24
θρόνος αὐτοῦ ἀνωρθωμένος ἕως αἰῶνος. Καὶ ταῦτα, ὅμοια ὄντα τοῖς ἐκ τῆς δευτέρας τῶν Βασιλειῶν προεκτεθείσης, σημειωσά 62 μενοι, διὰ τὸ μὴ πολλὴν εἶναι τὴν τούτων πρὸς ἐκεῖνα παραλλαγὴν ἀρκεσθησόμεθα τοῖς εἰς ἐκεῖνα εἰρημένοις. Ψ. Ἐκ τῆς βʹ τῶν Παραλειπομένων. Κ∆ʹ. Καὶ νῦν Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ ∆αυὶδ, ὅτι ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι. Καὶ εἰς ταῦτα εἰρηκότες ἅπαξ ὅτε τὰ ἐκ τῆς γʹ τῶν Βασιλειῶν ἐξεθέμεθα, νῦν οὐ δευτερώσομεν. Ψ. Ἐκ τοῦ Ἔζρα. Ὁ Ζοροβάβελ ἐν τῆι δημηγορίαιταῦτα φησίν. ΚΕʹ. Ἄνδρες οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες μεγάλη ἡ γῆ καὶ ὑψηλὸς ὁ οὐρανός· καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος· ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν ἡμέρᾳ μιᾷ· οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ· καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυρὰ παρὰ πάντα· πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ· καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει· καὶ οὐκ ἔστι μετ' αὐτοῦ οὐδ' ἓν ἄδικον· ἄδικος ὁ οἶνος· ἄδικος ὁ βασιλεύς· ἄδικοι αἱ γυναῖκες· ἄδικοι οἱ υἱοὶ τῶν ἀνθρώπων· καὶ ἄδικα τὰ ἔργα αὐτῶν πάντα τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια· καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται· καὶ ἡ ἀλήθεια μένει εἰς τὸν αἰῶνα, καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ οὐκ ἔστι παρ' αὐτῇ λαβεῖν πρόσωπα οὐδὲ διαφορά· ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ 63 πάντων τῶν ἀδίκων καὶ πονηρῶν· ἀπέχεται καὶ τοῖς εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς· καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον· καὶ αὐτῆς ἡ ἰσχὺς καὶ τὸ βασίλειον· καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης πάντων τῶν αἰώνων· εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας. Ἐπεὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, Λόγος ὢν τοῦ Θεοῦ φησὶ φέρεται εἰρηκὼς, Ἐγώ εἰμι ἡ ἀλήθεια, εἰκότως τὰ προκείμενα παρατεθείμεθα περὶ τῆς ἀληθείας δηλοῦντα, ὡς ἄρα ὑπόστασίν τινα παρὰ τὸν Πατέρα καθ' ἑαυτὴν ἔχει· Μένει γὰρ, φησὶν, ἡ ἀλήθεια, καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ· καὶ οὐκ ἔστι παρ' αὐτῇ λαβεῖν πρόσωπα, καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει περὶ τοῦ Πατρὸς Θεοῦ τυγχάνοντος καὶ αὐτοῦ τοῦ Θεοῦ Λόγου καὶ τῆς ἀληθείας, εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας, ᾧ καὶ αὐτοὶ προσθήσομεν τὸ ἀμήν. Ἀλλὰ γὰρ ταῦτα καὶ ἀπὸ τῆς τοῦ Ἔζρα γραφῆς· ἀπό γε μὴν τῆς Ἐσθὴρ οὐδ' ἓν εὕρομεν περὶ τοῦ προκειμένου· μετὰ δή τοι τὰς ἀπὸ τῶν ἱστορικῶν γραφῶν ἐκλογὰς μετίωμεν ἐπὶ τὰ στιχήρη, ὅτι δὴ ταῦτα τοῖς χρόνοις τῶν λοιπῶν προφητειῶν ἡγεῖται· τούτων δὲ πρῶτα ἴδωμεν τὰ ἀπὸ τῶν Ψαλμῶν. 64 Ψ. Τάδε ἔνεστιν κεφάλαια ἐν τῶι βʹ τῶν περὶ τοῦ Χριστοῦ προφητικῶν ἐκλογῶν. Ἀπὸ τῶν Ψαλμῶν. αʹ. Πρώτου Ψαλμοῦ περὶ τοῦ ἀνεπιλήπτου βίου τοῦ Χριστοῦ· καὶ περὶ τῆς ἐπ' ἄκρον ἀρετῆς πολιτείας αὐτοῦ. βʹ. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τῆς οὐρανίου βασιλείας αὐτοῦ, καὶ τῆς πρὸς αὐτὸν περὶ τῶν ἐθνῶν τοῦ Πατρὸς ἐπαγγελίας. γʹ. Περὶ τοῦ πάθους καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Χριστοῦ. δʹ. Περὶ τῆς δι' αὐτοῦ πᾶσιν ἀνθρώποις ἐπισπαρείσης θεογνω σίας. εʹ. Περὶ τοῦ θανάτου τοῦ Χριστοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀνα στάσεως αὐτοῦ, καὶ ὡς τῶν ἐθνῶν νομοθέτης ἀνείρηται. ʹ. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἀνθρώ πων σωτηρίας. ζʹ. Περὶ τοῦ ἀνεπιλήπτου βίου τοῦ Χριστοῦ. ηʹ. Περὶ τῆς ἐξ οὐρανῶν καθόδου τοῦ Χριστοῦ, καὶ τῆς ἐπὶ τὰ ἔθνη καὶ τὸν ἀγνῶτα λαὸν καταστάσεως αὐτοῦ, τῆς τε τῶν Ἰουδαίων ἀντιλογίας. θʹ. Περὶ τοῦ τῶν ἀποστόλων εἰς πᾶσαν τὴν οἰκουμένην κη ρύγματος, καὶ περὶ τοῦ Χριστοῦ ὡς περὶ νυμφίου. ιʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως. ιαʹ. Περὶ τοῦ Χριστοῦ πάλιν ὡς περὶ βασιλέως. ιβʹ. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ, καὶ περὶ τῶν ἀποστόλων αὐτοῦ, καὶ τῆς τῶν ἐθνῶν εἰς τὸν Θεὸν ἐπιστροφῆς, καὶ περὶ γενεᾶς ἑτέρας καὶ λαοῦ ἥξοντος. ιγʹ. Περὶ τῆς εἰς οὐρανοὺς ἀναλήψεως αὐτοῦ. ιδʹ. Περὶ τοῦ Χριστοῦ καὶ τῆς ἀναστάσεως αὐτοῦ. 65 ιεʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀγαπητοῦ, καὶ τῆς συντριβῆς τοῦ προτέρου λαοῦ, καὶ τῆς Ἱερουσαλήμ. ιʹ. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. ιζʹ. Περὶ τῶν κατὰ