γομεν, οὗ μή ἐστιν ὑπόδεσις. Ὁ δὲ θεὸς καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν. Eἰ ἦσαν ἐν φορᾷ σωμάτων κινήσεις ἐναντίαι, ἢ ἴσαι κατὰ τὴν ἀντιπερίστασιν κωλύουσαι τὰς ἀλλήλων κινήσεις, εἴτε ἄνισοι, καὶ διὰ τὴν ἐπικράτειαν τοῦ θατέρου τὸ ἕτερον ἀκίνητον ἐγίνετο, τῇ βίᾳ τοῦ ἐπικρατοῦντος ἐπικρατούμενον, τὴν αὑτοῦ κατὰ φύσιν μὴ ἀνύον κίνησιν, μάτην ἂν ἐγένετο τὰ οὕτως πρὸς τὰς οἰκείας τε καὶ κατὰ φύσιν κινήσεις ἐμ πεποδισμένα, καὶ θεοῦ οὐκ ἂν ἦν ἔργα ταῦτα οὔτε φύσεως δηλονότι. Eἰ τῶν μάτην γινομένων ὁ θεὸς τούτων ποιητὴς οὐκ ἦν οὔτε ἡ φύσις, τῶν οὐ μάτην ἄρα γιγνομένων, ἀλλ' ἀνεμποδίστως τὰς κατὰ φύσιν αὑτῶν κινήσεις ἐντελούντων, ὁ θεὸς τούτων ἐστὶ ποιητὴς καὶ ἡ φύσις. Πῶς οὖν οὐκ ἔστι τῶν ἀτοπωτάτων τὸ ἀγένητα λέγειν ἀΐδιά τε καὶ ἄναρχα ταῦτα, ὧν ὁ θεὸς καὶ ἡ φύσις ἐστὶ ποιητής; Καὶ εἰ ὑποδή ματα ἔργα τεχνίτου ἐκεῖνα λέγομεν τὰ ἔχοντα ὑπόδεσιν, διὰ τί μὴ καὶ τὰ σώματα τὰ κατὰ φύσιν τὰς οἰκείας ἐκτελοῦντα κινήσεις λέγομεν νοήματα θεοῦ τε καὶ φύσεως; ν. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ μὲν οὖν ἕτερον εἶναι τὸν λόγον τὸν ἄνευ τῆς ὕλης καὶ τὸν ἐν τῇ ὕλῃ τῆς μορφῆς καλῶς λέγεται, καὶ ἔστω τοῦτο ἀληθές. Ἀλλ' οὐδὲν ἧττον οὐδεμία ἀνάγκη διὰ τοῦτο πλείους εἶναι κόσμους, οὐδὲ ἐνδέχεται πλείους γενέσθαι, ἐπείπερ οὗτος ἐκ πάσης ἐστὶ τῆς ὕλης, ὥσπερ ἔστιν. Eἰ τὸ ἀΰλως καὶ ἐνύλως ἐστὶ τοῦ λόγου πρὸς τὸν λόγον ἡ διαφορά, δῆλον ὅτι ὕστερον τοῦ λόγου τοῦ ἀΰλου ὁ λόγος ὁ ἔνυλος. Πῶς οὖν ἀγένητος ὁ κόσμος ἐκ τοῦ ὑστέρου λόγου τὴν σύστασιν ἐσχηκώς; Eἰ ἀνείδεος καὶ ἀνούσιος καὶ τοῦ εἶναι τόδε τι ἐστερημένη ἡ ὕλη πρὸ τοῦ λαβεῖν τὸ εἶδος καὶ γε νέσθαι οὐσία καὶ τόδε τι, πῶς ἀγένητος ὁ κόσμος ἐκ τῆς τοιαύτης ὕλης γεγονώς; Eἰ ὁ ἐσχηκὼς τὸν λόγον τοῦ ἑνὸς κόσμου οὗτος καὶ πλειόνων κόσμων εἶχε τοὺς λόγους, καὶ μὴ τῷ ἀρεσκομένῳ τοῦ κόσμου ἐποίει τὴν ποίησιν κατὰ τὴν οἰκείαν βούλησιν, ἀλλὰ τῇ εὐπορίᾳ τῆς ὕλης ἴσχυσε ποιεῖν κόσμον ἕνα καὶ τῇ ἀπορίᾳ αὐτῆς οὐκ ἴσχυσε ποιεῖν πλείονας κόσμους, πῶς οὐ δοκεῖ μάτην ἐσχηκέναι πλειόνων κόσμων τοὺς λόγους, ὧν τὴν ποίησιν οὐκ ἴσχυσε διὰ τὴν ἀπορίαν τῆς ὕλης; Eἰ ἐξ ἀγενήτου ἀδύνατον γενέσθαι ἀγένητον, πῶς, εἰ ἀγένητος μὲν ἡ ὕλη, ἀγένητος δὲ καὶ ὁ κόσμος, γίνεται οὗτος ἐξ ἐκείνης; Eἰ μή, ὡς ἐποίησεν ὁ θεὸς τὰ ἐκ τῆς ὕλης, οὕ τως καὶ τὴν ὕλην ἐποίησεν, οὐκ ἄρα ποιεῖ ὁ θεὸς ὅσα βού λεται, ἀλλ' ὅσα ἰσχύει. Eἰ δὲ ἴσην τῇ βουλήσει ἔχει τὴν ἰσχὺν ἐν πᾶσι, ποιητὴς ἄρα τῆς ὕλης ὁ θεός, ὥσπερ καὶ τῶν ἐκ τῆς ὕλης. Eἰ ἡ ὕλη ὑποκειμένη θεῷ εἰς ποίησιν τῶν ἐξ αὐτῆς, ἀνείδεος οὖσα καὶ ἀνούσιος, ἄποιός τε καὶ ἄποσος, ὑπὸ τῆς τοῦ θεοῦ δυνάμεως μετεβλήθη εἰς ταῦτα πάντα καὶ γέγονεν οὐσία πεποιωμένη καὶ πεποσωμένη, πῶς οὐκ ηὐξήθη ὑπὸ τῆς αὐτῆς τοῦ θεοῦ δυνάμεως τὰς τοσαύτας ἐν αὐτῇ ἐργασαμένης μεταβολὰς εἰς τοσοῦτον, ὥστε καὶ πλείονας