1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

24

πονηροῦ εἰσιν· τοῦ Ἀποστόλου λέγοντος· «Μηδεὶς πειραζόμενος λεγέτω, ὅτι Ἀπὸ Θεοῦ πειράζομαι. Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα. Ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας.» Ἐὰν δὲ ποιῇς ἀγαθὸν, τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἐπίγραψον· ἐὰν δὲ πονηρὸν, τῇ τοῦ διαβόλου πονηρίᾳ ἐπίγραψον.

ΤΙΤΛ. Ιʹ. -Περὶ τῆς ἀστάτου καὶ ἀβεβαίου τῶν ἀνθρωπίνων πραγμάτων

καταστάσεως· καὶ τίνι ἔοικεν ἄνθρωπος, καὶ ὁ βίος αὐτοῦ· καὶ ὅτι μάταια τὰ παρόντα, καὶ σκιᾶς ἀδρανέστερα.

«Προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου.» «Πάροικοί ἐσμεν ἐναντίον σου, καὶ κατοικοῦντες, ὡς πάντες οἱ πατέρες ἡμῶν. Ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ τῆς γῆς.» «Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας τῆς μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Ὁ βίος μου ἐστὶν ἐλαφρότερος λαλιᾶς.» «Σκιά ἐστιν ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς.» «Βροτὸς γενητὸς τῆς γυναικὸς, ὀλιγόβιος, καὶ πλήρης ὀργῆς. Ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν· ἀπέδρα δὲ ὥσπερ σκιὰ, καὶ οὐ μὴ στῇ.» «Ἄνθρωπος σαπρία, καὶ υἱὸς ἀνθρώπου, σκῶληξ.» 95.1116 «Ἥγημαι ἐμαυτὸν γῆν καὶ σποδόν.» «Ἐγώ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος.» «Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου. Πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος.» «Μνήσθητι, ὅτι χοῦς ἐσμεν.» «Ἐμνήσθη, ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον, καὶ οὐκ ἐπιστρέφον.» «Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων.» «Ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου.» «Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ.» «Ἄνθρωπος ματαιότητι ὁμοιωθεὶς, αἱ ἡμέραι μοι ὡσεὶ σκιὰ παράγουσιν.» «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» «Ἐπῄνεσα γὰρ τοὺς τεθνηκότας, τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, καὶ ἀγαθὸς ὑπὲρ δύο τούτους, ὅστις οὔπω ἐγένετο, ὃς οὐκ οἶδε σύμπαν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον.» «Πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς τὸ στόμα αὐτοῦ.» «Τί ἐπερίσσευσεν ἀνθρώπῳ παρὰ τὸ κτῆνος; οὐδέν· ὅτι πάντα ματαιότης.» «Πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων, καὶ θυμοῦ περισπασμός. Καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. Καὶ γὰρ τοῦτο ματαιότης ἐστί.» «Καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς γυμνὸς, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἤκει, καὶ οὐδὲν λήψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν τῇ χειρὶ αὐτοῦ· καί γε τοῦτο πονηρὰ ἀῤῥωστία· ὥσπερ γὰρ παρεγένετο, οὕτως καὶ ἀπελεύσεται.» «Οἱ πατέρες ὑμῶν, καὶ οἱ προφῆται ποῦ εἰσίν; μὴ εἰς τὸν αἰῶνα ζήσονται.» «Πᾶσα σὰρξ χόρτος, καὶ δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν.» «Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὁ σὴς καταφάγεται ὑμᾶς.» «Μὴ φοβήθητε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε· ὥσπερ γὰρ ἱμάτιον παλαιωθήσονται, καὶ βρωθήσεται ὑπὸ σητός.» «Καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν· καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης. Σκιᾶς γὰρ πάροδος ὁ βίος ἡμῶν.» «Τί ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφανία ἡμῶν; καὶ τί πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν; Παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιὰ, καὶ ὡς ἀγγελία παρατρέχουσα, ὡς ναῦς διερχομένη, κυμαινόμενον ὕδωρ· ἧς διαβάσης, οὐκ ἔστιν ἴχνος εὑρεῖν, οὐδὲ ἀτραπὸν πορείας αὐτῆς ἐν κύμασιν· ἢ ὡς ὀρνέου διϊπτάντος ἀέρα, οὐδὲν εὑρίσκεται τεκμήριον πορείας.» 95.1117 «Πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται, ὡς φύλλον θᾶλλον ἐπὶ δένδρου δασέος, τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει. Οὕτως γενεὰ σαρκὸς καὶ αἵματος.» «Ἄνθρωποι πάντες, γῆ καὶ σποδός.» «Ξένοι καὶ παρεπίδημοί ἐσμεν ἐπὶ γῆς.» «Ἀριθμὸς ἡμερῶν ἀνθρώπου, πολλὰ ἔτη ἑκατόν· ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης, καὶ ψῆφος ἄμμου, οὕτως ὀλίγα ἔτη ἐν ἡμέραις αἰῶνος.» «Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲν ἐξενεγκεῖν δυνάμεθα.» «Ποία ζωὴ ἡμῶν ἐστιν; ἀτμὴ γάρ ἐστιν ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη.» Ὁδὸς ὁ βίος εἴρηται διὰ τὴν πρὸς τὸ τέλος ἑκάστου τῶν γεννηθέντων ἔπειξιν. Ὥσπερ γὰρ οἱ ἐν τοῖς πλοίοις καθεύδοντες, αὐτομάτως ὑπὸ τοῦ πνεύματος ἐπὶ λιμένας