προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
ἐπειδὴ γὰρ σημείων διαφοραί εἰσιν, ὥστε ποιεῖν, καθ' ἅ φησιν ὁ ἀπόστολος, καὶ τὸν ἐν νόμῳ καὶ τὸν ἄνομον, ὃν ὁ κύριος ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, ἐν πάσῃ δυνάμει, σημείοις καὶ τέρασι ψεύδους, καὶ τὸν θεὸν διὰ τῶν προφητῶν, τῷ «Τὰ «τοιαῦτα» εἴρηται ὡς ὑπερβαίνει τὰ διὰ Χριστοῦ γενόμενα τῷ καὶ ἀληθῆ εἶναι καὶ μεγάλα ἐπὶ γῆς. εἰ δέ τις ὡς οὐχ ὑγιῶς λεγομένῳ τῷ «Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;» ** ἀναγινώσκων τὰς τοῦ Σαμψὼν πράξεις ἐρεῖ μηδὲ ἁμαρτήματα εἶναι τὰ ὑπὸ τοῦ Σαμψὼν γενόμενα, οἷον τὰ περὶ γυναῖκας, ἀλλ' οἰκο νομίας δηλουμένας· οὐ γὰρ πρόσκειται τὸ «Ἐποίησε τὸ πονηρὸν «ἐνώπιον Κυρίου». 66 Παρατηρητέον δὲ τὸ πρόσωπον τοῦ εὐαγγελιστοῦ ὅτι φησὶ καὶ ἀνεῷχθαι τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ <καὶ> βεβλεφέναι αὐτόν· ἀνεῴχθαι μὲν διὰ τοῦ «Ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν «ἐποίησε καὶ ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς»· βεβλεφέναι δὲ διὰ τοῦ «Καὶ ἐνίψατο καὶ ἦλθε βλέπων». τῶν δὲ λεγομένων τὴν διαφορὰν παραθησόμεθα ἀπὸ τοῦ Τωβήθ, περὶ οὗ, ἐπείπερ λευκώματα ἐγεγόνει ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ, οὐκ ἀναγέγραφεν ὅτι ἀνεῴχθησαν αὐτοῦ οἱ ὀφθαλμοί, ἀλλ' ὅτι ἐνέβλεψε. δι' ὅλου δὲ τοῦ περὶ τοῦ τυφλοῦ τόπου τηρήσεις ἀμφότερα, τῶν μὲν τοῦτο λεγόντων τῶν δὲ ἐκεῖνο, καὶ σχίσματος γενομένου. τηρήσεις δὲ καὶ ἐν τῷ Ἡσαίᾳ προφη τεύοντι περὶ Χριστοῦ ἐπιδημίας ὅτι ἔρχεται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι. ἑξῆς δὲ ἔστιν ἰδεῖν καὶ τὸν ἀποκρινάμενον πῶς μὲν τοῖς προτέροις πῶς δὲ τοῖς δευτέροις ἀποκρίνεται, τοῖς μὲν προτέροις ἀκριβέστερον, ὡς γείτοσι καὶ θεωροῦσιν αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν, τοῖς δὲ Φαρισαίοις οὔτε τὰ περὶ τοῦ Σιλωὰμ διη γήσατο, οὔθ' ὅτι ὁ σωτὴρ τὸν πηλὸν ἐποίησεν, οὔθ' ὅτι προσέ ταξέ τι αὐτῷ. καὶ τάχα ὁρῶν ὁ θεραπευθεὶς τῶν μὲν προτέρων ἐχομένην τὴν πεῦσιν φιλομαθίας, τῶν δὲ δευτέρων κακοηθείας, οὕτως ἑκατέροις ἀποκρίνεται. 