι τοῖς τῆς ἐκκλησίας

 ἀποκάθαρσιν ὁλικῶς τῷ σώματι καθαιρομένῳ φυσικῶς δι' ὕδατος αἰνισσομένη. <2> Ἀλλ' ἔστω μὲν αὕτη τοῖς ἀτελέσιν εἰσαγωγικὴ ψυχαγωγία τά τε ἱεραρχικὰ καὶ

 παράδοσις ἱερῶς αἰνισσομένη τὸν προσιόντα τὴν οἷον προτέραν ζωὴν ἀπεκδύσασα καὶ μέχρι τῶν κατ' ἐκείνην ἐσχάτων σχέσεων ἀπολύσασα γυμνὸν καὶ ἀνυπόδετον

 <III.> Ἀλλ' εὖγε ὅτι ταύτης ἐμνήσθημεν, ἣν οὐ θεμιτὸν ἐμοὶ παραδραμόντι τῶν ἱεραρχικῶν τι πρὸ ταύτης ἕτερον ὑμνῆσαι· καὶ γὰρ ἔστι κατὰ τὸν κλεινὸν ἡμῶ

 ἱεραρχικῶς ἐν καθαρότητι τῆς θεοειδοῦς ἕξεως ἀναγομένου. Θεωρία. <1> ∆εῦρο δὴ οὖν, ὦ παῖ καλέ, μετὰ τὰς εἰκόνας ἐν τάξει καὶ ἱερῶς ἐπὶ τὴν θεοειδῆ τῶν

 πολιτείας καὶ ἱερὰς διδασκαλίας ἢ τὴν κρυφίαν καὶ μυστικὴν ἐποψίαν τοῦ τῶν μαθητῶν ἀγαπητοῦ καὶ θεσπεσίου ἢ τὴν ὑπερκόσμιον Ἰησοῦ θεολογίαν τοῖς πρὸς

 ἔτι δὲ ταῖς ἐναντίαις ἢ θέλξεσιν ἢ ταραχαῖς ἐνησχημένον. Ἀλλὰ καὶ πρὸς αὐτοὺς ἡ τῶν πανιέρων θέα καὶ κοινωνία συστέλλεται, καὶ μάλα γε εἰκότως. Eἰ γάρ

 συνάγεσθαι καὶ τῆς τοῦ ἑνὸς μετέχειν εἰρηναίας ἑνώσεως τοὺς πρὸς ἑαυτοὺς διῃρημένους. Eἰ γὰρ ὑπὸ τῆς τοῦ ἑνὸς θεωρίας καὶ γνώσεως ἐλλαμπόμενοι πρὸς τὴ

 πολυπαθεστάτην ἀλλοίωσιν. Πλανωμένη δὲ καὶ τῆς εὐθείας ὁδοῦ τῆς ἐπὶ τὸν ὄντως ὄντα θεὸν ἐκτετραμμένη καὶ ταῖς ὀλεθρίαις καὶ κακεργέτισιν ὑποταττομένη

 ἐξ ἡμῶν εἰδοποιούμενον καὶ πρὸς τὸ μεριστὸν ἡμῶν ἀναλλοιώτως ἐκ τοῦ κατὰ φύσιν ἑνὸς προϊόντα καὶ διὰ τῆς ἀγαθουργοῦ ταύτης φιλανθρωπίας εἰς μετουσίαν

 ἐπὶ δόξῃ κενῇ τὰς κατ' ἀρετὴν τοῦ κρυφίου θεοῦ καλὰς καὶ εὐώδεις ἀφομοιώσεις. Ἄχραντοι γάρ εἰσιν αἱ τοῦ θεοῦ κρυφίαι καὶ ὑπὲρ νοῦν εὐώδεις εὐπρέπειαι

 ἐναντίας πτοίας δραστήριον οὐκ ἔχοντες μόνον ἀλλὰ καὶ δωρούμενοι, τοῖς δὲ εἰς νοῦν ἱερὸν ἐκ τῶν χειρόνων μεταφοιτήσασιν ἕξιν ἱερὰν ἐντίθενται πρὸς τὸ

 τῶν θείων ἀγαθῶν νοήσεως· τὴν δὲ τῶν πτερῶν ὡς τὰ λόγιά φησιν ἑξαπλῆν θέσιν οὐκ ἀριθμὸν ἱερὸν ἐμφαίνειν οἴομαι κατὰ τὸ δόξαν ἑτέροις, ἀλλ' ὅτι τῆς περ

