24
προῆλθον ἐπὶ μικρὸν ἀμύνειν ὡρμημένοι τῷ νέῳ βασιλεῖ. τῆς ταραχῆς δὲ πεπαυμένης, αὖθις ἡσύχασαν καὶ αὐτοί. τρεῖς δ' αὐτοῖς ἐκεῖ συμπαρόντες τῶν οἰκειοτάτων τῷ πρεσβυτέρῳ τῶν βασιλέων, ὅ, τε Μελιτηνιώτης Ἰωάννης, Ἀνδρόνικός τε ὁ Ἐξώτροχος καὶ τρίτος ὁ Βάρδας, καὶ τὴν ὁρμὴν αὐτῶν ὑποπτεύσαντες ὡς ὑπὲρ Ἀνδρονίκου τοῦ νέου γεγεννημένην, λέγουσιν αὐτοῖς προσελθόντες, ὡς «τῶν βασιλέων πρὸς ἀλλήλους περί τινων ἀδήλων διαλεγομένων, δέον ὑμᾶς ἀποστάντας τῶν ὧδε, πρὸς τὴν ἐν βασιλείοις αὐλὴν χωρεῖν.» τῶν δ' αὐτοῖς δριμύτερον ἐνιδόντων, καὶ τὸ θυμοῦσθαι καὶ ὀφθαλμοῖς καὶ λόγοις ἐνδεικνυμένων, ἐξίστασθαί τε καὶ μὴ παρενοχλεῖν κελευσάντων, οἱ δύο μὲν 1.72 πάλιν ἡσύχασαν καθεσθέντες, ὁ Μελιτηνιώτης δὲ ἔνδον πρὸς τὸν πρεσβύτερον τῶν βασιλέων ἐλθών· «σκεπτέον σοι» πρὸς οὖς εἶπεν «ὅ, τι μέλλεις δρᾷν, ὦ βασιλεῦ. πρὸς γὰρ θύραις ταῖς σαῖς ἐφεστήκασι τῶν τῆς συγκλήτου τινὲς, πάντα δρᾷν ὑπὲρ τοῦ νέου βασιλέως ἕτοιμοι καὶ πάσχειν ὄντες.» τούτων ἀκούσας ὁ βασιλεὺς ἀνέστη τε αὐτίκα τοῦ θρόνου, καὶ πρὸς τὸν ἐνδότερον οἰκίσκον ἐχώρει, τὸν νέον βασιλέα τοῖς ἀκροωμένοις ἅμα παρὰ τὸν ἔξω καταλιπών. τὸν μέγαν δὲ μετακαλεσάμενος λογοθέτην τὸν Μετοχίτην, καὶ ὅσα ἦν αὐτῷ βουλομένῳ διαλεχθεὶς, εἶτα δι' αὐτοῦ μηνύει τῷ ἐγγόνῳ καὶ βασιλεῖ· «σὺ μὲν οἷσπερ εἶπον καὶ πλείοσιν ἐνέχῃ κακοῖς· ἐγὼ δ' ἅπαντα παριδὼν, ἀξιώσω συγγνώμης, ἂν ἃ λέγω ποιήσῃς αὐτός. ταῦτα δ' ἐστί· πρῶτον μὲν ὅρκῳ πιστώσασθαι τὴν πίστιν καθαρὰν τῷ Χριστῷ τηρεῖν· ἔπειτα μετὰ τοῦτο, μηδὲ περὶ ἐμὲ κακὸν ὀφθήσεσθαι γεγενημένον· τρίτον μετὰ τοῦτο, καταδήλους ἐμοὶ ποιῆσαι τοὺς σοὶ συμπράττειν καὶ προσκεῖσθαι προῃρημένους· τέταρτον δὲ, ὅρκῳ πιστώσασθαι δρασμῷ χρήσεσθαι μηδαμῶς.» πρὸς ταῦτα βασιλεὺς ὁ νέος ἀπεκρίνατο τοιαῦτα· «κράτιστε βασιλεῦ, τὸ τὴν πίστιν ὅρκοις ἀπαιτεῖν βεβαιοῦν, πρὸς τῷ σκληρὸν ἐμοὶ φαίνεσθαι καὶ τὴν ψυχὴν δεινῶς ἐκταράττειν, ἔτι καὶ ἑαυτῷ περιπίπτει. εἰ μὲν γὰρ ἐν τοῖς ἱεροῖς τὸν ὅρκον εὐαγγελίοις καὶ ταῖς σεβασμίαις