24
Αἰγύπτου τινὸς καλουμένου τοῦ ἀδελφοῦ ∆αναοῦ βασιλεύσαντος ἐπὶ τῆς ιθʹ δυνα 43 στείας ἑβδόμου ἔτη ξηʹ, χρόνους ὕστερον ἐγγύς που τοῦ δ κοσμικοῦ ἔτους, ὡς ἐκεῖσε στοιχειωθήσεται, τοῦ καὶ μετονομάσαντος τὴν Με στραίαν χώραν εἰς τὸ ἴδιον ὄνομα Αἴγυπτον. Τούτων δὲ οὕτω διειλημμένων ἡμῖν μετέλθωμεν καὶ ἐπὶ τὴν καθεξῆς ἀπὸ τοῦ κατακλυσμοῦ τῶν χρόνων στοιχείωσιν, τῇ θείᾳ γραφῇ καὶ τοῖς ἀκολούθως αὐτῇ γράψασιν ἱστορικοῖς ἑπόμενοι. μετὰ γὰρ τὸν κατακλυ σμὸν εὐθὺς οὐδαμοῦ δεδήλωται ἐν αὐτῇ βασιλεύς. μόνον δὲ τὸν Νῶε ἡγε μονεύειν τῶν ἑαυτοῦ υἱῶν καὶ τῶν λοιπῶν ἀνθρώπων τὰ ὅλα φησὶ τῆς ζωῆς αὐτοῦ μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ. καὶ μετ' αὐτὸν Σὴμ ὁ υἱὸς αὐτοῦ διεδέξατο τὴν ἀρχὴν ἐπ' ὀλιγανδρίας τὰ λοιπὰ τῆς ζωῆς αὐτοῦ ρνʹ, καὶ μετ' αὐτὸν ἡγεμόνευσεν Ἀρφαξὰδ ὁ υἱὸς αὐτοῦ ἔτη λγʹ, ὡς γίνεσθαι τὰ πάντα τῆς ἡγεμονίας αὐτῶν γʹ μετὰ τὸν κατακλυσμὸν ἔτη φλδʹ, ἀπὸ δὲ τοῦ προπάτορος Ἀδὰμ βψοεʹ. κατὰ δὲ τοὺς χρόνους τοῦ Ἀρφαξάδ, μικρῷ πρότερον ἔτεσιν ζʹ τῆς ἀρχῆς αὐτοῦ, ἤτοι τῷ καθολικῷ βψλ ςʹ ἔτει, ὅπερ ἦν τῆς ζωῆς τοῦ Σὴμ φ ζδʹ, τοῦ δὲ Ἀρφαξὰδ υ ζγʹ, τοῦ δὲ Καϊνᾶν, ὃν Εὐσέβιος οὐκ ἐστοιχείωσε, τνηʹ, τοῦ δὲ Σαλὰ σλʹ καὶ τοῦ Ἕβερ ρληʹ, καὶ τοῦ Φαλὲκ ἔτος δʹ φοβηθέντες οἱ ἀπόγονοι τῶν υἱῶν Νῶε μήποτε πάλιν ἀφανισθῶσιν ὑπὸ κατακλυσμοῦ, ἐβουλεύσαντο κακῶς οἰκοδομῆσαι πύργον ἕως τοῦ οὐρανοῦ φθάνοντα, καὶ ἐλθόντες εἰς γῆν Σεναάρ, ὥς φησιν ἡ γραφή, ᾠκοδόμουν, κατάρχοντος καὶ βασιλεύοντος αὐτῶν Νεβρὼδ τοῦ υἱοῦ Χοῦς υἱοῦ τοῦ Χὰμ τοῦ υἱοῦ Νῶε, οὗ ἡ ἀρχὴ τῆς βασιλείας ἐγένετο Βαβυλών. ἐπὶ γὰρ ἔτη τεσσαράκοντα οἰκοδομήσαντες, ἐκείνου μάλιστα παρορμῶντος αὐτοὺς εἰς ἀποστασίαν, συνεχύθησαν δι αιρεθέντες εἰς πολυγλωσσίαν ὑπὸ τοῦ θεοῦ. ἐκεῖνος δὲ ἔμεινεν ἐκεῖ κατοι κῶν καὶ μὴ ἀφιστάμενος τοῦ πύργου, βασιλεύων μερικοῦ τινος πλήθους, ἐφ' ὃν ὁ πύργος ἀνέμῳ βιαίῳ, ὡς ἱστοροῦσι, καταπεσὼν θείᾳ κρίσει τοῦ τον ἐπάταξε. μέμνηται δὲ αὐτοῦ καὶ Ἰώσηππος οὕτω λέγων· Ἰωσήππου περὶ τῶν