24
φυλῆς, τὸν κλῆρον ἐάτωσαν ἐν τῇ πατρῴᾳ φυλῇ," καὶ ουτω μένειν ἑκάστου κλῆρον ἐν ταῖς φυλαῖς διετάξατο. Ηδη δὲ τεσσαράκοντα διεληλυθότων ἐτῶν ἐξότου οἱ ̓Ισραηλῖται τῆς Αἰγύπτου ἐξεληλύθασι, τριάκοντα ἐνδεουσῶν ἡμερῶν, ἀθροίσας τὸν λαὸν Μωυσῆς ἑκατὸν εικοσιν ἐνιαυτῶν γεγονὼς τὸ οἰκεῖον αὐτοῖς κατήγγειλε τέλος. καὶ πολλὰ παραινέσας, καὶ νόμους ἐν 1.60 βίβλοις δοὺς καὶ τῆς σφετέρας πολιτείας διάταξιν, καὶ στρατεῦσαι κατὰ τῶν ̓Αμαληκιτῶν ἐντειλάμενος, περὶ τῆς φυλακῆς τε τῶν νόμων ορκον ἀπαιτήσας αὐτούς, καὶ τὸν δημαγωγὸν ̓Ιησοῦν παραθήξας ἐπὶ τοὺς Χαναναίους στρατεῦσαι, "ἰδού" φησίν, "πρὸς τοὺς ἡμετέρους απειμι προγόνους· τήνδε μοι γὰρ τὴν ἡμέραν τῆς πρὸς ἐκείνους ἀφίξεως εδειξεν ὁ θεός." τὸ δὲ πλῆθος ἐδάκρυε, καὶ ην ὁ θρῆνος αὐτῶν ἀπαράκλητος καὶ τοσοῦτος ὡς καὶ αὐτὸν Μωυσῆν ἐκνικηθῆναι τῷ πάθει καὶ προενεγκεῖν δάκρυα. πορευομένῳ δ' οπου εμελλεν ἀφανὴς εσεσθαι ειποντο πάντες κοπτόμενοι. ὁ δὲ τοὺς μὲν πόρρω τῇ χειρὶ κατασείων μένειν ἐκέλευε, μόνη δ' ἡ γερουσία προέπεμπεν αὐτὸν καὶ ὁ ἀρχιερεὺς ̓Ελεάζαρ καὶ ὁ στρατηγὸς ̓Ιησοῦς, εως ἐπὶ τὸ ορος ηλθε Ναβαῦ, ἐπὶ κορυφὴν Φασγά, η ἐστι κατὰ πρόσωπον ̔Ιεριχώ· οθεν εδειξεν αὐτῷ ὁ κύριος τὴν γῆν, ην εμελλον κληρονομῆσαι οἱ υἱοὶ ̓Ισραήλ, εἰπὼν αὐτῷ "ιδε ταύτην τοῖς ὀφθαλμοῖς σου, εἰς αὐτὴν δ' οὐκ εἰσελεύσῃ." ἐπὶ δὲ τὸ ορος τοῦτο ἐλθὼν ὑψηλὸν τυγχάνον, τὴν μὲν γερουσίαν ἀπέπεμψε, τὸν δ' ̓Ελεάζαρ καὶ ̓Ιησοῦν ἐπήγετο. καὶ προσομιλῶν αὐτοῖς νέφους ἀθρόον περιλαβόντος αὐτὸν ἐγένετο ἀφανής. γεγράφασι δ' αὐτὸν ἐν ταῖς ἱεραῖς βίβλοις τεθνεῶτα, ινα μὴ δι' ὑπερβολὴν τῆς περὶ αὐτὸν ἀρετῆς τολμήσωσί τινες εἰπεῖν ὡς ἀποτεθέωται. ἐβίωσε δὲ τὴν ολην ζωὴν ἐνιαυτοὺς ἑκατὸν εικοσιν, ων ηρξε τὸ τρίτον μέρος λείποντος ἑνὸς μηνός. καὶ ἐπένθησαν αὐτὸν ἐπὶ ἡμέραις τριάκοντα. ταῦτα μέν φησιν ̓Ιώσηπος, ἡ δὲ τοῦ ∆ευτερονομίου βίβλος πρὸς τῷ τέλει ουτω περιέχει πρὸς 1.61 ῥῆμα "καὶ ἐτελεύτησε Μωυσῆς οἰκέτης κυρίου, καὶ οὐκ οιδεν οὐδεὶς