Ὀριβάσιος αὐτῷ συνῆν ὁ ἐκ Σάρδεων· ἀλλ' ἡ πληγὴ πᾶσαν χλευάζουσα θεραπείαν διὰ τριῶν ἡμερῶν τὸν Ἰουλιανὸν ἀπαλλάττει τοῦ βίου, ἐν μὲν τῷ τοῦ Καίσαρος σχήματι πέντε ἐνιαυτούς, ἐν δὲ τῷ διαδήματι μετὰ τὸν Κωνσταντίου θάνατον δύο καὶ ἥμισυ διανύσαντα ἔτη. Καὶ οὗτος μὲν εἰς τὸν ἥλιον ἀπορραίνειν τὸ αἷμα καὶ τοὺς αὐτοῦ θεοὺς κακολογεῖν, οἱ δὲ πλεῖστοι τῶν ἱστορούντων εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἑκάτερον γράφουσιν ἐναπορρίψαι. 8.τ ΕΚ ΤΗΣ ΟΓ∆ΟΗΣ ΙΣΤΟΡΙΑΣ 8.1 Ὅτι τῇ ἐπαύριον τοῦ διαφθαρῆναι τὸν ἀποστάτην ἀνίστησιν ὁ στρατὸς Ἰωβιανὸν βασιλέα. ὁ δὲ (οὐ γὰρ ἦν ἄλλως διασωθῆναι, εἰς δέκατον μέρος τῆς ὅλης στρατιᾶς ἀπολεπτυνθείσης) τριακοντούτεις τίθεται πρὸς τὸν Πέρσην σπονδάς, τῆς τε Νισίβεως αὐτῷ ὑπεκστὰς καὶ τῶν φρουρίων ὅσα Ῥωμαίοις ἐπὶ Πέρσας ἄχρι τῆς Ἀρμενίας οἱονεὶ τεῖχος προὐβέβλητο. Τὸν δὲ νεκρὸν Ἰουλιανοῦ Μεροβαύδης καὶ οἱ σὺν αὐτῷ ἐν Κιλικίᾳ κομίσαντες, οὐ κατὰ πρόνοιαν, κατὰ δέ τινα περιφορὰν ἀντικρὺ τοῦ τάφου ὃς τὰ Μαξιμίνου συνεῖχεν ὀστᾶ κατέθεντο, λεωφόρου μόνης ἀπ' ἀλλήλων τὰς θήκας αὐτῶν διατειχιζούσης. 8.2 Ὅτι Εὐζώϊος, φησί, καὶ οἱ σὺν αὐτῷ τὸν μὲν ὑπὲρ Ἀετίου καὶ τοῦ δόγματος τόμον ἐξέθεσαν, οὐ μήν γε περαίνειν ταῦτα διανέστησαν. διὸ οἱ περὶ Ἀέτιον καὶ Εὐνόμιον ἐν Κωσταντινουπόλει διατρίβοντες καθ' ἑαυτοὺς ἤδη τῶν πραγμάτων προΐσταντο, τά τε ἄλλα ὡς αὐτοῖς ἐδόκει πρὸς τὸ ἄριστον τιθέμενοι καὶ δὴ καὶ ἐπισκόπους καθίστασαν. ὧν Κάνδιδος μὲν καὶ Ἀρριανὸς ταῖς κατὰ Λυδίαν καὶ Ἰωνίαν ἐκκλησίαις ἐφίστανται, Παλαιστίνης δὲ ὁ ἀπὸ Χαιρατόπων Θεόδουλος ἐπεσκόπησεν. ἐν δὲ Κωνσταντινουπόλει (καὶ γὰρ Εὐδοξίου καί τινων ἄλλων αἱρέσεων ἀπορρυὲν οὐκ ὀλίγον πλῆθος τὴν περὶ Ἀέτιον καὶ Εὐνόμιον μοῖραν ἐπηύξησεν) χειροτονοῦσι πρῶτον τῆς καθ' ἑαυτοὺς ἐκκλησίας Ποιμένιον ὄνομα. ὃ καὶ τὸν Εὐδόξιον, μέχρι τότε τὰς πρὸς αὐτοὺς τῆς ἑνώσεως ἐλπίδας ὑποτρέφοντα, εἰς τὸ βεβαίως ἀντίπαλον μετεστήσατο. Ποιμενίου δὲ μετ' οὐ πολὺν ἀποβιώσαντος χρόνον, ἀντικαθιστῶσι