ἀναστολῆς δὲ γενομένης ἐξῄει πρωΐας ὁ βασιλεύς, καὶ τὸν ποταμὸν ἀγχοῦ καταρρέοντα, τραφέντα τῇ ἐπομβρίᾳ, διαπεραιούμενος πολλοὺς τῶν σφετέρων ἀπέβαλε. λήξας δὲ πρὸς μικρὸν τῆς ὁδοιπορίας ὑπὸ σκιὰν ἔστη δένδρου τινὸς ἅμα τισὶ τῶν ὑπερεχόντων, καὶ μετ' ὀλίγον ἠχῆς γενομένης ἐκ τῆς δρυὸς προῄει μικρὸν ὁ βασιλεύς, ὅσον μὴ τῷ μήκει ταύτης καταλαμβάνεσθαι· ῥιζόθεν δ' αὕτη τμηθεῖσα σὺν πολλῇ τῇ βοῇ ὑπτία τῇ γῇ προσήρεισε. γέγονεν ὁ βασιλεὺς ἐνεὸς καταμαθὼν οἵας μικροῦ δεῖν τελευτῆς ἔμελλε τυχεῖν, καὶ ἦν προοίμιον οὐκ ἀγαθὸν τὸ συγκύρημα. Προβιβάζων δὲ τὴν στρατιὰν ἐπεπορεύετο ταύτῃ. ἐπετάχυνε δ' αὐτὸν καί τις φήμη ψευδὴς καὶ οὐκ ἔμπρακτος, τυραννίδος ἀπάρχεσθαι λέγουσα τὸν πρὸς ἑώαν ἀποσταλέντα παρ' αὐτοῦ πολιτικὸν ἄνδρα διὰ τὴν τῶν δημοσίων κτημάτων ἐξίσωσιν. καὶ μέχρι τῆς βασιλίδος γενόμενος καὶ πρὸς τὸ οἰκτρὸν τοῦ συμβάντος εἰκότως ἀνιαθείς, καὶ τὴν κατηγορίαν τοῦ ἄρχοντος ἐπίπλαστον ἐγνωκώς, ἀνελάμβανεν ὅμως τῆς ἀθυμίας ἑαυτόν, καὶ περὶ τὸν κατὰ πρόσωπον τῆς βασιλίδος προεκκείμενον πορθμὸν ἀνιὼν ἐνησχολεῖτο τῇ θήρᾳ, 69 ψυχαγωγῶν ἑαυτὸν τῇ συνεχεῖ γυμνασίᾳ. περὶ δὲ ὥραν ἀρίστου φῶς ἀστραπήβολον τοῖς τόποις ἐκείνοις ἐπέσκηψε· Νεάπολις τούτοις τὸ γνώρισμα. καὶ ὁ βασιλεὺς πληγείς, ὡς λόγος, ἐκεῖθεν ἀκατίοις ἐξαίφνης πρὸς τὰ βασίλεια ὥρμησε, καὶ νοσομαχήσας ἡμέραις τισὶ τὸν μόρον ἐκαραδόκει. καὶ διὰ τοῦτο πρὸς ἐξιλέωσιν τοῦ θείου ἀσπάζεται τὴν μετάνοιαν, καὶ τῆς βασιλικῆς ἐξουσίας τὸν μοναδικὸν καὶ ἀπέριττον ἀνταλλάττεται βίον, βασιλέα προχειρισάμενος οὐ τὸν ὁμαίμονα Ἰωάννην, οὐ τὸν ἀδελφιδοῦν, οὐκ ἄνδρα προσζεύξας τῇ θυγατρί, ἀλλὰ τὸν πρόεδρον Κωνσταντῖνον τὸν ∆ούκαν, ὃς αὐτῷ συνίστωρ καὶ συναγωνιστὴς περὶ τὴν τῆς βασιλείας κατάκτησιν διὰ παντὸς ἐχρημάτισεν. αὐτὸς δ' ὁ Κομνηνὸς μοναχικοῖς ῥάκεσιν τὴν τοῦ Στουδίου καταλαμβάνει μονήν, ἔτι τῇ νόσῳ τρυχόμενος, ζήσας