ἔχοντι τὸ ο ἀντιπαρακείμενον διὰ τῆς οι διφθόγγου· οἷον, ἀμείβω· ἀμοιβή· λοιβή· στοιβή. 9Θειλόπεδον9: Σημαίνει δὲ τὸν τόπον ἔνθα ξηραίνονται αἱ σταφυλαί· διὰ τῆς ει διφθόγγου τὸ θει· παρὰ γὰρ τὸ ἔλη, τὸ σημαῖνον τὴν θερμασίαν, γέγονεν εἴλη διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι· καὶ πάλιν ἀπὸ τοῦ εἴλη καὶ τὸ πέδον, τοῦ σημαίνοντος τὸ χαμηλὸν, γέγονεν εἰλόπεδον, καὶ πλεονασμῷ τοῦ θ θειλόπεδον. 9Θεῖοσ9: Παρὰ τὸ θεὸς, θέϊος, καὶ θεῖος κατὰ συναίρεσιν. 9Θεισεῖον9: ∆ιὰ τῆς ει διφθόγγου· τὰ γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειον παραγόμενα, διὰ τῆς ει διφθόγγου γράφεται· κου ρεὺς, κουρεῖον· βαφεὺς, βαφεῖον· κναφεὺς, κναφεῖον· οὕτως καὶ Θησεὺς, Θησεῖον· ὡς μονογενὲς δὲ, καὶ προπερισπώμενον, καὶ ὡς οὐδέτερον· πρόσκειται μονογενὲς διὰ τὸ βασιλεὺς, βασίλειον· τοῦτο γὰρ οὐ προπερισπώμενόν ἐστιν, οὐ μονογενὲς, ἀλλὰ τρι γενές· βασίλειος οἶκος· βασιλεῖα χείρ· καὶ βασίλειον οἴκημα· λέγεται δὲ καὶ Θησίον. 9Θεῖα9: Παρὰ τὴν θεὰν, θέϊα, καὶ θεῖα· ὥσπερ καὶ τὸ θεῖος. 9Θείνω9: Σημαίνει δὲ τὸ τύπτω· ἐφάνη γὰρ τὸ ε ἐν τῷ μέλλοντι, θένος γάρ. 9Θαλία9: Ἐπὶ τῆς ἀνέσεως ἢ εὐωχίας ι· ἐπιθετικῶς δὲ ει δί φθογγος. 9Θεμέλιον9: ι· παρὰ τὸ θήσομαι θεμέλιον, ὡς κειμήλιον ἥλιον. 9Θεῖναι9: ει δίφθογγος· ἀνεφάνη γὰρ ἐν τῷ ἔθεμεν τὸ ε. 9Θάλεια· Θέρεια9: Τῷ λόγῳ τῶν διὰ τοῦ εια προπερισπω μένων· καὶ ἄλλως, ὡς παρὰ τὸ ἐνεργῶ, ἐνέργεια, οὕτως καὶ παρὰ τὸ θαλῶ, θάλεια· καὶ θερῶ, θέρεια. 9Θερείβοτον9: Παρὰ γὰρ τὴν δοτικὴν τοῦ θέρους ἐκεῖθεν γέ γονεν θέρει ἔστιν, καὶ τὸ βότον, τὸ σημαῖνον τὴν βοσκὴν, γέγο νεν θερείβοτον. 9Θιασώτησ9: ι· ἀπὸ τοῦ ἐνθεάσας θεασμὸς πρόσκειται. 9Θίασοσ9: ι καθαρόν· τὰ ἔχοντα ἢ μακρὸν τὸ α, ἢ δύο ςσ, ὀξύνονται· οἷον, Καρνασός· Ἁλικαρνασσός. 220 9Θωπεῖα9 θωπεύω γάρ· 9Θλίψις: Θυείδιον9 δίφθογγος ἡ δεύ τερα συλλαβή· καὶ γὰρ ἡ θύεια τρισύλλαβος διὰ τῆς ει δι φθόγγου· ἡ παράδοσις. 9Θήλεια9: Τὰ ἀπὸ τῶν εἰς υς. 9Θυμοβορείων9: ει δίφθογγος· θυμοβορέων γάρ. 9Θωρακεῖον9: ∆ίφθογγος· τὰ γὰρ ὑπὲρ τρεῖς συλλαβὰς μοναδικὰ, μὴ ὄντα ἐπὶ τεμένων, ἢ κατὰ τοιαῦτα, ὡς τὸ μαγει ρεῖον· μορμολυκεῖον. 9Θρόνοσ9: Τὰ εἰς νος δισύλλαβα τὸ ο παραλήγονται· οἷον, θρόνος· κτόνος· φόνος· πλὴν τοῦ βῶνος. 9Θεαρχίω9: ι ἐκ παραδόσεως· 9Θυρέος· Θόρυβοσ9 μικρόν· παρὰ τὸ θέω τὸ τρέχω. 9Θῶραξ: Θόλοσ9 ὁ οἶκος, καὶ 9Θολὸν9 τὸ τεταραγμένον. 9Θυρεός· Θημωνία: Θύννα9 ἡ θῦνα· 9Θηβαῖοσ9. 9Θεωρήμων9: Παρὰ τὸ θεωρός· τὰ γὰρ εἰς ρος ὀξύτονα τὸ ω παραλήγονται· ἐκ τούτου γίνεται ῥῆμα θεωρῶ, θεωρήσω, τε θεώρηκα, τεθεώρημαι, θεωρήμων.
