ἀποκτενοῦντας τὸν αὐτοκράτορα, εἰ μή γε ταχὺ καταβαίη καὶ αὐτῷ τὴν κεφαλὴν ὑποκλίνοι, ὁ δὲ τὴν τυραννικὴν δείσας ὠμότητα καὶ καταπτήξας μή τι πάθῃ δεινότερον, οὐ πολλῶν ἐδεήθη λόγων, ἀλλ' αὐτόθεν ὑποφρίξας τό τε σχῆμα μετέθετο καὶ πρὸς τὸν τύραννον ἄπεισι, τὰς ὅλας ἐλπίδας ἀπεγνωκώς. ὁ δὲ μιμεῖται μόνον ἐνταῦθα τὸν σεβαστὸν καίσαρα ἢ Μάρκον ἐκεῖνον τὸν ἐν βασιλείᾳ φιλοσοφήσαντα ἢ πρὸ πάντων καὶ ἀντὶ πάντων τὸν μέγιστον ἡμῶν αὐτοκράτορα, εἰ καὶ μόνον ἐγνώκει. καὶ μετ' ἐνίων τῶν δορυφόρων ὑπαντᾷ τούτῳ μεταθεμένῳ τὸ κράτος καὶ περιφὺς ἡδέως ἀσπάζεται· καὶ βακτηρίαν αὐτῷ ἐγχειρίζει ἐλεφαντίνην καί, ὡς πραότερον αὐτῷ ἔσοιτο, ἐπαγγέλλεται, ἐπειδὰν τῶν σκήπτρων καθαρῶς ἐπιλάβοιτο. τοιοῦτόν τι καὶ ὁ ἀσεβήσας Ἰουλιανὸς Κωνσταντίῳ ἐπεποιήκει τῷ πάνυ. ἀποστασίαν γὰρ κατ' αὐτοῦ ὠδίνας καὶ ἐπανάστασιν καὶ τυραννικῶς προσεληλυθώς, ἐπειδὴ πρὸς τῇ πόλει ἐγένετο καὶ ὁ βασιλεὺς ἐτεθνήκει, λαμπρᾷ τοῦτον τιμᾷ ἐκφορᾷ καί, ᾧ ζῶντι ἐμάχετο, σπένδεται τεθνηκότι· καὶ τὴν ταινίαν τῆς κεφαλῆς ἀποθέμενος πρὸ τῆς κλίνης ἐβάδισε. Καὶ τούτῳ μὲν τὰ τοῦ καιροῦ προσαγορεύσας τε καὶ προσφωνήσας ἐπὶ τὴν ἀκρόπολιν αὖθις ἐπάνεισι. δυσὶ γὰρ προσβαλὼν καὶ ῥᾷστα τὸν ἔτερον χειρωσάμενος ἐπὶ τὸν λειπόμενον ἐπεπόρευτο. ὡς δ' ἔγνω τὰ τῆς προνοίας ζυγὰ ὅλαις ῥοπαῖς πρὸς ἐκεῖνον ἐπικλινῆ πάντων ἁπαξαπλῶς πάσαις ἐκεῖνον ἀνακαλουμένων φωναῖς καὶ πρὸς πᾶν ἄλλο δυσχεραινόντων ὄνομά τε καὶ ἄκουσμα-πᾶσα γὰρ αὐτῶν πρὸς τοῦτο πεῖρα καθίκετο-ὡς δὲ τὸ πᾶν τῆς προσβολῆς ἀπεκρούσατο, οὐχ, ὅ φασι, πρύμναν ἐκρούσατο, ἀλλὰ πρὸς ἐκεῖνον ἐτράπετο, καὶ τὴν ἀνάγκην τοῦ πράγματος γνώμης ποιεῖται φιλοτιμίαν, καὶ τοῖς σπουδασταῖς ἑαυτὸν δίδωσι καὶ συμπράττειν τηνικαῦτα ἠξίου θεῷ. καὶ τὸν θάλαμον ἑτοιμάζει καὶ κατακοιμίζει τὰ πνεύματα καί, ὥσπερ ὁ Ξέρξης, ἐπιστέλλει τῷ Ἑλλησπόντῳ, ἵνα λειοκυμονήσας πράως