15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
με», καὶ αὖθις μετ' οὐ πολλά, «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με». τῇ μὲν κτίσει τὸ διὰ τί ἔκτισται πρόσκειται· «ἔκτισε γάρ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ»· ἡ δὲ γέννησις ἀπρόσθετός ἐστι καὶ ἀναίτιος. τί οὖν ἐστι τὸ ἐντεῦθεν καταλαμβανόμενον; ὡς ὁ υἱὸς τοῦ θεοῦ γεννᾶται παρὰ τοῦ πατρὸς ὑπὲρ αἰτίαν καὶ λόγον, κτίζεται δὲ ἐπ' ἐσχάτων τῶν αἰώνων, «τὴν τοῦ δούλου μορφὴν» ὑποδὺς διὰ τὴν ἐμὴν σωτηρίαν. τῷ μὲν οὖν «κύριος ἔκτισέ με» τὴν δευτέραν προσαρμόσεις γέννησιν· τῷ δὲ «πρὸ πάντων βουνῶν γεννᾷ με» τὴν πρώτην τε καὶ ἀναίτιον. τέθεικε δὲ τὴν δευτέραν ἐν πρώτοις ὁ Σολομῶν, ὅτι μὴ ἱστορικὸς ὁ λόγος, ἀλλὰ προφητικός. «κύριος» οὖν φησιν ἡ μετὰ τοῦ προσλήμματος σοφία «ἔκτισέ με» διὰ τὴν τῆς σαρκὸς πρόσληψιν· «ἀρχὴν» δὲ «τῶν ὁδῶν αὐτοῦ» ἤτοι τῶν περὶ τὸν ἄνθρωπον οἰκονομιῶν· «εἰς ἔργα αὐτοῦ», τουτέστιν εἰς τὰ δημιουργήματα, καὶ μάλιστα τὰ λογικὰ καὶ θνητά, δι' ἃ δὴ καὶ τῶν κρειττόνων οἰκονομιῶν προκατήρξατο, καὶ ἐμὲ τούτων ἀρχὴν τέθεικεν. Ἀλλὰ πῶς τὰ μετὰ ταῦτα σώσομεν; «πρὸ γὰρ τοῦ αἰῶνος» φησίν «ἐθεμε λίωσέ με», οὐ δήπου δὲ πρὸ τοῦ αἰῶνος τὸ τῆς οἰκονομίας ἐτελέσθη μυστήριον. ἢ ὅτι, ἐπειδὴ διπλῆ τις ἦν ἡ σοφία, ὅτε ταῦτα ἐφθέγγετο, θεὸς γὰρ καὶ ἄνθρωπος, ἵνα μὴ διὰ τὸ «ἔκτισε» καὶ αὐτὴν δὴ τὴν ὑπόστασιν, ἥτις ἦν ὁ θεὸς αὐτός, ὑπολήψῃ θνητήν, διὰ τοῦτο τὸν λόγον ἐπανορθού μενος, «πρὸ τοῦ αἰῶνος» φησίν «ἐθεμελίωσέ με»· ὃν γὰρ σύ, φησίν, ὁρᾷς ἄνθρωπον ἀπὸ Μαρίας τὴν ἀρχὴν ἐσχηκότα, ἐγὼ πρὸ τοῦ αἰῶνος γεγεν νημένος ἦν τῷ πατρί. ἢ οὖν διὰ ταῦτα ἐπαναλαβὼν εἴρηκεν, ἢ τἆλλα δὴ ἀλληγορώτερον αὐτὸς ἄκουσον. «πρὸ τοῦ αἰῶνος» φησίν «ἐθεμελίωσέ με»· αἰῶνα γὰρ ἐνταῦθα τὴν βασιλείαν νόησον τοῦ θεοῦ, πρὸς ἣν διὰ τῆς τοῦ υἱοῦ σαρκώσεως ἀνερχόμεθα· οὐ γὰρ πρὸς τὸν παράδεισον ὃν ἀπωλέσαμεν