σαντες ἀνθρώπων μορφὰς ἔχειν αὐτοὺς διέγνωσαν, εὑρήσει καὶ τοῦτο ἀπὸ τῆς θείας ἱστορίας αὐτοὺς μεμαθηκότας. Τῆς γὰρ Μωϋσέως ἱστορίας ἐκ προσώπου τοῦ θεοῦ λεγούσης· Ποιή σωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν, ὡς οὕτως εἰρῆσθαι τῶν ἀνθρώπων κατὰ τὴν μορφὴν ἐοικότων τῷ θεῷ, οὕτως κατασκευάζειν τοὺς θεοὺς αὐτῶν ἤρξαντο, ἐκ τοῦ ὁμοίου τὸ ὅμοιον δημιουργεῖν οἰόμενοι. Τοῦ χάριν μνημονεῦσαι τού των νυνὶ προήχθην, ὦ ἄνδρες Ἕλληνες; Ἵνα γνῶτε ὅτι τὴν ἀληθῆ θεοσέβειαν οὐ δυνατὸν παρὰ τούτων μανθάνειν τῶν μηδὲ ἐν οἷς ὑπὸ τῶν ἔξωθεν ἐθαυμάσθησαν ἴδιόν τι γράψαι δυνηθέντων, ἀλλὰ διά τινος ἀλληγορίας τὰ ὑπὸ Μωϋσέως καὶ τῶν λοιπῶν προφητῶν εἰρημένα ἐν τοῖς ἑαυτῶν συγγράμμασιν ἀπηγγελκότων. Καιρὸς οὖν ἥκει νῦν πεισθέντας ὑμᾶς, ὦ ἄνδρες Ἕλ ληνες, ἀπὸ τῶν ἔξωθεν ἱστοριῶν, ὅτι πολλῷ πρεσβύτατος Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται γεγόνασιν πάντων τῶν παρ' ὑμῖν σοφῶν γεγενῆσθαι νομισθέντων, τῆς παλαιᾶς μὲν ὑμᾶς τῶν προγόνων ἀποστῆναι πλάνης, ἐντυχεῖν δὲ ταῖς θείαις τῶν προφητῶν ἱστορίαις καὶ γνῶναι παρ' αὐτῶν τὴν ἀληθῆ θεοσέ βειαν, οὐ λόγων ὑμῖν ἀπαγγελλόντων τέχνας, οὐδὲ πιθανῶς καὶ πιστευτικῶς λεγόντων (τοῦτο γὰρ ἴδιον τῶν τὴν ἀλήθειαν κλέπτειν ἐθελόντων), ἀλλὰ ἁπλῶς τοῖς ἐπιτυχοῦσιν ὀνόμασί τε καὶ ῥήμασι χρωμένων, καὶ ταῦθ' ὑμῖν ἀπαγγελλόντων ἃ τὸ ἅγιον ἐπ' αὐτοὺς κατελθὸν πνεῦμα τοὺς τὴν ἀληθῆ θεοσέ βειαν μανθάνειν βουλομένους δι' αὐτῶν διδάσκειν προῄρηται. Πᾶσαν οὖν αἰδῶ καὶ παλαιὰν ἀνθρώπων πλάνην καὶ τὸν τῶν ὄγκων φαντασιώδη παρωσάμενοι ψόφον, δι' οὗ καὶ τὴν πᾶσαν ἀπόλαυσιν ἔχειν οἴεσθε, ἔχεσθε τῶν ὑμῖν συμφερόντων. Oὐδὲν γὰρ ἔσται παρ' ὑμῶν οὐδὲ περὶ τοὺς προγόνους ὑμῶν πλημ μελές, εἰ εἰς τὴν ἐναντίαν τρέπεσθαι νυνὶ τῆς ἐξ ἐκείνων βού λεσθε πλάνης, οὓς εἰκὸς ἐν ᾅδου νυνὶ ἐκπρόθεσμον μετάνοιαν μετανοοῦντας ὀδύρεσθαι· οἷς εἰ δυνατὸν ἦν ἐκεῖθεν δηλοῦν ὑμῖν τὰ μετὰ τελευτὴν τοῦδε τοῦ βίου συμβεβηκότα αὐτοῖς, ἔγνωτε ἂν ὅσων ὑμᾶς ἀπαλλάξαι κακῶν προείλοντο. Νυνὶ δὲ ἐπεὶ μὴ δυνατὸν ἐν τῷ παρόντι μήτε παρ' ἐκείνων ὑμᾶς μανθάνειν μήτε μὴν παρὰ τῶν ἐνταῦθα τὴν ψευδώνυμον ταύ την φιλοσοφίαν φιλοσοφεῖν ἐπαγγελλομένων, ἀκόλουθον ὑμῖν ἔσται λοιπὸν τὴν τῶν προγόνων ὑμῶν ἀπωσαμένους πλάνην ἐντυγχάνειν ταῖς τῶν ἱερῶν ἀνδρῶν προφητείαις, μὴ δοκιμότητα φράσεως παρ' αὐτῶν αἰτοῦντας (οὐ γὰρ ἐν λόγοις ἀλλ' ἐν ἔργοις τὰ τῆς ἡμετέρας θεοσεβείας πράγματα), καὶ μαθεῖν παρ' αὐτῶν τὰ αἴτια ὑμῖν τῆς αἰωνίου ζωῆς ἐσόμενα. Oἱ γὰρ μάτην τὸ τῆς φιλοσοφίας ἐπηρεάζοντες ὄνομα οὐδὲν εἰδότες ἐλέγχονται, ὡς καὶ αὐτοὶ ὁμολογεῖν καὶ ἄκοντες ἀναγκάζονται, δι' ὧν οὐ πρὸς ἀλλήλους στασιάζουσι μόνον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ἄλλοτε ἄλλως ἐκτίθενται δόξας. Eἰ δὲ ἡ τἀληθοῦς εὕρεσις ὅρος τις λέγεται παρ' αὐ τοῖς φιλοσοφίας, πῶς οἱ τῆς ἀληθοῦς μὴ τυχόντες γνώσεως τοῦ τῆς φιλοσοφίας ὀνόματός εἰσιν ἄξιοι; Eἰ γὰρ ὁ τῶν παρ'