 θυσιαστήριον Ἰησοῦς, ἡ θεαρχικὴ τῶν θείων νοῶν ἀφιέρωσις, ἐν ᾧ, κατὰ τὸ λόγιον, ἀφιερούμενοι καὶ μυστικῶς ὁλοκαυτούμενοι τὴν προσαγωγὴν ἔχομεν, ὑπερκο

 Τὴν τελεωτέραν δὲ μύησιν ἡ θεολογία τὴν καθ' ἡμᾶς ἱεραρχίαν φησὶν ἀποπλήρωσιν αὐτὴν ἐκείνης ἀποκαλοῦσα καὶ ἱερὰν λῆξιν. Ἔστι δὲ καὶ οὐρανία καὶ νομικὴ

 Eἰ γὰρ καὶ πρὸς τῶν ἱερέων τελοῦνταί τινα τῶν σεβασμίων συμβόλων, ἀλλ' οὔποτε τὴν ἱερὰν θεογενεσίαν ὁ ἱερεὺς ἐνεργήσει τοῦ θειοτάτου μύρου χωρὶς οὐδὲ

 Μυστήριον ἱερατικῶν τελειώσεων. Ὁ μὲν ἱεράρχης ἐπὶ τὴν ἱεραρχικὴν τελείωσιν προσαγόμενος ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφ

 πνεῦμα τὴν τελεταρχικὴν ἀνατίθησιν ἱεραρχικῶς τελεσιουργίαν παραγγέλλων τοῖς μαθηταῖς, ὡς τὰ λόγιά φησιν· «Ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμέν

 <VI.> <1> Aὗται μὲν αἱ ἱερατικαὶ τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνέργειαι καὶ τελειώσεις. Τὴν δὲ ὑπ' αὐτὰς τριάδα τῶν τελουμένων τάξ

 μυστηρίων. Θεωρία. <1> Τὸ μηδένα τοῖν ποδοῖν κλίνειν μηδ' ἐπὶ κεφαλῆς ἔχειν τὰ θεοπαράδοτα λόγια, παρεστάναι δὲ τῷ ἱερεῖ τὴν ἐπίκλησιν ἱερολογοῦντι δη

 πληθύων ἐφέρετο πτῶσιν. Ἀλλ' ἔστιν εἰπεῖν ἱερῶς ἐπὶ τῆς οὐρανίας ἱεραρχίας, ὅτι κάθαρσίς ἐστι ταῖς ὑφειμέναις οὐσίαις ἡ παρὰ θεοῦ τῶν τέως ἀγνοουμένων

 τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονὰς ἑτέροις ὀφθαλμοῖς ἐπισκοπήσαντες καὶ τὴν ἱερὰν ζωὴν ἧς ἀνοήτως ἐκπεπτώκασιν, μακαρίσαντες ἐλεεινῶς καὶ ἀβουλ

 μόνοι δὲ τῶν ἱερῶν ἐκβάλλονται χώρων οἱ κατηχούμενοι. Καὶ γὰρ αὕτη μὲν ἀμύητός ἐστι καθόλου πάσης ἱερᾶς τελετῆς καὶ πρὸς οὐδὲν οὐ μικρὸν οὐ μέγα τῶν ἱ

 καὶ πρὸς μετοχὴν αὐτῶν ἕξιν ἱερὰν ἔχων ὡς τῆς οἰκείας ἐπιγνώμων βραχύτητος ἐλθὼν ἐπί τινα τῶν ὁσίων ἀνδρῶν ἀξιώσειεν αὐτὸν οἱ γενέσθαι συλλήπτορα καὶ

 προσεκτέον ὡς ὑπὸ θεοῦ κεκινημένοις. «Ὁ ἀθετῶν» γὰρ «ὑμᾶς» φησιν «ἐμὲ ἀθετεῖ.» <8> Ἀλλ' ἐπανέλθωμεν εἰς τὰ τῆς εἰρημένης εὐχῆς ἀκόλουθα. Τελέσας γὰρ α

 θείῳ πατρὶ καὶ σωτηρίας ἱερᾶς ἀναδόχῳ. Τοῦτον οὖν ὁ ἱεράρχης ὁμολογοῦντα κατὰ τὴν ἱερὰν ἀνάγειν τὸν παῖδα ζωὴν ἀπαιτεῖ τὰς ἀποταγὰς ὁμολογῆσαι καὶ τὰς