εἰκόσι κελεύεις πιστὸν ποιεῖν, αὐτῷ τούτῳ περὶ τὸν θεὸν πιστὸν, καὶ τὸν Χριστὸν ἀποδεικνύεις ἐνδεδυμένον ἐμέ. εἰ δ' ἄλλῳ 1.73 τινὶ σεβάσματι προσέχειν ἐμὲ νομίζεις, τῶν ἀνονήτων καὶ περιττῶν, ὧν ἠθέτησα τὴν πίστιν, ταῦτ' εἰς ὅρκον ἐμοὶ προβάλλειν· ῥᾳδίως γὰρ ἂν καταψεύσομαι τῶν μὴ τιμωμένων. διὸ δή σου δέομαι, βασιλεῦ, μὴ περὶ τῶν τοιούτων λόγους κινεῖν· χάριτι γὰρ Χριστοῦ καὶ Χριστιανός εἰμι καὶ τῶν ὀρθοδόξων. κατὰ σοῦ δὲ μήτε δράσαι μήτε βουλεύσασθαί τι κακὸν, καὶ νῦν μὲν ὄμνυμι τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν, ὡς οὔτε πρότερον εἰς λογισμοὺς ὑπήχθην τοιούτους, οὔτ' ἐν τῷ μέλλοντι κακὸς ὀφθῆναι βούλομαι περὶ σέ· σὸν δ' ἐπίταγμα ἐκπληρῶν, καὶ αὖθις ὀμοῦμαι. περὶ δὲ τοῦ καταδήλους τοὺς ἐμοὶ συνόντας καὶ ταὐτὰ βουλομένους σοὶ θέσθαι, ἐκεῖνο λέγω, ὡς αὐτὸς ἂν εἰδείης μᾶλλον ἐμοῦ, ὁποίους τινὰς εἰκὸς εἶναι τοὺς προσκειμένους ἐμοί. ὅπου γὰρ χρημάτων μέν μοι πόρος οὐδεὶς, οἷς ἂν ἴσως πείσαιμι τῶν ἀξίων μοι λόγου τινὰς προσέχειν, παῤῥησίας τε πρὸς σὲ μέτεστιν οὐδεμιᾶς, δι' ἧς εὐεργετῶν ἐμαυτῷ κτήσομαι φίλους τινὰς τῶν δεομένων ὠφελείας, συνορᾷν ἐστιν ἐκ τῶν πραγμάτων τῷ βουλομένῳ παντὶ τοὺς ἠθροισμένους περὶ ἐμέ. εἰ δ' ἄρα καί τινες εἶεν εὐνοϊκῶς ἐμοὶ διακείμενοι, οὐκ ὀφείλοντες τὴν εὔνοιαν, ἀλλὰ μᾶλλον χάριτος κατάρχοντές εἰσιν· ὧν οὕτω βελτίστων περὶ ἐμὲ προῖκα γεγενημένων, οὐκ ἂν ἐλλίπῃ μοχθηρίας ὑπερβολὴν τὸ κάκιστον αὑτὸν καὶ προδότην ὀφθῆναι περὶ αὐτούς. καίτοι γε καὶ αὐτοὶ οὐδὲν ἄλλο μοι προσιόντες πείθειν ἐπιχειροῦσιν, ἢ σοὶ, 1.74 τῷ βασιλεῖ καὶ πατρὶ, ὑπέχειν ἐμαυτὸν καὶ καταδουλοῦν καὶ μὴ παρέχειν αἰτίας, ὥστ' ἐμαυτῷ τὴν σὴν γαληνότητα ἐξοργίζειν. ἐμοῦ δ' ἰσχυριζομένου τοιοῦτον ἐμαυτῷ συνειδέναι μηδὲν καὶ πολλοὺς εἰς ἀπολογίαν συνείροντος λόγους, οὐδὲν αὐτοῖς εἰς πειθῶ νομίζεται ἀξιόχρεων, ὅπερ ἐστὶν εἰκὸς λογιζομένοις, ὡς οὐκ ἂν οὕτως ἡ φύσις πρὸς ἑαυτὴν ἐκπολεμωθείη, μὴ τῶν αἰτίων ὄντων ὑπερφυῶν. οὐδὲ γὰρ οὐδὲ τῶν θηρίων τὰ χαλεπώτατα τοῖς