1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

24

ὁ θεός· ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ. τὸ δὲ τούτων γνήσιον γέννημα, τί φησιν; οὐ γὰρ ἐψευσάμην ῥήμασιν ἁγίου θεοῦ μου. εἶδες ἀγάπην οἵαν ἔχει εἰς θεόν, πῶς τὸν ἐπὶ πάντων ἰδιοποιεῖται θεόν; ἐπαίνεσον αὐτοῦ καὶ τὴν διὰ πάντων ἀλήθειαν· καὶ σκόπει, μεθ' ὅσης τῆς πρὸς θεὸν ἀγάπης τοὺς λόγους προέφερεν. 6, 1114 τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή; μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μού εἰσι χάλκειαι; ἢ οὐκ ἐπ' αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπ' ἐμοῦ ἄπεστιν. ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέ με. μὴ γὰρ ἀνάλγητος ἢ λίθινος ἢ χαλκοῦς εἰμι; φησίν. οὐκ ἀνθρώπου σάρκα περίκειμαι; οὐκ ὀλιγοχρόνιος τυγχάνω; μηδεὶς οὖν ἀλγοῦντι μεμφέσθω καὶ ἀπαλλαγὴν αἰτοῦντι τῶν παρόντων δεινῶν. καὶ τὰ μὲν τοῦ σώματος τοιαῦτα· ὃ δὲ μάλιστα τὴν ἐμὴν ἀνιᾷ ψυχήν, τὸ ἐκ τῶν παρόντων τεκμαίρεσθαι, ὡς ὁ ὑπ' ἐμοῦ ποθούμενος θεός, εἰς ὃν τὴν πᾶσαν μου τῆς ζωῆς ἐλπίδα ἀνήρτησατὸ γὰρ ἐπεποίθειν ἀντὶ τοῦ πέποιθα κεῖται τῶν χρόνων συνεχῶς ἐν παντὶ τῷ βιβλίῳ παρηλλαγμένων, ἐγκατέλειψέ με καὶ τῆς οἰκείας ἐπισκοπῆς καὶ τῶν οἰκτιρμῶν ἐγύμνωσεν. διὰ ταῦτα μάλιστα ὁ δίκαιος ἠθύμει. καὶ σκοπείτω γε ἕκαστος τῶν τῇ θείᾳ τετρωμένων ἀγάπῃ, ὅσην ὀδύνην ἐμποιεῖ λογικῇ ψυχῇ τὸ ὑποπτεύειν ἐγκαταλελεῖφθαι παρὰ τοῦ ποθουμένου θεοῦ. εἰ γὰρ οἱ γυ 71 ναικὸς ἔρωτι τρωθέντες, εἶτα, ἐὰν ὑπεροφθέντες τύχωσιν, ἀβίωτον ἡγοῦνται τὸν βίον καὶ ἀφορήτοις ἀνίαις βάλλονται, τί ἂν πάθοι ψυχὴ τῇ εἰς θεὸν ἀγάπῃ τρωθεῖσα καὶ ἐγκατάλειψιν ὑπομεμενηκέναι νομίζουσα; εἶτα ἐπιφέρει τὰ αὐτῷ συμβεβηκότα, ἐξ ὧν ὑπώπτευε παρῶφθαι παρὰ τοῦ θεοῦ· 6, 1518 οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με. οἵτινές με διηυλαβοῦντο, νυνὶ ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς· καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν, οὕτω κἀγὼ κατελείφθην ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην. κρύσταλλος μέν ἐστιν ἡ δυσδιάλυτος χιών, ἐφ' ἧς καὶ βαδίζειν ἔστιν. ὥσπερ οὖν, φησίν, χείμαρρος ἐκλείπων ἢ κῦμα παρελθὸν ἢ χιὼν ἢ κρύσταλλος ὑπὸ ἡλιακῆς διαλυθέντα θέρμης οὐδὲ ἴχνος ἐγκαταλιμπάνουσιν, τὸν αὐτὸν οἶμαι τρόπον ὡς μηδὲ ὄντα με ἐλογίσαντο, καὶ ταῦτα οἱ διὰ γένους ἐγγύτητα συμπαθεῖν ὀφείλοντες. ἔστι δὲ καὶ ἄλλο τι χαλεπώτερον· οἱ γὰρ πρότερόν με διευλαβούμενοι νῦν ταῖς ἐμαῖς ἐπεμβαίνουσι συμφοραῖς. τὸ δὲ ἔξοικος ἐγενόμην ἀντὶ τοῦ· πανέστιος ἀπόλωλα. τὰ παραπλήσια καὶ ὁ μέγας ∆αυὶδ ἀποδυρόμενος ἔλεγεν· ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. 72 6, 19 ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς δὲ Σαβῶν, οἱ διορῶντες· καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες. ἕτερος τῶν ἑρμηνευτῶν οὕτως ἐκδέδωκεν· _ἀ_π_ο_β_λ_έ_π_ο_υ_σ_ι_ν_ _ε_ἰ_ς_ _ὁ_δ_ο_ὺ_ς_ Θαιμάν, ὁδοιπορίας Σαβὰ προσδοκῶσιν ἑαυτοῖς. τοὺς ἐπὶ πλούτῳ τοίνυν καὶ δυναστείᾳ μέγα φρονοῦντας ἐκ τῆς καθ' ἑαυτὸν μεταβολῆς νουθετεῖ, μὴ ἐλπίζειν ἐπὶ τῇ τούτων ἀδηλίᾳ. οἱ γὰρ προσέχοντες, φησίν, εἰς τὰς ὁδοὺς τῆς Θαιμὰν καὶ τὰς ἀτραποὺς τῶν Αἰθιόπων (Σαβὰ γὰρ οἱ Αἰθίοπες)τουτέστιν· οἱ ἐκ τῆς ἐμπορίας τῆς πρὸς τούτους κέρδη προσδοκῶντες, μὴ πεποίθετε ἐπὶ χρήμασιν· αἰσχύνην γὰρ ὀφειλήσουσιν οἱ ἐπὶ τούτοις ἐλπίζοντες. ἢ καὶ ἄλλως ἔστιν ἐννοεῖν, ὡς χωρία ἐπιδείκνυσι πάλαι μὲν εὐδαίμονα, τότε δὲ ἔρημα καὶ ἐρείπια τυγχάνοντα καί φησιν, ὅτι· εἰς ταῦτα ἀποβλέψατε καὶ μὴ πιστεύετε τῇ τοῦ πλούτου ἀδηλότητι. εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνο, παραινεῖ μὴ πεποιθέναι ἐπὶ χρήμασιν ἢ δυναστείᾳ. 6, 21 ἀτὰρ δὴ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε. ἀλλ' ἔστω, φησίν, ἐκεῖνοι παρεῖδόν με· διὰ τί καὶ ὑμεῖς, οἱ ἐμοὶ φίλοι, οὕτω πικροῖς τοῖς κατ' ἐμοῦ λόγοις ἐχρήσασθε; εἶτα ἀρίστη τοῦ φιλοσόφου καὶ φιλοθέου συμβουλὴ τὸ δεῖν εἰς τὰς ἑτέρων προσέχοντας συμφορὰς εὐλαβέστερον ἕκαστον γίνεσθαι καὶ περίφοβον. 6, 2223 τί γάρ; μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ' ὑμῶν ἰσχύος ἐπιδέο 73 μαι ὥστε σῶσαί με ἐκ