Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
τὸν κύριον, ζῶσιν γὰρ οἱ τρεῖς παῖδες. Ἀκούσας δὲ ὁ ἐν ἁγίοις ὅσιος ἐπίσκοπος καὶ οἱ τοῦ λαοῦ ἐχάρησαν, καὶ πέμψαντες σπυρίδαν μεγάλην ἐπέτρεψεν τοὺς τρεῖς ὁμοῦ ἀνενεχθῆναι. Μικροὶ γὰρ ἦσαν ὡς ἀπὸ ἐτῶν ἓξ ἢ ἑπτά. ∆εξάμενος δὲ ὁ κάτω τὴν σπυρίδα καὶ δεσμήσας ἀσφαλῶς ἐκάθισεν τοὺς τρεῖς, παραγγείλας αὐτοῖς κλεῖσαι τοὺς αὐτῶν ὀφθαλμοὺς ἄχρις οὗ τὸ ἄνω φθάσωσιν καὶ λέγειν· Ἰησοῦ Χριστέ, σῶσον. Καὶ ποιήσας τοῦτο, ἐβόησεν μετὰ καταστάσεως σῦραι τὸ σχοινίον, καὶ σύροντες ἔλεγον τὸν ὕμνον τῶν τριῶν παίδων· «Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν». Καὶ ὡς ἔφθασαν καὶ ἐθεάσατο αὐτοὺς ὁ ἐν ἁγίοις ἐπίσκοπος (οὗτος γὰρ ἐτύγχανεν κατὰ τοῦ στομίου τοῦ φρέατος ἑστὼς καὶ κρατῶν τὸ σχοινίον), καὶ πλησθεὶς χαρᾶς καὶ δακρύων ἀνεβόησεν εἰπών· «Εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον, ὑμνεῖτε». Ὡς δὲ ἐπῆραν αὐτοὺς ἐκ τοῦ σπυριδίου, ἠρεύνησαν μή τι τοῦ σώματος αὐτῶν ἔπληκται, καὶ οὐδὲν εὑρέθη φαῦλον ἐν αὐτοῖς, ἀλλὰ μέγα θαῦμα ἐθεασάμεθα.
82 Οἱ γὰρ τρεῖς σταυροειδῆ σημεῖα εὑρέθησαν ἔχοντες ὡς ἀπὸ ξέσματος βελόνης, ὃ μὲν ἐν τῷ μέσῳ τοῦ μετώπου, ὃ δὲ ἐπάνω τῆς δεξιᾶς χειρὸς περὶ τοὺς δακτύλους, ὁ δὲ ἄλλος εἰς τὸν δεξιὸν ὦμον. Ἦν δὲ τὰ σταυρία καλῶς τετυπωμένα, μήτε λοξὰ μήτε σκαμβά, ἀλλ' ἑνὸς μέτρου, ὡς δῆλα αὐτὰ εἶναι θεοσήμεια· οὔτε γὰρ πόνον ἐποίουν αὐτοῖς, ἀλλ' οὐδὲ αἷμα, ἀλλ' ἦν τετυπωμένα ὡς ἀπὸ κινναβάρεως. Ἔμειναν δὲ ἐν αὐτοῖς ἱκανὸν χρόνον πρὸς τὸ πάντας ὁρᾶν καὶ θαυμάζειν· πολλοὶ γὰρ καὶ τῶν ἀλλοεθνῶν θεασάμενοι ἐπίστευσαν.