πληθύων ἐφέρετο πτῶσιν. Ἀλλ' ἔστιν εἰπεῖν ἱερῶς ἐπὶ τῆς οὐρανίας ἱεραρχίας, ὅτι κάθαρσίς ἐστι ταῖς ὑφειμέναις οὐσίαις ἡ παρὰ θεοῦ τῶν τέως ἀγνοουμένων ἔλλαμψις ἐπὶ τελεωτέραν αὐτὰς ἐπιστήμην ἄγουσα τῶν θεαρχικῶν γνώσεων καὶ τῆς ἀγνοίας, ὧν οὔπω τὴν ἐπιστήμην εἶχον, ἀποκαθαίρουσα διὰ τῶν πρώτων καὶ θειοτέρων οὐσιῶν ἀναγομένας εἰς τὰς ὑπερτέρας τῶν θεοπτιῶν καὶ φανοτέρας μαρμαρυγάς. Oὕτω καὶ φωτιζόμεναι τάξεις εἰσὶ καὶ τελούμεναι καὶ καθαρτικαὶ καὶ φωτιστικαὶ καὶ τελεστικαὶ κατὰ τὴν οὐρανίαν ἱεραρχίαν ὡς τῶν ὑπερτάτων καὶ θειοτέρων οὐσιῶν τὰς ὑφειμένας ἱερὰς καὶ οὐρανίας διακοσμήσεις ἀγνοίας μὲν ἁπάσης ἀποκαθαιρουσῶν ἐν τάξεσι καὶ ἀναλογίαις τῶν οὐρανιῶν ἱεραρχιῶν, πληρουσῶν δὲ αὐτὰς τῶν θειοτάτων ἐλλάμψεων καὶ τελειουσῶν ἐν τῇ παναγεστάτῃ τῶν θεαρχικῶν νοήσεων ἐπιστήμῃ. Καὶ γὰρ ἤδη πρὸς ἡμῶν εἴρηται καὶ τοῖς λογίοις θειωδῶς διηγόρευται τὸ μὴ ταὐτὰς εἶναι πάσας τὰς οὐρανίας διακοσμήσεις ἐν πάσαις ταῖς ἱεραῖς τῶν θεοπτικῶν ἐλλάμψεων ἐπιστήμαις, ἀλλ' ἐκ θεοῦ μὲν ἀμέσως τὰς πρώτας, δι' ἐκείνων δὲ πάλιν ἐκ θεοῦ τὰς ὑφειμένας ἀναλόγως αὐταῖς ἐλλάμπεσθαι τὰς φανοτάτας τῆς θεαρχικῆς ἀκτῖνος αὐγάς. <VII.> <1> Τούτων δὲ διωρισμένων ἀναγκαῖον εἰπεῖν ὡς οἶμαι καὶ τὰ πρὸς ἡμῶν ἱερῶς ἐπὶ τῶν κεκοιμημένων τελούμενα. Καὶ γὰρ οὐδὲ τοῦτο κοινόν ἐστι τοῖς ἱεροῖς τε καὶ ἀνιέροις, ἀλλ' ὥσπερ ἀλλοῖον εἶδός ἐστι τῆς ἑκατέρων ζωῆς, οὕτω καὶ πρὸς θάνατον ἰόντες οἱ μὲν ἱερὰν ἐσχηκότες ζωὴν εἰς τὰς ἀληθεῖς ἐπαγγελίας τῆς θεαρχίας ἀποσκοποῦντες ὡς τὴν ἀλήθειαν αὐτῶν ἐν τῇ κατ' αὐτὴν ἀναστάσει τεθεαμένοι μετὰ βεβαίας καὶ ἀληθοῦς ἐλπίδος ἐν εὐφροσύνῃ θείᾳ πρὸς τὸ τοῦ θανάτου πέρας ἴασιν ὡς ἐπὶ τέλος ἱερῶν ἀγώνων ἐν παντελεῖ καὶ ἀτελευτήτῳ ζωῇ καὶ σωτηρίᾳ τὰ κατ' αὐτοὺς ἔσεσθαι πάντως εἰδότες διὰ τῆς ἐσομένης αὐτῶν ὁλικῆς ἀναστάσεως. Aἱ μὲν γὰρ ἱεραὶ ψυχαὶ πρὸς τὴν ἐπὶ τὰ χείρω κατὰ τὸν τῇδε βίον δυνάμεναι καταπίπτειν τροπὴν ἐν τῇ παλιγγενεσίᾳ τὴν ἐπὶ τὸ ἄτρεπτον ἕξουσι θεοειδεστάτην μετάταξιν. Τὰ δὲ καθαρὰ τῶν ἱερῶν ψυχῶν ὁμόζυγα