ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. [Ὠριγένης φησίν] ὁ δοκιμάζων καθ' ἕκαστον ὧν λέγει καὶ πράττει καὶ ἐννοεῖ τὸ εὐάρεστον τῷ Κυρίῳ, δυνήσεται καὶ βλέπειν ἀκριβῶς ἐκ τῆς πολλῆς προσοχῆς πῶς περιπατήσει, ὁ δὲ βλέπων ἀκριβῶς πῶς περιπατήσει πάντως ἐστὶ σοφός. καὶ ἐπεὶ πρόθεσίν τινες ἔχουσι χρηστοτέραν, οὐ σοφοὶ δὲ τυγχάνοντες θέλουσι βλέπειν ἀκριβῶς πῶς περιπατοῦσι, προσέθηκε τὸ μὴ ὡς ἄσοφοι ἀλλ' ὡς σοφοί· σοφίας δὲ ἔργον τὸ βλέπειν ἀκριβῶς καὶ τὰ ἠθικά. ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. οἱονεὶ ἑαυτοῖς τὸν καιρὸν ὠνούμενοι, ἔχοντα ὡς πρὸς τὸν ἀνθρώπινον βίον πονηρὰς ἡμέρας. ὅτε οὖν εἴς τι δέον τὸν καιρὸν καταναλίσκομεν, ὠνησάμεθα αὐτὸν καὶ ἀντηγοράσαμεν ἑαυτοῖς ὡσπερεὶ πεπραμένον τῇ τῶν ἀνθρώπων κακίᾳ· οὐδεὶς δὲ βιωτικώτερον ζῶν καὶ ἐν φροντίσιν ἢ μερίμναις τυγχάνων ἐώνηται ἑαυτῷ τὸν καιρόν, ἀλλ' ὁ μόνος εἴς τι δέον καὶ τὴν κτῆσιν τοῦ μακαρίου βίου ἀναλίσκων αὐτόν. ἐξαγοραζόμενοι δὲ τὸν καιρὸν ὄντα ἐν ἡμέραις πονηραῖς οἱονεὶ μεταποιοῦμεν τὰς πονηρὰς ἡμέρας εἰς ἀγαθάς, καὶ ὡσπερεὶ ἑαυτοῖς ποιοῦμεν αὐτὰς εἶναι οὐ τοῦ ἐνετῶτο αἰῶνο ἡμέρας
πονηρὰ ἀλλὰ τοῦ μέλλοντο αἰῶνο ἡμέρας ἀγαθάς. 〚[v. 17] διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. διὰ ποῖον τοῦτο, ἢ τὸ βλέπειν ἀκριβῶς πῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ' ὡς σοφοί, μὴ γίνεσθε ἄφρονες; εἰ γὰρ ἔσεσθε ἄφρονες, ἀκριβῶς οὐ περιπατή σετε οὐδὲ ὡς σοφοί. προστάσσει δὲ αὐτοῖς τὸ τοῦ Κυρίου ἐξετάζειν θέλημα καὶ συνιέναι αὐτό, ἵν' ὅπου τι περὶ τοῦ πράττειν καταλάβοιεν, αὐτὸ πράττωσιν ὡς θέλημα Κυρίου, ὅπου δὲ πάσχ<ω>σι φέρ<ω>σιν
αὐτὸ ὡς θελήματι γινόμενον Κυρίου.〛 28 Eph. v18 καὶ μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστὶν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι. [Ὠριγένης φησί] δύναται μὲν καὶ ἁπλούστερον ταῦτα νοεῖσθαι, ἀσωτίας οὔσης ἐν τῇ χρήσει τοῦ μεθύειν ποιοῦντος οἴνου. δύναται δὲ καὶ οἶνος ἐν ᾧ ἐστὶν ἀσωτία νοεῖσθαι περὶ οὗ ἐν ᾠδῇ μεγάλῃ λέγεται θυμὸ δρακόντων ὁ οἶνο αὐτῶν καὶ θυμὸ ἀπίδων ἀνίατο, ὅντινα πάντες οἱ ἐξιστάμενοι καὶ μεθύοντες τὸν λογισμὸν πίνουσι πολλὴν ἔχοντα τὴν ἀσωτίαν. πρὸς ἀντιδιαστολὴν δὲ ἐκείνου τοῦ οἴνου τοῦ μεθύσκοντος ἐν ᾧ ἐστὶν ἀσωτία ἐναντίος νοεῖται ὁ πεπληρωμένος πνεύματι καὶ πᾶν ὃ χωρεῖ τοῦ θειοτέρου λαμβάνων. πολλάκις δὲ τετηρήκαμεν τὸ ὄνομα τοῦ «πνεύματος» χωρὶς προσθήκης γεγραμμένον ὅτι ἐπὶ κρείττονος εἴρηται, ὅπερ καὶ ἐνθάδε σημαίνεται. 29 Eph. v19 [λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.] [Ὠριγένης δέ φησιν] οἱ μὲν ὕμνοι δύναμιν καὶ θειότητα καταγγέλλουσι τοῦ Θεοῦ, καὶ εἴη ἂν ὁ ἐπιστήμων τοῦ θεολογεῖν ἐν ὕμνοις πνευματικοῖς· τάχα δὲ ὁ περὶ τῶν πρακτέων διαλαμβάνων καὶ τῶν οἷς δεῖ ἐνεργεῖν διὰ τοῦ ὡς ψαλτηρίου ὀργάνου σωματικοῦ ἡμῶν, οὗτος ἐν ψαλμοῖς ἐστι πνευματικοῖς· ὁ δὲ ἄλλως φυσιολογῶν περὶ τῆς τοῦ κόσμου τάξεως καὶ τῶν λοιπῶν δημιουργημάτων, οὗτος ἐν ᾠδαῖς πνευματικαῖς. καὶ χρή γε ᾄδειν κατὰ τὴν φυσιολογίαν καὶ ψάλλειν κατὰ τὴν περὶ τῶν ἠθῶν διέξοδον τῷ Κυρίῳ διακείμενον γνησίως πρὸς τὰ λεγόμενα· τοῦτο γάρ ἐστι τὸ ψάλλειν καὶ ᾄδειν τῇ καρδίᾳ τῷ Κυρίῳ. [v 20] εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί. καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ φησί πάντοτε χαίρετε ἀδιαλείπτω προεύχεθε ἐν παντὶ εὐχαριτεῖτε. ταύτην δὴ τηρήσει τὴν ἐντολὴν ὁ διειληφὼς περὶ τῆς προνοίας φθανούσης καὶ ἐπὶ τὰ βʹ ἀαρίων πωλούμενα πέντε τρουθία ὧν ἓν οὐ πίπτει εἰ παγίδα χωρὶ τοῦ ἐν οὐρανοῖ πατρό. τὸ δὲ ἐν παντὶ εὐχαριστεῖν καὶ ὑπὲρ πάντων εὐχαριστεῖν ἐστιν· οὐκοῦν καὶ ἐπὶ ταῖς περιστάσεσιν εὐχαριστητέον, ἐπείπερ καὶ αὗται τῶν ἐφ' οἷς δεῖ εὐχαριστεῖν εἰσιν· καὶ ὥσπερ δεῖ εὐχαριστεῖν τὸν ἐν τῷ κόσμῳ ἐν τῷ μεταλαμ βάνειν τοῦ κόσμου καὶ καταθεᾶσθαι τὸ κάλλος αὐτοῦ καὶ θεωρεῖν ὅσα καὶ οἷα γέγονε διὰ τὸ λογικόν, οὕτως