καὶ κατ' ἄλλο καὶ ἄλλο μόριον ἐνεργεῖ. δοκεῖ ὡς μία οὖσα ταῦτα ἐνεργεῖ. εἰ γὰρ διῄρηται, ἀνάγκη τὰ μόρια ἢ διακεκριμένα εἶναι ἢ ἡνωμένα. εἰ διακέκριται, πῶς ἔσται τὸ ζῷον ἕν; 45 εἰ δὲ συνεχές ἐστιν, ἀνάγκη καὶ τὰς φυτικὰς δυνάμεις ἡνωμένας εἶναι αὐτῷ. οὐδὲν ἄτοπον τὴν ψυχὴν μίαν οὖσαν διαφόροις κεχρῆσθαι ἐνεργείαις. Ἀριστοτέλης μίαν οὐσίαν εἶναι βούλεται τῆς ψυχῆς, ἐκ διαφόρων συγκειμένην οὐσιῶν ἡνωμένων. τί δὲ τὸ ἑνοῦν ταύτας; ἐν οἷς τὸ μὲν εἴδους λόγον ἐπέχει, τὸ δὲ ὕλης, οὐ δεῖ ζητεῖν τὸ ἑνῶσον· οἴκοθεν γὰρ ἡ ἕνωσις, ὥσπερ ὁ σίδηρος ἀποξεσθεὶς καὶ ἐπιτήδειος γεγονὼς εἰς σκέπαρνον καὶ πρίονα, οὐ δεῖ ἄλλο τι εἶναι τὸ ἑνοῦν τὸ τοιόνδε σχῆμα τῷ σιδήρῳ, ἀλλ' αὐτομάτως συμφ[ύεται ταῦτα] ἀλλήλοις· ὕλη γὰρ καὶ εἶδος τῶν πρός τι, τὰ δὲ πρός τι ** ἡ ἄλογος ψυχὴ ὡς ὕλη πρὸς τὴν λογικὴν καὶ ἡ φυτικὴ πρὸς τὴν ἄλογον ὁμοίως. ἀλλὰ καὶ ἑνοῦν τοῦτο ἂν εἴπωμεν, ὅτι ἡ φυτικὴ ψυχὴ ὕλη πρὸς τὴν ἄλογον. κατὰ συμβεβηκὸς εἰς ὁμοιομερῆ διαιρεῖται μέρη ἡ ψυχή (τῷ γὰρ διαιρεῖσθαι <τὸ> ἐν ᾧ ἐστι σώματι καὶ αὐτὴ συνδιαιρεῖται) ὡς ἐπὶ τῶν φυτῶν <καὶ τῶν> ἐντόμων. ἑκάστη τῶν δυνάμεων τῆς ψυχῆς κεκλήρωται μόριον τοῦ σώματος, οὗ πρώτως ἱδρυμένη ἐνεργεῖ. Ψυχή ἐστιν ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. ἐπὶ πλέον τῆς ἐνεργείας ἕξις, διότι ἀεὶ καὶ πᾶσι τοῖς ἔχουσι παρακολουθεῖ. καὶ ἔνθα μὲν κατὰ προχείρισιν ἐνέργεια, ἐκεῖ καὶ ἡ ἕξις, οὐ μὴν καὶ ἀνάπαλιν. τινὲς οὐκ ἀποδέχονται τὸν ἀποδοθέντα ὅρον τῆς ψυχῆς, ὅτι οὐκ ἔστι κοινὸν γένος τῆς ψυχῆς, ὡς οὐδὲ τῶν ἀτόμων. ἄλλως τε καὶ ἢ ὁμώνυμος ἡ ἐντελέχεια ἐπὶ τοῦ χωριστοῦ καὶ ἀχωρίστου σώματος λεγομένη. ἡ ἄλογος ψυχὴ καὶ ἡ φυτικὴ χωρὶς τοῦ ὑποκειμένου ἐνεργεῖν οὐ δύναται. ἡ δὲ λογικὴ μόνῃ τῇ ἐνεργείᾳ, ἤγουν τῇ αὐτῆς βουλήσει, κινεῖ τὸ ζῷον, ὡς ὀργάνῳ τῇ ἀλόγῳ χρωμένη. Οὐδεμίαν τῶν κατηγοριῶν ἐφαρμόττει τῇ ψυχῇ Ἀριστοτέλης εἰ μὴ τὴν οὐσίαν, ἣν ὑποδιαιρεῖ <εἴς τε τὴν> σύνθετον καὶ ἁπλῆν, καὶ τὴν ἁπλῆν εἴς τε τὴν ὕλην διαιρεῖ καὶ τὸ εἶδος. σύνθετα δὲ οὐ τὰ τεχνικὰ λέγει ἀλλὰ τὰ φυσικά, ὧν τὰ μὲν ἔχει ζωὴν καὶ εἰσὶν ἔμψυχα, τὰ δὲ οὐκ ἔχει. Ἐντελέχεια λέγεται παρὰ τὸ ἓν καὶ τὸ τέλειον καὶ τὸ συνέχειν. καὶ γὰρ τὸ εἶδος καὶ τελειοῖ καὶ συνέχει καὶ ἑνοῖ. τὸ δὲ «δυνάμει ζωὴν ἔχοντος» 46 εἶπεν ἀντὶ τοῦ διωργανωμένου, ὃ οὔτε τὸ σπέρμα οὔτε ὁ νεκρός. <ζῷον> τοῦ ζῆν ἐπὶ πλέον· ζῇ γὰρ καὶ τὰ ἔμβρυα, ζῷα δὲ παρ' ** ἐν οἷς ἐπιδιστάζεται. ** τὸ εἶδος καὶ ἐντελέχεια· οὐ μὴν καὶ ἀνάπαλιν. ἡ γὰρ ἀπὸ τῆς ἕξεως ἐνέργεια ἐντελέχεια, οὐ μὴν καὶ εἶδος. ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ πέφυκε χωρίζεσθαι ἡ ἐνέργεια τῆς ἕξεως, ὡς ἡ ἐνέργεια τοῦ διδασκάλου τῆς τοῦ μαθητοῦ ἕξεως. ἐν δὲ τοῖς θείοις σύνδρομος ἕξις τῇ ἐνεργείᾳ· ἄνευ γὰρ δυνάμεως ἐνέργειαί εἰσιν. Ἔχουσι καὶ τὰ φυτὰ ὄργανα ἁπλᾶ, ἰδίαν ἕκαστον ἐνέργειαν ἔχοντα. ἐπὶ δὲ τῶν ζῴων τὰ ὄργανα πολλὰς καὶ ποικίλας ἔχει, ἐπειδὴ τῶν ζῴων αἱ ψυχαὶ ποικίλαι ταῖς ὁρμαῖς, τῶν δὲ φυτῶν ἁπλαῖ. Καρπός ἐστιν αἱ κεγκραμίδες τοῦ σύκου κυρίως καὶ τῶν ἐλαιῶν οἱ πυρῆνες, περικάρπιον τὸ περικεχυμένον αὐτοῖς ὑγρὸν μετὰ τοῦ δέρματος. Πρώτη δύναμις τῆς φυτικῆς ψυχῆς <ἡ> γεννητική, τοῦτο γὰρ τέλος τῆς φύσεως τὸ φυλάττειν τὰ ὑποκείμενα· δευτέρα ἡ αὐξητικὴ ὡς τελειοῦσα καὶ εἰς τὸ κατὰ φύσιν μέτρον ἄγουσα· τρίτη ἡ θρεπτικὴ ἧς ἔργον ἐστὶ τὸ σῴζειν τὸ εἶδος, μέχρι γὰρ <τοσούτου> σῳζόμεθα ἔστ' ἂν τρεφώμεθα. Ὡς ὄψις κρείττων ἀκοῆς, καὶ αὕτη ὀσφρήσεως κἀκείνη γεύσεως καὶ ἁφῆς. ἡ ἁφὴ δοκεῖ μηδὲ αἴσθησις εἶ<ναι>· αἱ γὰρ ἄλλαι ἔχουσιν ἰδίας ἀντιθέσεις, μέλαν λευκόν, βαρὺ ὀξύ, καὶ τὰ