καὶ ὁμοπόρευτα σώματα συναπογραφέντα καὶ συναθλήσαντα κατὰ τοὺς θείους αὐτῶν ἱδρῶτας ἐν τῇ τῶν ψυχῶν ἀτρέπτῳ κατὰ τὴν θείαν ζωὴν ἱδρύσει συναπολήψεται τὴν οἰκείαν ἀνάστασιν. Ἑνωθέντα γὰρ αἷς ἥνωντο κατὰ τὸν τῇδε βίον ἱεραῖς ψυχαῖς, ὡς μέλη Χριστοῦ γεγονότα τὴν θεοειδῆ καὶ ἄφθαρτον ἀθάνατόν τε καὶ μακαρίαν ἀπολήψεται λῆξιν. Ἐν τούτοις μὲν οὖν ἡ τῶν ἱερῶν ἐστι κοίμησις ἐν εὐφροσύνῃ καὶ ἀσαλεύτοις ἐλπίσιν εἰς τὸ τῶν θείων ἀγώνων ἀφικνουμένη πέρας. <2> Τῶν δὲ ἀνιέρων οἱ μὲν εἰς ἀνυπαρξίαν ἀλόγως οἴονται χωρεῖν, οἱ δὲ τὴν σωματικὴν εἰσάπαξ ἀπορρήγνυσθαι τῶν οἰκείων ψυχῶν συζυγίαν ὡς ἀνάρμοστον αὐταῖς ἐν θεοειδεῖ ζωῇ καὶ μακαρίαις λήξεσιν οὐκ ἐννοήσαντες οὐδὲ ἱκανῶς ἐν ἐπιστήμῃ θείᾳ μυηθέντες ἀρχθεῖσαν ἤδη τὴν καθ' ἡμᾶς ἐν Χριστῷ θεοειδεστάτην ζωήν. Ἄλλοι δὲ σωμάτων ἄλλων ἀπονέμουσι ταῖς ψυχαῖς συζυγίας ἀδικοῦντες τὸ ἐπ' αὐτοῖς ὡς οἶμαι τὰ συμπονήσαντα ταῖς θείαις ψυχαῖς καὶ τῶν ἱερῶν ἀντιδόσεων οὐκ εὐαγῶς ἀποστεροῦντες τὰ πρὸς τὸ πέρας ἐλθόντα τῶν θειοτάτων δρόμων. Ἄλλοι δὲ οὐκ οἶδ' ὅπως ἐπὶ προσύλους ἐννοίας ἀποκλιθέντες εἰρήκασιν ὁμοειδῆ τοῦ τῇδε βίου τὴν τοῖς ὁσίοις ἐπηγγελμένην ἁγιωτάτην καὶ μακαριστὴν λῆξιν καὶ τροφὰς οἰκείας ἀλλοιωτῷ βίῳ τοῖς ἰσαγγέλοις ἀθεμίτως ἀπέρριψαν. Ἀλλ' οὐκ ἀποπεσεῖταί τίς ποτε τῶν ἱερωτάτων ἀνδρῶν εἰς τὰς τοιάσδε πλανήσεις, ἀλλ' ὅλους αὐτοὺς ἀπολήψεσθαι τὴν Χριστοειδῆ λῆξιν εἰδότες, ὅταν ἐπὶ τὸ πέρας ἔλθωσι τοῦ τῇδε βίου, τὴν εἰς ἀφθαρσίαν αὐτῶν ὁδὸν ὡς ἐγγυτέραν ἤδη γεγενημένην ἐμφανέστερον ὁρῶσι καὶ τὰς δωρεὰς τῆς θεαρχίας ὑμνοῦσι καὶ θείας ἡδονῆς ἀποπληροῦνται τὴν ἐπὶ τὰ χείρω τροπὴν οὐκέτι δεδοικότες, ἀλλ' εὖ εἰδότες, ὅτι τὰ κτηθέντα καλὰ βεβαίως καὶ αἰωνίως ἕξουσιν. Oἱ δὲ μολυσμῶν ἀνάπλεοι καὶ ἀνιέρων κηλίδων, εἴπερ ἱερᾶς τινος τετυχήκασι μυήσεως αὐτοὶ δὲ ταύτην ἐκ τοῦ οἰκείου νοὸς ὀλεθρίως ἀπορραπίσαντες ἐπὶ τὰς φθοροποιοὺς ηὐτομόλησαν ἐπιθυμίας, ὅταν ἐπὶ τὸ τέλος ἔρχωνται τῆς ἐνθάδε ζωῆς, οὐκέτι ὁμοίως αὐτοῖς εὐκαταφρόνητος φανεῖται τῶν λογίων ἡ θεία θεσμοθεσία,