σια. Πῶς οὖν οὐ τἀναντία ἑαυτοῖς λέγουσι, κατ' ἀμφότερα δ' ὅμως ἀληθεύουσιν; Ἀπόκρισις. Ὁ Μωϋσῆς μὲν εἶπεν αὐτὸς οὐρανούς, ἀριθμῷ δὲ οὐ δέ δωκεν οὔτε ἕνα οὔτε δύο οὔτε πλείονας. Ἔμελλε δὲ ἡ θεία γραφὴ τὰ διαστήματα ἐν τῷ ἀέρι ὑπερκείμενα οὐρανοὺς ὀνο μάζειν, ὡς Τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ Ἄρτος ἐξ οὐρα νοῦ, καὶ Τὰ ἄστρα τοῦ οὐρανοῦ. Ἐκ τῆς ἀκολουθίας οὖν τῶν κειμένων φωνῶν νοοῦμεν οὐρανοὺς κατ' οὐσίαν μὲν δύο, κατὰ διαστήματα δὲ πλείονας· οὕτω δὲ νοουμένων τῶν οὐρα νῶν, οὐδεμία ἐναντίωσις ἐν τοῖς λόγοις ὑποληφθήσεται. Ἐρώτησις νη. Eἰ τὸ προσάπτειν τῷ Χριστῷ ἄγνοιάν ἐστιν ἀσεβές, δῆλον ὅτι πάντων ἔχει τελείαν τὴν πρόγνωσιν. Πῶς οὖν οὐκ ἔστιν αἴτιος τῆς τοῦ Ἰούδα προδοσίας καὶ τῆς τοῦ Πέτρου ἐνωμότου ἀρνήσεως, ὁ ταῦτα μὲν προγνούς, μὴ κωλύσας δέ; Καὶ περὶ τῆς τοῦ διαβόλου καὶ τοῦ πρωτοπλάστου ἀπὸ τοῦ θεοῦ ἐκ πτώσεως ὁ αὐτὸς λόγος ἁρμόσειεν. Ἀπόκρισις. Eἰ ἔδει τὸν Χριστὸν δι' ἑνὸς τῶν αὑτοῦ μαθητῶν παρα δοθῆναι, ἵνα ἡ γραφὴ πληρωθῇ, δῆλον ὅτι αἴτιός ἐστιν Χρι στὸς τῆς ἐκπληρώσεως τῆς γραφῆς καὶ οὐ τῆς προδοσίας τοῦ Ἰούδα· ταύτης γὰρ αὐτὸς ὁ Ἰούδας ἦν αἴτιος, ἣν μέλλουσαν ὁ θεὸς προειδὼς προεῖπε διὰ τῆς γραφῆς. Καὶ οὐκ ἔστιν ἡ πρόγνωσις αἰτία τοῦ μέλλοντος ἔσεσθαι, ἀλλὰ τὸ μέλλον ἔσε σθαι αἴτιον τῆς προγνώσεως· οὐ γὰρ τῇ προγνώσει ἕπεται τὸ μέλλον, ἀλλὰ τῷ μέλλοντι ἡ πρόγνωσις, καὶ οὐδαμῶς ὁ προ γινώσκων αἴτιός ἐστι τοῦ μέλλοντος ἔσεσθαι. Ὥστε οὐχὶ ὁ Χριστὸς αἴτιός ἐστι τῆς προδοσίας, ἀλλ' ἡ προδοσία αἰτία τῆς τοῦ κυρίου προγνώσεως. Καὶ ἐπὶ τοῦ διαβόλου καὶ τοῦ πρω τοπλάστου ὁ αὐτὸς λόγος. Ἐρώτησις νθ. Eἰ ἐν τῇ νυκτὶ ὁ ἥλιος ἀποκρύπτεται, πῶς οὐ σφαῖρα ὁ οὐρανὸς ἀποδείκνυται; Ὁ γὰρ ἀπὸ φιλοσόφων θεῖος ἀνὴρ εἶπε τὸν ἥλιον τῇ ἡμετέρᾳ ὄψει ἀποκρύπτεσθαι, οὐ σώματι. Oὗ τος ὁ οὐρανὸς ἐπίκειται τῇ γῇ· καὶ ὁ μὲν διὰ τὸ κοῦφον ἀνω φερής, ἡ δὲ διὰ τὸ βαρύ ἐστι κατωφερής· διὸ διὰ τὴν ἀνθολ κὴν ὑπὸ ἀλλήλων συνέχονται. Eἰ δὲ τοῦτο ἀληθές, ὅλου τοῦ οὐρανίου κύκλου εἰς τὴν τοῦ παντὸς καταύγασιν λειτουργοῦν τος πρὸς τὸ ὑπάρχειν τοὺς φωστῆρας καὶ φαίνειν ἀεί, πῶς οὖν ἀποκρύπτονται; Ἀπόκρισις. Eἰ ὁμολογουμένως πολλά ἐστιν ἕτερα τὰ ἐν τῷ αὐτῷ καὶ ἴσῳ ἐπιπέδῳ ὄντα καὶ διὰ τὸ μῆκος τοῦ διαστήματος κεκρυμ μένα ὄντα τῆς ὄψεως, οἷον τὰ πλοῖα τὰ ἐν τῇ θαλάσσῃ ὑπὸ ἀλλήλων μὴ ὁρώμενα, τοῦ πλάτους τῇ τῶν ὑδάτων ἐπιφανείᾳ περιορίζοντος τὴν ὄψιν περαιτέρω μὴ ἀποτείνεσθαι τοῦ ὁρί ζοντος, τί θαυμαστὸν εἰ καὶ ἐπὶ τῶν φωστήρων γίνεται ἡ ἐπί κρυψις διὰ τὴν αὐτὴν αἰτίαν; Ἠι δὲ διὰ τὴν ἀνθολκὴν οὐρα