1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

24

Τοιαύτη μὲν οὖν ἡ Φοινίκων θεολογία. ὥρα δὲ μεταβάντας καὶ τὰ Αἰγυπτίων ἐπιθεωρῆσαι, εἰς τὸ κατανοῆσαι ἀκριβῶς καὶ συνιδεῖν ἐξητασμέ νως, εἰ μὴ κεκριμένη καὶ εὔλογος συνέστηκεν ἡμῖν ἡ ἐξ αὐτῶν ἀναχώρησις οὐδ' ἄλλως ἢ διὰ μόνης τῆς εὐαγγελικῆς ἀποδείξεως, πρώτιστα πάντων αὐτοῖς Αἰγυπτίοις, εἶτα δὲ καὶ τοῖς τὰ ἴσα φρονοῦσιν αὐτοῖς κατωρθωμένη. 2.pref.5 πᾶσαν μὲν οὖν τὴν Αἰγυπτιακὴν ἱστορίαν εἰς πλάτος τῇ Ἑλλήνων μετείληφεν φωνῇ ἰδίως τε τὰ περὶ τῆς κατ' αὐτοὺς θεολογίας Μανεθῶς ὁ Αἰγύπτιος 2.pref.6 ἔν τε ᾗ ἔγραψεν ἱερᾷ βίβλῳ καὶ ἐν ἑτέροις αὐτοῦ συγγράμμασιν. πλὴν ἀλλὰ καὶ ∆ιόδωρος ὁ πρόσθεν ἡμῖν μνημονευθεὶς ἐκ πλειόνων τὰς ἱστορίας ἀναλεξάμενος καὶ ὡς ἔνι μάλιστα τὰ παρ' ἑκάστοις ἔθνεσιν ἀπηκριβωκώς, ἐπιφανὴς ἀνὴρ καὶ δόξαν οὐ μικρὰν παιδείας παρὰ πᾶσιν τοῖς φιλολόγοις κτησάμενος, ὁ δὴ καὶ πᾶσαν τὴν παλαιὰν συναγαγὼν ἱστορίαν συνάψας τε τὰ πρῶτα τοῖς ἑξῆς πράγμασιν, τὴν καταρχὴν τῆς ὅλης ἐποιήσατο πραγματείας ἀπὸ τῆς κατ' Αἰγυπτίους θεολογίας· ἀφ' ἧς ἡγοῦμαι κρεῖττον εἶναι ποιήσασθαι τὴν τῶν προκειμένων παράθεσιν, ὡς ἂν μᾶλλον οὔσης γνωριμωτέρας τοῖς Ἕλλησιν τῆς τούτου γραφῆς. ἱστορεῖ δ' οὖν ταῦτα πρὸς λέξιν· 2.1.1

αʹ. ΕΠΙΤΟΜΗ ΤΗΣ ΑΙΓΥΠΤΙΩΝ ΘΕΟΛΟΓΙΑΣ

«Φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν πρώτους ἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας καὶ διὰ τὴν φύσιν τοῦ Νείλου. τοῦτον γὰρ πολύγονον ὄντα καὶ τὰς τροφὰς 2.1.2 αὐτοφυεῖς παρεχόμενον ῥᾳδίως ἐκτρέφειν τὰ ζῳογονηθέντα. τοὺς δὲ θεοὺς ἀνθρώπους μὲν ὑπάρξαι θνητούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τυχεῖν τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γενέσθαι. μεθερμηνευομένων δὲ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιόν τε καὶ Κρόνον καὶ Ῥέαν, ἔτι δὲ καὶ ∆ία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ 2.1.3 Ἥφαιστον, ἔτι δὲ Ἑστίαν καὶ τελευταῖον Ἑρμῆν. καὶ πρῶτον μὲν Ἥλιοβασιλεῦσαι τῶν κατ' Αἴγυπτον, ὁμώνυμον ὄντα τῷ κατ' οὐρανὸν ἄστρῳ. ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν 2.1.4 γενόμενον. μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μέν τινας τὸν Ὄσιριν καὶ τὴν Ἶσιν, κατὰ δὲ τοὺς πλείστους 2.1.5 ∆ία τε καὶ Ἥραν, οὓς δι' ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου. ἐκ δὲ τούτων γενέσθαι πέντε θεούς, Ὄσιριν καὶ Ἶσιν καὶ Τυφῶνα Ἀπόλλωνά τε καὶἈφροδίτην. καὶ τὸν μὲν Ὄσιριν εἶναι τὸν ∆ιόνυσον, τὴν δὲ Ἶσιν τὴν ∆ήμητραν.tαύτην δὲ γήμαντα τὸν Ὄσιριν καὶ τὴν βασιλείαν διαδεξάμενον πολλὰ πρᾶ2.1.6 ξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ· κτίσαι τε πόλιν ἐν τῇ Θηβαΐδι ἑκατόνπυλον, ἣν τινὰς μὲν ∆ιὸς πόλιν, ἐνίους δὲ Θήβας προσειπεῖν. ἱδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων, ∆ιός τε καὶ Ἥρας, καὶ τῶν ἄλλων δὲ θεῶν ναοὺς χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονεῖμαι, καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱε2.1.7 ρεῖς· εὑρετὴν δὲ γενέσθαι τὸν Ὄσιριν τῆς ἀμπέλου πρῶτόν τε ψιλῷ 2.1.8 χρήσασθαι καὶ διδάξαι τοὺς ἄλλους ἀνθρώπους τὴν γεωργίαν. τιμᾶσθαι δὲ ὑπ' αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν διαφόρῳ φύσει κεχορηγημένον πρὸς ἐπίνοιαν τῶν δυναμένων ὠφελῆσαι τὸν κοινὸν βίον. εὑρετήν τε γὰρ αὐτὸν γενέσθαι τῶν γραμμάτων καὶ θυσίας θεῶν διατάξασθαι λύραν τε εὑρεῖν καὶ τοὺς Ἕλληνας διδάξαι τὰ περὶ τὴν τούτων ἑρμηνείαν· ἀφ' οὗπερ 2.1.9 αὐτὸν Ἑρμῆν ὀνομασθῆναι. τοῦτον δὲ καὶ τῆς ἐλαίας τὸ φυτὸν εὑρεῖν. τὸν δὲ Ὄσιριν ἐπελθόντα πᾶσαν τὴν οἰκουμένην ἐπὶ μὲν Φοινίκης καταστῆσαι Βούσιριν, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ Λιβύην Ἀνταῖον. αὐτὸν δὲ ἐπιστρατεῦσαι μετὰ τοῦ ἀδελφοῦ τοῦ Ἀπόλλωνος, ὅν φασιν εὑρετὴν γενέσθαι τοῦ φυτοῦ 2.1.10 τῆς δάφνης. συστρατεῦσαι δὲ τῷ Ὀσίριδι τοὺς δύο υἱούς, Ἄνουβίν τε καὶ Μακεδόνα, παραλαβεῖν δὲ καὶ τὸν Πᾶνα