ἐπαναστρέφομεν, οὐδὲ πρὸς τὴν προτέραν ζωήν, ἀλλὰ πρὸς ἀμείνονα καὶ θειοτέραν κατάστασιν. «ἐγώ» γάρ φησιν «ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν». ἀρχὴ δὲ τῆς τοιαύτης διαγωγῆς ἐγένετο σαρκωθεὶς ὁ υἱός. Ἀλλὰ καὶ «πρὸ τοῦ τὴν γῆν ποιῆσαι». πάλιν γὰρ ἐνταῦθα γῆν, ἣν «πατοῦσι πόδες πραέων», νοήσεις «τὴν ἄνω Ἱερουσαλήμ», ἥτις δὴ ἀρχηγὸν ἔσχε τῆς οἰκείας δημιουργίας τὸν σαρκωθέντα θεοῦ [λόγον]. «καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι»· ἦν μὲν γὰρ ἀεὶ φιλανθρωπίας ἄβυσσος ὁ πατήρ, μᾶλλον δὲ γέγονεν ὅτε δὴ ὁ υἱὸς «ἱλαστήριον» ὑπὲρ ἡμῶν πρὸς τὸν πατέρα γέγονε· «δι' αὐτοῦ» γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν». «Καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων». ὕδατα δὲ ἐνταῦθα τροπικῶς νοήσεις πάντα τὸν ἐν σκιαῖς νόμον ἐν εἰκόνι προτυποῦντα τὰ μέλλοντα, ὃς εἶχε μὲν τὰς ποτίμους πηγὰς κεκρυμμένας ἐν ἑαυτῷ, ἀφῆκε δὲ ταύτας σαρκωθέντος τοῦ λόγου· μετὰ γὰρ τὴν οἰκονομίαν τὰς ἐκβάσεις ἐγνώκαμεν τῶν ἐμφάσεων. Ἀλλὰ καὶ «πρὸ τοῦ ὄρη ἑδρασθῆναι»· ὀρῶν δὲ ἕδρα ἡ ἀκριβὴς τῶν νοημάτων περὶ τὴν θεολογίαν κατάστασις, ὧν πάντων ἡ σοφία τὸ καθ' ἡμᾶς προσλαβοῦσα αἰτία καὶ ἀρχὴ γέγονεν. Οὕτω μὲν οὖν αὐτὸς τὸ χωρίον ἐπεξηγοῦμαι, ὁ δὲ μελῳδὸς ἐκεῖνος Κοσμᾶς εὐθὺς τὴν παροιμίαν κατατεμών, τὸ μὲν «εἰς ἔργα αὐτοῦ» τῷ τῆς οἰκονομίας μυστηρίῳ προσῆψε, τὸ δὲ «ἀρχὴν ὁδῶν αὐτοῦ» τῇ πρώτῃ καὶ θείᾳ γεννήσει· εἴτε δὲ ἐκεῖνος καλῶς εἴρηκεν εἴτε αὐτὸς ἐγὼ κάλλιον, ὑμεῖς ἂν αὐτοὶ γνοίητε.
11 κθʹ. Εἰς τὸ τροπάριον τοῦ κανόνος τῆς Μεταμορφώσεως ἐκ τῆς πέμπτης ᾠδῆσ «Τὸ ἀρχέτυπόν σου», φησὶ τὸ τῆς ∆αμασκοῦ κάλλιστον θρέμμα, Ἰωάννης ὁ μελῳδός, ὡς πρὸς τὸν θεὸν τοὺς λόγους ποιούμενος, «ἐν τῷ πλάσματι κάλλος ὑπέδειξας», καὶ προστίθησιν· «οὐχ ὡς ἐν εἰκόνι, ἀλλ' ὡς αὐτὸς ὢν κατ' οὐσίαν», καὶ τὸ τοῦ μέλους
ἀκροτελεύτιον· «ὁ θεὸς χρηματίσας καὶ ἄνθρωπος».