24
γὰρ φύσις ὁ υἱός, οὐκ ἔστι δὲ ὁ πατὴρ υἱός, οὐδὲ τῆς αὐτῆς ἔσται τῷ υἱῷ φύσεως· ὅμως καὶ τῆς σαρκὸς ἐνδείκνυται τὴν φύσιν πρὸς τὸν αὐτὸν Σούκενσον γράφων· ὥστε, εἰ καὶ καθ' ὑμᾶς οὐσίαν ἐνταῦθα τὴν φύσιν φησίν, εἰσκομίζει καὶ τὴν τῆς σαρκὸς φύσιν διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην». Γράφει γοῦν οὕτως· 126 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον δευτέρας ἐπιστολῆς· Εἰ μὲν γὰρ «μίαν» εἰπόντες «τοῦ λόγου φύσιν» σεσιγήκαμεν οὐκ ἐπενεγκόντες τὸ «σεσαρκωμένην», ἀλλ' οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν· Εἰ μία φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι ἢ πῶς ὑφέστηκεν ἡ καθ' ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ' ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην», παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες. 127 Σχόλιον. Παύσασθε τοιγαροῦν, ὦ οὗτοι, «καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες» τῷ διδασκάλῳ πειθόμενοι. Ἴδε γάρ, σαφῶς εἴρηκε «διὰ τοῦ σεσαρκωμένην εἰπεῖν» «τὴν ἐν ἀνθρωπότητι τελειότητα καὶ τῆς καθ' ἡμᾶς οὐσίας τὴν δήλωσιν εἰσκεκομίσθαι» καὶ ὡς οὐ «μία φύσις τὸ ὅλον» ἐστίν· εἰ δὲ οὐ μία, παντί που δῆλον ὡς δύο. 128 Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς τὸν Λάζαρον λόγου· Ὁ κασσίτερος μολίβδου καὶ ἀργύρου μετέχει, ἀργύρου τὴν ὄψιν, μολίβδου τὴν φύσιν· οὕτω καὶ ὁ Χριστὸς θεὸς ὢν καὶ ἄνθρωπος τὰς δύο φύσεις ἐν ἑαυτῷ ἀποσῴζει καὶ ὥσπερ ἐν ἑαυτῷ ἀποσῴζει τὰς φύσεις, οὕτω καὶ αὐτὸς ἐν αὐταῖς ἐστιν οὐχ ὑπάρχων ἕτερος παρ' αὐτάς. 129 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Καισάριον μονάζοντα ἐπιστολῆς· Οὕτω κἀνταῦθα τῆς θείας αὐτῷ φύσεως ἐνιδρυσάσης ἕνα υἱόν, ἓν πρόσωπον τὸ συναμφότερον ἀπετέλεσε, γνωριζόμενον μέντοι ἀδιαιρέτῳ καὶ ἀσυγχύτῳ λόγῳ οὐκ ἐν μιᾷ μόνῃ τῇ φύσει, ἀλλ' ἐν δυσὶ τελείαις. Ἐπὶ γὰρ μιᾶς ποῦ τὸ ἀσύγχυτον; Ποῦ τὸ ἀδιαίρετον; Ποῦ ἡ ἕνωσις λεχθείη; Ἑαυτῇ γὰρ ἑνοῦσθαι ἢ διαιρεῖσθαι ἀδύνατον. Ποῖος ᾅδης ἠρεύξατο μίαν ἐπὶ Χριστοῦ φύσιν λέγειν μετὰ τὴν ἕνωσιν; Ἢ γὰρ τὴν θείαν κρατοῦντες τὴν ἀνθρωπίνην ἀρνοῦνται, φημὶ τὴν ἡμετέραν σωτηρίαν, ἢ τὴν ἀνθρωπίνην κατέχοντες τῆς θείας φύσεως τὴν ἄρνησιν ποιοῦνται· ἐπεὶ λεγέτωσαν, ποῖα ἀπολώλεκε τὸ ἴδιον; Εἰ γὰρ ἔτι ἔρρωται ἡ ἕνωσις, πάντως καὶ τὰ τῆς ἑνώσεως ἰδιώματα ἀποσῴζεσθαι ἀνάγκη· ἐπεὶ οὐχ ἕνωσις τοῦτο, ἀλλὰ σύγχυσις καὶ ἀφανισμὸς τῶν φύσεων.