πομποστολήσῃ τὸν αὐτοκράτορα. ὅτι μὲν οὖν αὐτόθεν τυραννήσας ἐλήλεγκται, ὡς εἰδότων ὑμῶν, οὐδὲν δέομαι λέγειν. εἰ δέ τις ἀμφιβάλλειν τῷ λόγῳ ἕλοιτο, πρὸς ἐκεῖνον, εἰ βούλεσθε, προλαβὼν σκιαμαχήσω τὴν ἐναντίωσιν. πρῶτα δέ, εἰ βούλεσθε, τί ποτέ ἐστι καθοσίωσις καὶ τί ποτε τυραννίς, ἀνεκτῶς ὁρισώμεθα. ἔπειτα ἐρήσομαι ὑμᾶς, εἴ γε μὴ πατὴρ οὗτος καθεστήκοι αἰτιῶν, αἷς ἑαυτὸν ἐμβεβλήκει ἀκριβῶς κατὰ βασιλέων ὁμοῦ μελετήσας καὶ τυραννήσας. Ἔστι τοίνυν καθοσίωσις, ὡς αὐτὸ τοὔνομα δηλοῖ, γνώμη πονηρὰ καὶ θρασεῖα κατὰ βασιλικῆς μελετήσασα ὁσιότητος, τυραννὶς δὲ αὐτοχειροτόνητος βασιλεία καὶ τῶν καθεστηκότων νόμων ὀλιγωρία. πότερον οὖν τὴν κατὰ βασιλέων ἐπιβουλὴν διεσκέψατο οὗτος καὶ ἐμελέτησεν ἢ πρὸς τῇ σκέψει καὶ αὐτὸ τὸ ἔργον προσέθηκεν; οὐ πρότερον μὲν τοῖς συνωμόταις ἐσπείσατο καὶ τῷ λῃστηρίῳ φέρων ἐπέδωκεν ἑαυτόν, εἶτ' αὖθις τὸν κατὰ τῆς ὁσιότητος πόλεμον ἀνερρίπισε καὶ ἐφ' ὅσον ἐφ' ἑαυτῷ αὐτόχειρ βασιλέως ἐγένετο; οὐ τοὺς διαχρησομένους ἔπεμψεν; οὐ καθεῖλε τοῦ θρόνου; οὐ τὰ σκῆπτρα ἀφείλετο; οὐ τοῦ ἀξιώματος κατεβίβασεν; ἆρα λείπεταί τι τῶν ὅσα πληροῦν οἶδε τὴν καθοσίωσιν; ἦ καὶ ὑπερχειλὴς ὁ κρατήρ. εἰ γὰρ τὸν ἁπλῶς μελετήσαντα βασιλέως ἐπιβουλὴν ἢ ἄλλως κατ' αὐτοῦ θρασυνάμενον καθοσιοῦμεν εὐθὺς καὶ ὑπὸ τὸ εἶδος τιθέαμεν τοῦ ἐγκλήματος, τὸν ὁμοῦ καὶ διασκεψάμενον καὶ τὸ τέλος ἐπαγαγόντα τῆς διασκέψεως ποῦ λόγου θήσομεν ἢ τίνος ὀνόματος ἢ ἐγκλήματος ἀξιώσομεν; ἐγὼ μὲν οὐκ οἶδ' ὅ τι χρὴ τὸ πρᾶγμα καλέσαι ἢ τίνα τὴν τιμωρίαν ἐπαγαγεῖν· οὐδέ τινα τῶν πολιτικῶν νόμων ἢ ἱερατικῶν εὑρεῖν ἄχρι τούτου δεδύνημαι περὶ πατριάρχου διοριζόμενον, εἰ μανῆναι κατὰ βασιλέως βουλήσεται. τοσοῦτον ὑπερβάλλει τὸ πρᾶγμα καὶ ὁ νομοθέτης ἄπαν κακίας εὑρηκὼς ὕψωμα τοῦτο μόνον οὐκ ᾠήθη δεῖν τὸν ἅπαντα χρόνον πραχθήσεσθαι. ἀλλ' ἔδει τὸ ἅπαξ ἄνω τετολμημένον καὶ τὴν ἀγγελικὴν