τὴν τελευτὴν αὐτοῦ εως τῆς ἡμέρας ταύτης." Ηδη δὲ τοῦ πένθους λελωφηκότος πέμπει κατασκόπους εἰς ̔Ιεριχοῦντα ὁ ̓Ιησοῦς, μετακαλεσάμενος δὲ τοὺς φυλάρχους τῆς τοῦ ̔Ρουβὶμ φυλῆς καὶ τῆς Γὰδ καὶ τῆς Μανασσῆ, ὑπεμίμνησκεν αὐτοὺς τῶν πρὸς τὸν Μωυσῆν συνθηκῶν. τῶν δὲ ἑπομένων πεντακισμυρίοις ὁπλίταις ἐπὶ τὸν ̓Ιορδάνην προσῄει. οἱ δὲ πεμφθέντες κατάσκοποι εἰς ̔Ιεριχοῦντα παραγενόμενοι τὴν πόλιν απασαν κατενόησαν, γνωσθέντες δὲ τῷ βασιλεῖ τῆς χώρας μηνύονται· ὁ δ' εὐθὺς αὐτοὺς συλληφθῆναι ἐκέλευσεν. ὡς δ' εγνω τὴν εφοδον τῶν ζητούντων τοὺς ανδρας ἡ γυνὴ παρ' ῃ προσπεφεύγασι, ̔Ραὰβ καλουμένη, τοὺς μὲν κατέκρυψε λίνου αὐτοῖς ἀγκαλίδας ἐπιθεμένη, τοῖς δὲ ζητοῦσιν ελεγεν ὡς οἱ ἀγνῶτες ανδρες ἐκεῖνοι πρὶν δῦναι τὸν ηλιον παρ' αὐτῇ δειπνήσαντες ἀπηλλάγησαν. οἱ δ' ουτως αὐτοὺς ὑπελθούσης τῆς γυναικὸς ωρμησαν αλλος ἀλλαχοῦ τοὺς ανδρας διώκοντες. ἡ δὲ ̔Ραὰβ χωρεῖν ἐκέλευσεν ἐπὶ τὰ οἰκεῖα τοὺς ανδρας καὶ μεμνῆσθαι αὐτῆς καὶ ἀμοιβὴν ἐκτῖσαι τῆς Χαναναίων χώρας ἐπικρατήσαντας. οἱ δὲ καὶ χάριν εχειν ὡμολόγουν, καὶ ἡνίκα αν ἡ πόλις ἁλίσκηται, τὴν κτῆσίν τε καὶ τοὺς οἰκείους εἰς τὸ καταγώγιον ἐγκαθεῖρξαι αὐτῇ ἐνετέλλοντο, καὶ ἀπαιωρῆσαι δὲ φοινικίδα πρὸ τῶν θυρῶν, ιν' ειη γνώριμος ἡ οἰκία καὶ διαφυλαχθῇ. καὶ οἱ μὲν πρὸς τοὺς οἰκείους ἐσώθησαν καὶ α επραξαν ἐδήλουν. τοῦ ̓Ιορδάνου δὲ πολλοῦ ῥέοντος, ουτω τοὺς ̔Εβραίους ὁ ̓Ιησοῦς ἐπ' αὐτοῦ διεβίβαζε. προῄεσαν μὲν οἱ ἱερεῖς τὴν κιβωτὸν αιροντες, ειτα οἱ Λευῖται κομίζοντες τὴν σκηνήν, ειποντο δὲ τούτοις ὁ λαός. 1.62 ὡς δὲ τοῖς ἱερεῦσι πρώτοις ἐμβᾶσιν ἀνεκόπη τὸ ῥεῦμα τοῦ ποταμοῦ, πάντες θαρρούντως ἐπεραιοῦντο. εστησαν δ' ἐν μέσῳ οἱ ἱερεῖς εως ου διαβαίη τὸ πλῆθος· ειτα κἀκεῖνοι ἐξῄεσαν ἐλεύθερον ἀφέντες τὸ ῥεῦμα χωρεῖν. καὶ πρὸ δέκα σταδίων τῆς ̔Ιεριχοῦντος στρατοπεδεύονται. καὶ βωμὸν ἐκ τῶν λίθων ὁ ̓Ιησοῦς ἱδρυσάμενος, ους εκαστος τῶν φυλάρχων κατ' ἐντολὴν αὐτοῦ ἐκ τοῦ βυθοῦ τοῦ ̓Ιορδάνου ἀνείλετο, εθυεν ἐπ' αὐτοῦ καὶ τὴν