ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ

 δύναμις, ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Eἰ δέ, δυ νάμενος καὶ πάλαι κωλῦσαι τὸ μέγιστον οὕτω κακόν, οὐκ ἐκώ λυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς

 δος, ἄγνοιαν δὲ θεοῦ τὴν τὸ ψεῦδος εἰρηκυῖαν· ὅπερ ἐστὶ τρί τον εἶδος τοῦ μεγίστου κακοῦ, ἐκ τῆς ἑκουσίου ἀπειθείας τε καὶ ἀπιστίας ἀνθρώπων συμβαῖνον

 Καὶ γάρ, φησίν, ἡ ἄγνοια πολλάκις ἐπ' ἀγαθῷ δίδοται τοῖς ἀνθρώποις· ὁρῶμεν γοῦν ἐπὶ πολλῶν ὡς πολλάκις συμ βαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων

 γῆς θρησκεῖαι τῆς μὲν τὸν ἀληθῆ λόγον πρεσβευούσης θρη σκείας ἁπλῶς τῷ ψεύδει, ἀλλήλων δὲ ταῖς διαφοραῖς τοῦ ψεύ δους διαφέρουσιν Ἀλλ' εἰ τοῦτο οὕτως

 δημιουργὸς καὶ θεὸς ἔταξε τὴν ἡμέραν, καθ' ἣν πάντων τῶν ἐν τῷ κόσμῳ ἐξ ἀπιστίας τε καὶ ἀπειθείας τοῦ θεοῦ κα κῶν ποιεῖ τὴν ἀναίρεσιν κατὰ τὴν πίστιν

 δημιουργῷ τοῦ κόσμου θεῷ, ὀνομάζουσι τὰ μέρη τοῦ κόσμου, καὶ χωρὶς τοῦ δημιουργεῖν προσριπτοῦσι τῷ θεῷ τὸ ὄνομα τοῦ δημιουργοῦ, ἵνα παραλείψω τὰ ἄλλα

 καὶ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει ἔγχρονον. Ποιεῖ τοίνυν τὸν κόσμον, τάττων αὐτὸν ἀεί, καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γί

 θεοῦ σημαντικά τε καὶ θετικὰ γίνονται τοῦ πάντα τὰ ποιήματα τοῦ θεοῦ ἔγχρονα εἶναι παρ' αὐτῷ, δῆλον ὅτι ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρ' αὐ

 λήλων Oὐδὲ γὰρ ἀναίρεσίς ἐστι τοῦ πεποιηκέναι τὸ μὴ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, ἀλλὰ θέσις μᾶλλον τοῦ πεποίηκεν. Ἀλλὰ προδήλως πάντα ὅσα ἀνεῖλεν ἀπὸ το

 ὁ ἥλιος τῇ οὐσίᾳ, ἢ κατὰ ἄλλην ποίησιν ἐποίησεν αὐτοῦ τὴν οὐσίαν καὶ κατὰ ἄλλην ποίησιν τὴν κίνησιν, καὶ ποιήσας μὲν πρῶτον αὐτοῦ τὴν οὐσίαν, ὕστερον

 οὐκ ἔστιν ὁ θεὸς καθ' ἃς ἔχει μὲν δυνάμεις, μὴ ἐνεργῶν δὲ κατ' αὐτάς, φθαρτὸς κατὰ τὴν κρίσιν τοῦ ἀποκριναμένου Eἰ δὲ καθ' ἃς ἔχει δυνάμεις, καὶ μὴ ἐ

 ἢ τὴν ἀπόφασιν εἶναι ἀληθῆ, πῶς ὁ ἀποκρινάμενος ἀμφότερα ἔθηκεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν, λέγων αὐτὸν εἶναι γενητὸν

 ρίᾳ διάφορα ποιεῖ. Μὴ προσέχωμεν δὲ τὸν θεὸν ἀνθρωπί νως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστε ρον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποι

 βουλή. Πῶς οὖν ταὐτόν ἐστι τῇ οὐσίᾳ ἡ βουλή, τοῦ βουλητοῦ καὶ τῆς βουλῆς ἄλλου καὶ ἄλλου ὄντος, καθάπερ τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις Eἰ ἄναρχος καὶ ἀΐδ

 οὐσίᾳ. Ἀλλ' εἰ μὲν οὐσία ἐστίν, οὐκ ἔστιν ὁ βουλόμενος, εἰ δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ἀνάγκης ἄλλο καὶ ἄλλο ἐστίν· οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταὐτ

 αὑτῶν ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, ἀγένητος ὤν, ἀγενήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, καὶ τῇ μὲν τῆς δυνάμεως ἀπειρίᾳ τὰ διάφορ

 δύναται. Μὴ προσέχωμεν δὲ τὸ ποιεῖν τὸν θεὸν ἀνθρωπίνως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστερον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποιεῖ

 τοῦ γάλακτος, οὐσίαν δὲ οὐδαμῶς ἀθρόως ποιεῖ ἡ φύσις. Πῶς οὖν οὐκ ἔστιν ὁ ἀποκρινάμενος ἀνοικείῳ ὑποδείγματι, τῇ ἐργασίᾳ τῆς φύσεως, χρησάμενος πρὸς π

 πρῶτα γὰρ τὰ ἁπλᾶ, ὕστερον δὲ τὰ σύνθετα. Ὥσπερ ἀδιά βλητος ὁ θεὸς ἐπὶ τῇ ἀσθενείᾳ τῆς δυνάμεως, ὅτι μὴ ποιή σας πλείους κόσμους, ἀλλὰ ποιήσας ἕνα κόσ

 εληλυθότος τὴν ἔμφασιν, πῶς οὐκ ἔστιν ἐν τῇ τοῦ θεοῦ ἐρ γασίᾳ τοῦ χρόνου πάντα τὰ μέρη ὑπάρχοντα Τετάρτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀ

 γνωρίμων τοῦ κόσμου ἐδογμάτισε τὴν ἀγενεσίαν, οὔτε διὰ τῆς ἀποδείξεως ταύτην ἔθηκεν, ἀλλὰ μόνον κατὰ τὴν οἰκείαν αὐθεντίαν τὸ δοκοῦν αὑτῷ ἀπεφήνατο. Ἐ

 δῆλον ἐκ τούτου, ὅτι οὔτε τῷ δημιουργῷ πρὸς τὶ ἐστὶ καθὸ εἰκὼν ὁ κόσμος, οὔτε τῷ παραδείγματι καθὸ δημιούργημα. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα ἀληθὲς τὸ τούτω

 ἐστιν, ὀφείλει καὶ ἀδημιούργητον λέγειν τὸ δημιούργημα, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀδημιούργητός ἐστιν· ἀντακολουθοῦσι γὰρ ἀλλήλοις ἐξ ἀνάγκης, τῷ μὲν

 φερές, ὧν ἐστι κοινὸν τὸ ποτὲ μὲν δυνάμει λέγεσθαι θάτερον ὅπερ λέγονται, ποτὲ δὲ ἐνεργείᾳ, τὰ δὲ ἀμφότερα ἀεὶ ἢ δυνά μει ἐστὶν ἢ ἐνεργείᾳ, ὡς τὸ κοῖλ

 Πέμπτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀγένητος ὁ οὐρανὸς καὶ ἀγένητος ὁ θεὸς καὶ οἰκεῖ ἐν τῷ οὐρανῷ ὁ θεός, πῶς κατοικῶν ἐν τοῖς οὐκ αὐτοῦ

 καὶ τὸ ποιήσας· καὶ τὸ λέγειν ἀϊδίως συνυφίστασθαι ἀδια στάτως τῷ θεῷ τὸν κόσμον, τὸν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους γενητῶς διὰ συνθέσεως τὴν ὕπαρξιν παρ

 

