θεάματος, εἰς φυγὴν ἐτράποντο καὶ πρὸς τὰς σφῶν οἰκίας ἀπέτρεχον. ἐκ δὲ τοῦ ὠθισμοῦ καὶ τῆς ἀτάκτου φορᾶς οὐκ ὀλίγος φόνος συμβέβηκε, πλείστων συμπατηθέντων καὶ ἀποπνιγέντων οἰκτρῶς. τοῦτο τὸ δρᾶμα μίσους ἀφορμή τις 64 γέγονε Βυζαντίου πρὸς τὸν αὐτοκράτορα. ταύτῃ παρείπετο καὶ τὸ τοῦ συναίμου αὐτοῦ Λέοντος καὶ Κουροπαλάτου πλημμελές· ὅστις τὸν ἀνδρώδη καὶ στρατιωτικὸν αὐτοῦ βίον παρωσάμενος πρὸς τὸν ἀστικὸν καὶ φιλοκερδῆ μετετάξατο, ἥττων τε χρημάτων καὶ λημμάτων γενόμενος, σιτοδείαν εἰργάσατο καὶ σπάνιν τῶν ἀναγκαίων ἀφιλάνθρωπον. ὀλίγου γὰρ τὸν σῖτον ὠνούμενος ἀπεδίδου πολλοῦ. καὶ ψιθυρισμὸς ἀνὰ τὸ ἄστυ ἐχώρει, καταβοώντων τῶν ἀστικῶν, εἰ τὰς τοῦ κοινοῦ συμφορὰς ἴδια κέρδη ποιήσειεν τῶν αὐταδέλφων ἡ ξυνωρὶς, ἐς τὴν κερδαίνουσαν συνωθοῦσα πήραν τὰ τῶν πολλῶν. καὶ γὰρ δὴ καὶ ὁ βασιλεὺς φόρους τοὺς μήπω ἐπινοηθέντας ἀπαραιτήτως ἐκαινοτόμει, ἐς τὸ στρατιωτικὸν λέγων χρημάτων ὅτι δεῖσθαι συχνῶν , καὶ τούτοις κατέτρυχε τὸ ὑπήκοον. λέγεται δὲ, εἴτε πρὸς τῶν τὰ μετέωρα περισκοπούντων τινὸς, εἴτε καὶ τῶν μονάδα βίον ἐπανῃρημένων καὶ ἄζυγα , διενωτισθῆναι τὸν αὐτοκράτορα, ὡς παρὰ τὴν βασίλειον ἑστίαν ἐκπλήσει τὸν βίον , ἀναιρεθεὶς παρὰ τῶν ὁμοεθνῶν. περιδεὴς οὖν τῷ χρησμῷ γεγονὼς, περίβολον ἐκ τοῦ θατέρου μέρους τοῦ πρὸς θάλατταν ἐπικλινοῦς τῶν ἀνακτόρων τειχίζειν ἀρξάμενος, κατὰ θάτερον πρὸς θάλατταν συνεπέρανε, καὶ τεῖχος τὸ νῦν ὁρώμενον ὑψηλόν τε καὶ ὀχυρὸν ἐδομήσατο, καὶ τὴν βασίλειον ἑστίαν, ὡς ὑπετόπαζεν, ἠσφαλίσατο. ζʹ. Πρόκενσον δὲ κατὰ τὴν τοῦ Σωτῆρος ἀνάληψιν κατὰ τὸ εἰθισμένον ἔξω τειχῶν ἐπὶ τὴν καλουμένην Πηγὴν ποιησαμένου τοῦ βασιλέως (νεὼς δὲ ταύτῃ περικαλλὴς τῇ Θεοτόκῳ δεδόμηται), διαμάχη τις μεταξὺ Βυζαντίων καὶ Ἀρμενίων συνέβαινεν, ὡς 65 πολλοὺς πρὸς τῶν Ἀρμενίων τρωθῆναι τῶν ἀστικῶν. ἄρτι δὲ πρὸς ἑσπέραν ἐπὶ τὰ ἀνάκτορα τοῦ βασιλέως ἐλαύνοντος, ὕβρεσι κἀκ τοῦ ἀναφανδὸν ἐχρῶντο Βυζάντιοι. καί τι γύναιον σὺν τῷ θυγατρίῳ εἰς τοσαύτην ἀπόνοιαν ἤλασεν, ὡς τοῦ στέγους προκύψαι καὶ λίθους βαλεῖν κατὰ τοῦ ἄνακτος. ὃ καὶ τῇ ὑστεραίᾳ πρὸς τοῦ Πραίτωρος ληφθὲν δίκας μετὰ τοῦ θυγατρίου ἀπέτισεν, ἐπί τι προάστειον πυρὸς γεγονὸς ἀνάλωμα, Ἀναράτας καλούμενον. τότε δὴ καὶ αὐτὸς ἐπεχωρίαζον ὁ ταῦτα γράφοντι Βυζάντιος, ἐπὶ λόγων συλλογήν τε καὶ παίδευσιν, μειράκιον ὤν. ἔφιππόν τε τὸν αὐτοκράτορα Νικηφόρον βάδην ἰόντα βλέπων διὰ τοῦ ἄστεος, καὶ ἀπερικτύπητον ταῖς τοσαύταις ὕβρεσι πέλοντα, καὶ τὸ φρόνημα σταθηρὸν διασώζοντα, καὶ ὡς μή τινος ἐπισυμβάντος καινοῦ διακείμενον, ἐτεθήπειν τὸ ἀκατάπληκτον τοῦ ἀνδρὸς, ὅπως ἄτρεστον παρὰ τὰ δεινὰ τὴν ψυχὴν συνετήρει εὐγένειαν. ἀλλὰ τὴν μὲν στάσιν ἡ νὺξ ἐπελθοῦσα διέλυσεν· ὁ δὲ βασιλεὺς καὶ ἄλλως μεγαλόφρων τε ὢν, καὶ μὴ εὔκολος εἴκειν ὀργῇ, τὰ τῇ προτεραίᾳ εἰς αὐτὸν πεπαρῳνημένα παρὰ τῶν ἀστικῶν ἔργον μᾶλλον μέθης ἢ φορᾶς ἀτάκτου λαοῦ λογισάμενος, τῇ λήθῃ παρέπεμψεν. αὖθις δὲ πυρφόρους τριήρεις ἀσφαλῶς ἑρματίσας, καὶ μυριοφόρους ὁλκάδας στρατιωτῶν καὶ ὅπλων γεμίσας, ἐς Σικελίαν ἔστελλε, τοῦ μὲν ναυτικοῦ Νικήταν ἐν Πατρικίοις τελοῦντα, 66 θεοφιλῆ καὶ σεβάσμιον ἄνθρωπον, εἰ καὶ τομίας ἐτύγχανε, προχειρισάμενος στρατηγόν· τῆς δὲ ἱππικῆς παρατάξεως Μανουὴλ, αὐτανέψιον αὐτοῦ, τῷ τῶν Πατρικίων καὶ αὐτὸν ἀξιώματι διαπρέποντα, ἄνδρα θερμουργὸν καὶ αὐθέκαστον, καὶ ἀπερισκέπτῳ φορᾷ εἴκοντα. ἐπεὶ δὲ περαιωσάμενοι τὸν Ἀδρίαν τῆς Σικελίας προσέσχον, τῶν πορθμείων ἀποβάντες εἰς φάλαγγα παρετάττοντο, καὶ τοσαύτης εὐετηρίας ἀπέλαυσαν παρὰ τὴν ἀρχὴν, ὡς αὐτοβοεὶ τὰς κλεινὰς καὶ περιπύστους Συρακούσας ἑλεῖν καὶ Ἱμέραν, καὶ προσέτι Ταυρομένειον καὶ Λεοντίνους ἀναιμωτὶ παραστήσασθαι. Ἀλλὰ γὰρ οὐκ ἔμελλεν ἡ βάσκανος τύχη διὰ τέλους