67 Πρὸς τῷ διεψεῦσθαι καὶ ἄλλο ἥμαρτον εἰς προὖπτον κακὸν περιβάλλοντες ἑαυτῶν τὸν υἱόν. οἶμαι δὲ καὶ τοῦτο λόγον ἔχειν, ὅτι τυφλοῦ ἀνοίγων ὁ χριστὸς τοὺς ὀφθαλμοὺς οὐ παιδίου ἀνέῳξεν ἀλλ' ἡλικίαν ἔχοντος, ἵνα βλέπῃ ὡς ἀνήρ. τοιοῦτοι δὲ ἦσαν καὶ οἱ λοιποὶ ἀναβλέψαντες τυφλοί. ἀληθὲς δὲ ὅτι καὶ ἡλικίαν ἔχων αὐτὸς περὶ ἑαυτοῦ λαλῆσαι δύναται, καὶ μάλιστα ὅτε Ἰησοῦς αὐτὸν ἀναβλέψαι ποιεῖ. οὐδὲ γὰρ δεῖται οὗτος ἑτέρου πρεσβεύοντος ὑπὲρ ἑαυτοῦ. 68 Νῦν τὸ μὲν «Οὐκ ἠκούσατε» ἴσον ἐστὶ τῷ «Οὐ παρεδέξασθε, οὐκ ἠθελήσατε τὸ λεγόμενον». τὸ δὲ «Τί οὖν πάλιν θέλετε ἀκούειν;» ἰσοδυναμεῖ τῷ «Τί δέ, ὦ οὗτοι, ἄρα νῦν ἀκούειν θέλετε;» μάτην γὰρ θέλετε ἀκούειν, εἰ μὴ πιστεύετέ μοι ἀληθεύοντι, προσκαλεσα μένῳ πάντα τὸν μανθάνοντα τὸ ἐμοὶ συμβεβηκὸς ἐπὶ τὸ μαθη τευθῆναι αὐτῷ, ὡς θειότερον πάσης διδασκαλίας ἀνθρωπίνης δι δάξαντι. 69 Ἔχεταί τινος ἀξιολόγου ὑπονοίας τὸ «Ἐν τούτῳ θαυμαστόν «ἐστι». θαυμαστὸν γάρ ἐστιν εἰ Ἰησοῦς πόθεν ἐστὶν ὑπὸ τῶν τυχόντων γινώσκεται· οὐ γὰρ ὁρῶσιν αὐτοῦ τὴν ῥίζαν καὶ τὴν πη γήν, τὸν πατέρα. 70 Οὐκ ἂν δὲ τηλικοῦτο δόγμα τι εἰ ἦν ἀληθές, τὸ μὴ ἀκούεσθαι τὸν ἁμαρτωλὸν ὑπὸ τοῦ θεοῦ, ἀποσεσιώπητο, ἀλλ' εἴρητο ἂν ὑπό τινος ἀξίου πιστεύεσθαι, φέρε εἰπεῖν ἢ τοῦ θεράποντος ἤ τινος τῶν προφητῶν. πῶς δέ, εἰ ἁμαρτωλὸν οὐκ ἤκουσεν ὁ θεός, ἐδι δάσκοντο οἱ ἁμαρτωλοὶ λέγειν· «Ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, «ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν»; τίνων οὖν ἀκούει θεός; τῶν νευόντων εἰς μετάνοιαν, κἂν μήπω ἐπαύσαντο τοῦ εἶναι ἁμαρτωλοί. εἰ μὴ ἤκουεν ὁ θεὸς ἁμαρτωλῶν, οὐκ ἂν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ὁ σωτὴρ ἡμῶν ἤσθιεν καὶ
ἔπινεν. ἀλλὰ μὴ ἐπα κουομένων τῶν διὰ τὸ κακῶς ἔχειν χρῃζόντων ἰατρῶν, 〚οὐκ ἂν ἐθεράπευσεν αὐτούς.〛 διόπερ ὡς ἀνυούσης τῆς εὐχῆς τῶν ἡμαρτη κότων μὲν οὐ πάντως δὲ ἀπιστούντων ἔτι λέγεται τὸ «Ἐὰν ἀνομίας «παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται;» ἴσως δὲ οὐ περὶ οὗ ἔτυχεν ἐν τῇ εὐχῇ τοῦ ἁμαρτωλοῦ, ἀλλὰ περὶ τῶν τηλικούτων ἔργων φησίν, ὁποῖα ἦν τὰ τοῦ Ἰησοῦ ἔργα. περὶ γὰρ τῶν τοιούτων