ἐστιν, ὀφείλει καὶ ἀδημιούργητον λέγειν τὸ δημιούργημα, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀδημιούργητός ἐστιν· ἀντακολουθοῦσι γὰρ ἀλλήλοις ἐξ ἀνάγκης, τῷ μὲν ἀγενήτῳ τὸ ἀδημιούργητον καὶ τῷ ἀδημιουργήτῳ τὸ ἀγένητον. Eἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν δημιούργημα ἀγένητον. Eἰ ἅμα τῇ φύσει τὰ πρὸς τὶ καὶ διὰ τοῦτο ἀνάγκη συναγένητον εἶναι τῷ δη μιουργῷ τὸ δημιούργημα, καθὰ τῷ ἀποκριναμένῳ δοκεῖ, ἀ νάγκη ἄρα τὸν αὐτὸν τρόπον συναγένητον λέγειν τὸ γενητὸν τῷ ἀγενήτῳ. Πρὸς τὶ γὰρ καὶ ταῦτά ἐστι· πρὸς γὰρ τὸ γε νητὸν τὸ ἀγένητον, καὶ πρὸς τὸ ἀγένητον τὸ γενητόν. Eἰ δὲ τοῦ γενητοῦ μὲν οὐκ ὄντος δυνάμει ἐστὶ τὸ ἀγένητον ἀγένητον, ὄντος δὲ τοῦ γενητοῦ ἐνεργείᾳ ἐστὶν ἀγένητον τὸ ἀγένητον, ἀνάγκη ἄρα καὶ ἐπὶ τοῦ δημιουργοῦ καὶ τοῦ δημιουργήματος καὶ τοῦ παραδείγματος καὶ τῆς εἰκόνος τοῦτο ὡσαύτως νοεῖν· καὶ οὐδὲν ἄτοπον συμβαίνει. Ἣν γὰρ ἔχει φύσιν τὸ πρὸς τὶ κατὰ τὸν δημιουργὸν καὶ τὸ δημιούργημα, τὴν αὐτὴν ἔχει καὶ κατὰ τὸ γενητὸν καὶ ἀγένητον. Καὶ τὸ πρῶτον καὶ ὕστερον τῶν πρὸς τὶ ἐστίν· πρὸς γὰρ τὸ πρῶτον τὸ ὕστερον καὶ πρὸς τὸ ὕστερον τὸ πρῶτον, καὶ ἅμα εἰσὶ τῇ φύσει δυνάμει ἢ τῇ φύσει ἐνεργείᾳ. Ἀλλ' εἰ κατὰ τὸν ἀποκρινάμενον τὸ δημιούρ γημα συναγένητόν ἐστι τῷ ἀγενήτῳ δημιουργῷ, ἐπειδὴ πρὸς τὶ ἐστὶ καὶ ἅμα τῇ φύσει, ἔσται ἄρα τούτῳ τῷ τρόπῳ καὶ τὸ γενητὸν συναγένητον τῷ ἀγενήτῳ θεῷ. Πρῶτος μὲν γὰρ ὁ θεός, ὕστερον δὲ τὸ γενητόν· καὶ ἔστιν ὡς πρὸς τὶ ἅμα τῇ φύσει τὸ πρότερον καὶ ὕστερον. Eἰ δέ, χωρὶς τοῦ ποτὲ μὲν δυνάμει, ποτὲ δὲ ἐνεργείᾳ, ἀδύνατόν ἐστι τὸ πρῶτον καὶ ὕστε ρον εἶναι ἅμα τῇ φύσει, οὐδ' ἄρα τὸ δημιούργημα συναΐδιόν ἐστι τῷ δημιουργῷ οὔτε ἡ εἰκὼν τῷ παραδείγματι. Ὅτι δὲ τὰ πρὸς τὶ ἅμα τῇ φύσει ὑπάρχει, σαφῶς πᾶσιν ἀποδέδεικται καὶ ὡμολόγηται, καὶ αὐτόθεν ·ᾴδιον γινώσκειν. Τὸ γὰρ δεξιὸν καὶ τὸ ἀριστερὸν τῶν πρὸς τί. Ὥσπερ οὖν οὐκ ἐνδέχεται τὸ δεξιὸν εἶναι μὴ ὄντος τοῦ ἀριστεροῦ μηδὲ τὸ ἀρι στερὸν ἐκτὸς τοῦ δεξιοῦ, οὕτως οὐκ ἐνδέχεται τὸν δημιουργὸν εἶναι ἄνευ τοῦ δημιουργήματος ἢ τὸ δημιούργημα ἄνευ τοῦ δη μιουργοῦ. Eἰ οὖν ἀγένητος ὁ δημιουργός, ἀγένητον καὶ τὸ δημιούργημα. Eἰ μὲν γάρ, ὥσπερ κατὰ τὴν αὐτὴν οὐσίαν ὑπῆρχε τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐν τῷ ὅλῳ μέρει πρὸς ἄλ ληλα, οὕτως ὑπῆρχε καὶ ὁ δημιουργὸς καὶ τὸ δημιούργημα κατὰ τὴν αὐτὴν οὐσίαν ἐν τῷ ὅλῳ μέρει πρὸς ἄλληλα, εἶχεν ἂν χώραν τὸ ὑπόδειγμα, ᾧ χρησάμενος ὁ ἀποκρινάμενος ἐπειρᾶτο δεῖξαι συναγένητον τῷ δημιουργῷ τὸ δημιούργημα· εἰ δὲ τὸ μὲν δεξιὸν καὶ τὸ ἀριστερὸν κατὰ τὴν αὐτὴν οὐσίαν ἐστὶν ἐν τῷ ὅλῳ μέρει πρὸς ἄλληλα, ὁ δὲ δημιουργὸς καὶ τὸ δημιούρ γημα οὐκ ἔστι τοιοῦτον, δῆλον ὅτι ἀνοικείῳ ὑποδείγματι ἐχρή σατο ὁ ἀποκρινάμενος, πρὸς τὴν φύσιν τοῦ πράγματος μηδε μίαν ἀναλογίαν ἔχοντι πρὸς τὸ ὑποδεικνύμενον. Τῶν πρὸς τὶ τὰ μὲν ἀλλήλων λέγονται ὅπερ λέγονται, οἷον ὁ πατὴρ τοῦ υἱοῦ λέγεται πατὴρ καὶ ὁ υἱὸς τοῦ πατρὸς λέγεται υἱός, τὰ δὲ οὐ λέγονται ἀλλήλων ὅπερ λέγονται, ὡς τὸ εὐθὺ καὶ τὸ περι