μέν ...., βασιλεύσας δὲ ἔτη δύο καὶ μῆνας τρεῖς, ἐπιζήσας δὲ τούτων ἐλάττονα τῷ μοναχικῷ. Μετὰ δὲ τὴν τελευτὴν ὑγρότητος μεστὴ θεαθεῖσα ἡ τούτου σορὸς πολὺν λόγον εἰς τὸν δῆμον ἐκίνησε, τῶν μὲν τιμωρίαν εἶναι λεγόντων καὶ κολάσεως ἔνδειγμα τὸ φανὲν διὰ τὸν πολὺν φόνον ἐκεῖνον τὸν ἐκ τοῦ κροτηθέντος ἐμφυλίου πολέμου γενόμενον περὶ Νίκαιαν. ἄλλοι διὰ τὴν τῶν πολλῶν κάκωσιν καὶ ὑστέρησιν μερικὴν καὶ καθόλως τῶν διδομένων τοῖς πλείστοις ἐπετείως ἐκ τῶν βασιλικῶν θησαυρῶν, ἄλλοι διὰ 70 τὴν τῶν ναϊκῶν καὶ ἰδιωτικῶν κτημάτων ἀφαίρεσιν, ἕτεροι διὰ πάντα. ἄλλοι διὰ σωφρονισμῶν τῶν μετέπειτα μόνον, οὐχὶ τοῦ μεταλλάξαντος κόλασιν· συνέβαλον γὰρ τὴν μετάνοιαν ὅτι τὴν θείαν φιλανθρωπίαν ἐκκαλεῖται πρὸς ἔλεον. οἱ δὲ τούτων ἐναντίοι μετάμελον θρέψαι τὸν ἄνδρα μετὰ τὴν ἀναχώρησιν ἔλεγον, καὶ κατὰ τοῦτο τῆς μεταβιώσεως μὴ ἀπόνασθαι. οἱ δὲ τὸ ῥεῦσαν ἁγιωσύνης ἔργον ἐτίθεντο διὰ τὴν μετὰ ταῦτα μᾶλλον μετάνοιαν, καὶ τὸ δειχθῆναι πᾶσιν ὡς οὐκ ἔστιν ἁμάρτημα τὸ τὴν θείαν εὐμένειαν βιαζόμενον, εἰ τῶν κακῶν τις ἐκκλίνας τὸ ἀγαθὸν ἕλοιτο. ἐγὼ δὲ ἀμφοτέρων τὴν γνώμην ἐπαποδέχομαι τῷ τὴν μὲν κωλυτικὴν εἶναι μελλόντων κακῶν, τὴν δὲ προτρεπτικὴν ἀπὸ τοῦ χείρονος πρὸς τὸ βέλτιον· καὶ οὐδενὸς τὴν ἥττω καταψηφίζομαι. Ἀλλ' ὅ μοι λέγειν ὁ λόγος ὥρμητο, ἐπιλαβόμενος τῶν βασιλικῶν σκήπτρων Κωνσταντῖνος ὁ ∆ούκας συνήθροισε τὰ σωματεῖα τῆς πόλεως, καὶ λόγους ἐπιεικείας γέμοντας ἐδημηγόρησε πρὸς αὐτούς, "ἐμὲ" φήσας, "ὦ ἄνδρες, βασιλέα τεθεικὼς τῶν ἐπὶ γῆς ὁ βασιλεύων ἐν οὐρανοῖς τῆς ἁπασῶν μεγίστης τιμῆς πεποίηκε μέτοχον. ἐγὼ δὲ οὐκ ἂν ψεύσαιμι τὰς πρὸς ἐκεῖνον συνθήκας, ἀλλ' εὐμενὴς καὶ φιλάνθρωπος ἔσομαι, πατήρ τε τοῖς νέοις, καὶ τοῖς ἥλιξιν ἀδελφός, καὶ 71 βακτηρία τοῖς γέρουσι, καὶ παῖς τῇ διαθέσει καὶ μιμήσει τῆς φύσεως. εὐθηνήσετε δὲ ἐν ἐμοί, καὶ τὸ προφητικὸν πληρωθήσεται·