9Ἶνεσ9: ∆ιὰ τοῦ ι ὡς δικατάληκτον· ἀπὸ γὰρ τοῦ ἲς ἶνες τὸ πληθυντικόν.
9Ἴδον9: Ὁ β ἀόριστος· Εἴδω γὰρ τὸ θέμα· 9Ἰδεῖν9 καὶ9Ἰδέα9 καὶ 9Ἰδομενεύσ9. 9Ἶνισ9: Σημαίνει δὲ τὸν υἱὸν, διὰ τοῦ ι· ἢ γὰρ παρὰ τὸ ἶσον γέγονεν, δύναμις γὰρ τῶν πατέρων οἱ υἱοί· ἢ παρὰ τὸ ἰαίνειν γέγονεν· καὶ γὰρ τὰ τέκνα τοὺς πατέρας εὐφραίνουσιν· ἢ παρὰ τὸ ἰνοῦν, τὸ σημαῖνον τὸ θηλάζειν. 9Ἰλισόσ9: Ἔστιν δὲ ὁ ποταμός· διὰ τοῦ ι τὸ λι· ἐπειδὴ τὰ εἰς ος ἐπὶ ποταμῶν καὶ ὀξύνονται, καὶ διὰ τοῦ ι γράφεται· οἷον, Ἀνισός· Κνιφισός· καὶ ἡ πρώτη διὰ τοῦ ι· τὰ γὰρ ἀμφιβαλ λόμενα· καὶ ἄλλως· τὰ εἰς υς οὐ θέλουσιν τῇ ει διφθόγγῳ· παραλήγεσθαι· οἷον, Ἐρινύς· πιτύς. 9Ἱλεόσ9: Σημαίνει δὲ τὸν φωλεὸν καὶ τὴν κατάδυσιν· καὶ γὰρ τὰ παρὰ τὸ εἰλῶ παράγωγα ὀνόματα διὰ τοῦ ι γράφε ται· οἷον, ἰλύς· ἴλης σημαίνει δὲ τὴν ἄθροισιν. 9Ἴλοσ9: ι· καὶ γὰρ τὰ διὰ τοῦ ιλος βαρύτονα, μὴ ὄντα οὐ 221 δέτερα, μὴ σύνθετα ἀπὸ ὀνομάτων ἐχόντων τὴν ει δίφθογγον, ἀποστρέφονται τὴν ει δίφθογγον πλὴν τοῦ Νεῖλος· οἷον, Τρω ΐλος· Ζωΐλος καὶ Ἴλος διὰ τοῦ ι. 9Ἰλύον9: ι ἔδειξεν γὰρ ἐν τῷ ἰλύς. 9Ἰβιών9: Πόλις ἐν Αἰγύπτῳ ὀξυτόνως λεγομένη· μᾶλλον δὲ νῆσος. 9Ἴρισ9: Σημαίνει δὲ καὶ τὴν ἄγγελον τῶν θεῶν, καὶ τὸ τόξον ἐν τῷ οὐρανῷ φαινόμενον, διὰ τοῦ ι· ἐπειδὴ τὰ εἰς ρις θηλυκὰ ῥηματικὰ δισύλλαβα βαρύτονα ἑνὶ φωνήεντι παραλήγεται· χαίρω, χάρις· εἴρω, ἔρις· κυρίως γὰρ ἡ μάχη ἡ διὰ λόγων γε νομένη· δαίω, σημαίνει