μετὰ τὸν κατακλυσμὸν τῆς πυργοποιίασ Νῶχος δὲ βιοὺς μετὰ τὴν ἐπομβρίαν πεντήκοντα καὶ τριακόσια ἔτη καὶ πάντα τὸν χρόνον τοῦτον εὐδαιμόνως διάγων τελευτᾷ, ζήσας ἐτῶν ἀριθ 44 μὸν Ϡνʹ. μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἡμερῶν καὶ τῶν ἐτῶν ἀποβλέπων ἃ ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νο μιζέτω τὰ περὶ ἐκείνων λεγόμενα, τῷ μηδὲ νῦν τοσοῦτον ἐν τῷ βίῳ παρα τείνειν χρόνον τεκμαιρόμενος μηδὲ ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφικέσθαι· οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπ' αὐτοῦ τοῦ θεοῦ γενό μενοι καὶ διὰ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον οὔσας εἰκό τως ἔζων πλῆθος τοσούτων ἐτῶν. ἔπειτα δι' ἀρετὴν καὶ τὴν εὐχρηστίαν ὧν ἐπενόουν ἀστρονομίας καὶ γεωμετρίας πλεῖον ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν χʹ ἐνιαυ τούς. διὰ τοσούτων ἐτῶν ὁ μέγας ἐνιαυτὸς πληροῦται. μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρ' Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρ χαιολογίας, Μανεθῶν ὁ τὴν τῶν Αἰγυπτίων ποιησάμενος ἀναγραφὴν καὶ Βήρωσσος ὁ τὰ Χαλδαϊκὰ συνάγων, Μῶχός τε καὶ Ἑστιαῖος, καὶ πρὸς τούτοις ὁ Αἰγύπτιος Ἱερώνυμος, οἱ τὰ Φοινικικὰ συγγραψάμενοι συμ φωνοῦσι τοῖς ὑπ' ἐμοῦ λεγομένοις. Ἡσίοδός τε καὶ Ἑκαταῖος καὶ Ἑλλάνικος καὶ Ἀκουσίλαος, καὶ πρὸς τούτοις Ἔφορος καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη α. Οἱ δὲ Νώχου παῖδες τρεῖς ὄντες, Σημᾶς καὶ Ἰαφθᾶς καὶ Χαμᾶς, ἑκατὸν ἔτεσι τῆς ἐπομβρίας ἔμπροσθεν γεγονότες, πρῶτοι κατελθόντες ἀπὸ τῶν ὀρῶν εἰς τὰ πεδία τὴν ἐν τούτοις οἴκησιν ἐποιήσαντο, καὶ τοὺς ἄλλους δε διότας σφόδρα διὰ τὸν κατακλυσμὸν τὰ πεδία ἔπεισαν θαρσήσαντας μιμη τὰς αὐτῶν γενέσθαι. καὶ τὸ μὲν πεδίον εἰς ὃ πρῶτον αὐτοὺς κατῴκισαν καλεῖται Σεναάρ. τοῦ δὲ θεοῦ κελεύσαντος αὐτοὺς εἰς πολυανθρωπίαν στέλλειν ἀποικίας, ἵνα μὴ στασιάζοιεν πρὸς ἀλλήλους, ἀλλὰ γῆν πολλὴν γεωργοῦντες ἀπολάβοιεν ἀφθόνως τῶν καρπῶν, ὑπὸ ἀμαθίας παρήκουσαν