Φλωρέντιον. εἰς δὲ τὴν Λέσβον, τοῦ ταύτης ἀποιχομένου ποιμένος, χειροτονοῦσι Θάλλον. τῇ δὲ πρὸς τῷ Πόντῳ Γαλατίᾳ καὶ Καππαδοκίᾳ Εὐφρόνιον προχειρίζονται· τὴν δὲ Κιλικίαν Ἰουλιανὸς ἐγχειρίζεται. πρὸς δὲ τὴν ἐν τῇ κοίλῃ Συρίᾳ Ἀντιόχειαν μετ' οὐ πολὺν χρόνον ἐθελοντὴς ἀφικνεῖται Θεόφιλος ὁ Ἰνδός, ἐφ' ᾧ τὸν Εὐζώϊον μὲν κατὰ τὸ προηγούμενον ἀναστῆσαι εἰς τέλος ἀγαγεῖν τὰ ὑπὲρ Ἀετίου ἐγνωσμένα· εἰ δὲ μή, αὐτός γε καθηγήσεσθαι τοῦ ἐκεῖσε πλήθους ὅσον τὴν ἐκείνου γνώμην ἠσπάζετο. ἑκατέρας δὲ Λιβύης καὶ ὅσον ἐν τῇ Αἰγύπτῳ τὸ αὐτῶν διέσωζε φρόνημα, τοῖς ἀμφὶ Σέρραν τε καὶ Στέφανον καὶ Ἡλιόδωρον ἔμελεν. Τούτους μὲν οὖν ἅπαντας ὁ Φιλοστόργιος ἐπαίνοις οὐκ ἔχει κόρον διακοσμεῖν, τήν τε δύναμιν τῶν λόγων ἀνυμνῶν καὶ τὸν βίον ἀποθειάζων. 8.3 Ὅτι Θεοδόσιόν τινα τῶν ἐπισκόπων θερμὸν ἐραστὴν τῆς αὐτοῦ αἱρέσεως εἰσάγει, καὶ πρὸς τὰς διὰ τῶν γυναικῶν ἡδονὰς ἀποκλῖναι, καὶ ἄλλα τε δυσσεβῆ τῇ ἀρχαίᾳ δόξῃ συνάψαι καὶ δὴ καὶ ὡς ὁ Χριστὸς τρεπτὸς μὲν τῇ γε φύσει τῇ οἰκείᾳ, ἐπιμελείᾳ δὲ τῶν ἀρετῶν ἀνυπερβλήτῳ εἰς τὸ ἄτρεπτον ἀνυψωθῆναι· καὶ ὅτι μηδὲ φθέγγοιτο μηδ' ἀκούοι τὸ θεῖον, ἐπεὶ χεῖρες ἂν αὐτῷ καὶ ἀκοαὶ συμπλασθήσονται· καὶ ἄλλα δὲ τοιουτότροπά φησιν αὐτὸν δυσσεβῆσαι. 8.4 Ὅτι Ἀέτιος μὲν πρὸς τὴν Λυδίαν ἀφίκετο τὸν Κάνδιδον καὶ Ἀρριανὸν ταῖς ἐκκλησίαις ἐνιδρῦσαι· ὁ δὲ προειρημένος Θεοδόσιος, τῶν ἀνδρῶν ἐκείνων τὸν βίον ἔλεγχον τοῦ οἰκείου ὑπειδόμενος, δι' ἔχθρας καθίσταται τῷ Ἀετίῳ, καίτοι γε μὴ ἀνασχόμενος πρὶν εἰς τὸν κατ' αὐτοῦ τόμον χειρογραφῆσαι. ἀλλὰ τῷ γε Φόβῳ κοινωσάμενος (εἷς δὲ καὶ οὗτος ἦν τῶν οὐχ ἑλομένων καταψηφίσασθαι Ἀετίου, φίλον δ' αὐτὸν παλαιά τε συνήθεια ἐποίει καὶ τῆς ἐκθέσμου πολιτείας τὸ ἀπαράλλακτον), οὗτοι δὴ καὶ Αὐξιδιανὸν ἑταιρισάμενοι (ἐπίσκοπος δ' ἦν καὶ οὗτος ὥσπερ κἀκεῖνοι), κατὰ δὴ τοῦ Ἀετίου καὶ τῶν περὶ Κάνδιδον συσκευάζονται. καὶ δὴ καὶ ἑτέρους ἓξ τῶν ἐπισκόπων συναγειράμενοι καὶ συνέδριον καθίσαντες, κοινῇ ψήφῳ γράμμα τοῖς περὶ Εὐδόξιον