83 Ἀνενεχθεὶς δὲ καὶ ὁ ἄνθρωπος ὁ καταβὰς χάριν τῶν παιδίων εἰς τὸ φρέαρ, διεβεβαιοῦτο ὅρκοις λέγων ὅτι Ἡνίκα ἔβαλον αὐτοὺς ἐν τῇ σπυρίδι καὶ ἀνεφέροντο, ἐθεώρουν ὡσεὶ ἀστραπὴν κύκλῳ αὐτῶν ἕως ὅτε ἔφθασαν τὸ στόμιον τοῦ φρέατος. Ἐγένετο δὲ χαρὰ τοῖς Χριστιανοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοῖς δὲ εἰδωλολάτραις λύπη καὶ σκάνδαλον. Ἡ δὲ οἰκοδομὴ προέκοπτεν καθ' ἡμέραν, πάντων προθύμως καὶ σπουδαίως ἐργαζομένων· οὔτε γὰρ ἦν ὁ ἀποστερούμενος τὸν μισθὸν αὐτοῦ, ἀλλὰ καὶ περισσὸν παρεῖχεν φιλοτιμούμενος τοὺς ἐργαζομένους· ἔλεγεν γάρ· ∆ίκαιόν ἐστιν ἵνα μὴ λάβῃ κατάραν ἀλλ' εὐλογίαν τὸ πᾶν ἔργον τῆς οἰκοδομῆς.
84 Τῷ δὲ ἑξῆς ἐνιαυτῷ πέμπει ἡ βασίλισσα Εὐδοξία τοὺς στύλους οὓς ἐπηγγείλατο, θαυμαστοὺς ὄντας καὶ μεγάλους, τὸν ἀριθμὸν τριάκοντα καὶ δύο (καλοῦνται δὲ Καρύστιοι), οἵτινές εἰσιν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ σμαράγδων δίκην λάμποντες. Καταπλευσάντων δὲ αὐτῶν, πάλιν ἐδείχθη ἡ σπουδὴ καὶ ἡ προθυμία τοῦ φιλοχρίστου λαοῦ· πάντες γὰρ ἀκούσαντες εὐθέως ἔδραμον ἐπὶ τὸν αἰγιαλόν, οὐ μόνον δὲ ἄνδρες, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες καὶ γέροντες (πάντας γὰρ ὁ πόθος τῆς πίστεως ἐνεδυνάμου), καὶ ἀγαγόντες ἁμάξας, ἐπιθέντες ἕκαστον στύλον εἶλκον καὶ ἀπετίθεντο ἐν τῷ ὑπαίθρῳ τοῦ ἱεροῦ, καὶ πάλιν ὑπέστρεφον καὶ διεκόμιζον ἕτερον ἕως οὗ ὅλους διεκόμιζον. Καὶ ταῦτα μὲν περὶ τούτων. 85 Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπεδήμησεν τῇ πόλει γυνή
85 τις Ἀντιόχισσα καλουμένη Ἰουλία, ἥτις ὑπῆρχεν τῆς μυσαρᾶς αἱρέσεως τῶν λεγομένων Μανιχαίων, καὶ γνοῦσά τινας νεοφωτίστους εἶναι καὶ μήπω ἐστηριγμένους ἐν τῇ ἁγίᾳ πίστει, ὑπεισελθοῦσα ὑπέφθειρεν αὐτοὺς διὰ τῆς γοητικῆς αὐτῆς διδασκαλίας, πολλὰ δὲ πλέον διὰ δόσεως χρημάτων. Ὁ γὰρ ἐφευρὼν τὴν εἰρημένην ἄθεον αἵρεσιν, οὐκ ἄλλως ἠδυνήθη δελεάσαι τινὰς εἰ μὴ διὰ τῆς παροχῆς τῶν χρημάτων. Καὶ γὰρ τὸ μάθημα αὐτῶν, τοῖς γε νοῦν ἔχουσιν, πεπλήρωται πάσης βλασφημίας καὶ καταγνώσεως καὶ γραώδων μύθων ἐφελκομένων γυναικάρια καὶ παιδιώδεις ἄνδρας κοῦφον ἔχοντας τόν τε λογισμὸν καὶ τὴν διάνοιαν. Ἐκ διαφόρων γὰρ αἱρέσεων καὶ δογμάτων Ἑλληνικῶν συνέστησαν ταύτην αὐτῶν τὴν κακοδοξίαν, βουλόμενοι πανούργως καὶ δολίως πάντας προσλαβέσθαι. Θεοὺς γὰρ πολλοὺς λέγουσιν, ἵνα Ἕλλησιν ἀρέσωσιν, ἔτι δὲ καὶ γένεσιν καὶ εἱμαρμένην καὶ