λάβετε καὶ ἀποκτείνατε; εἶπεν λάβετε καὶ κρίνατε. ἀλλ' οὐκ ἦσαν πρὸς τὸν φόνον παρεσκευασμένοι τοῦ δεσπότου καὶ οὐκ ἐμέθυον τῷ θυμῷ καὶ τῷ φθόνῳ, ὅτι οὐδὲν ἄλλο ἀκούειν καὶ ὁρᾶν ἐνόμιζον ἢ σφαγιαζόμενον τὸν εὐεργέτην; διὸ εἰπόντος ἐκείνου κρίνατε αὐτοὶ ἔλεγον οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι. οἷον τί ἡμῖν κρίσεις καὶ δίκας λέγεις; ἡμεῖς ἑνός ἐσμεν μόνου τοῦ ἀναιρεθῆναι αὐτόν, τοῦτο διψῶμεν, εἰς τοῦτο ἐκκαιόμεθα, ταύτην ἡμῖν κατάθου τὴν χάριν καὶ ἄνελε αὐτόν· ἡμῖν γὰρ καίτοι ὀργῶσιν καὶ σφαδάζουσι τῷ θυμῷ οὐκ ἔξεστιν ἀποκτεῖναι. πῶς δὲ οὐκ ἐξῆν αὐτοῖς; ἢ ὅτι διὰ τὴν ἑορτὴν ἀφωσιοῦντο τοῦτο τὸ μὴ αὐτοχειρίᾳ ἀνελεῖν ὥσπερ καὶ τὸ μὴ εἰσελθεῖν εἰς τὸ πραιτώριον; τοιοῦτον γὰρ ὑπόκενον καὶ μάταιον τὸ Ἰουδαίων ἀεὶ γένος. πράττει μὲν τὰ ἀτοπώτατα καὶ πρὸς πᾶσαν ἀθεμιτουργίαν ἐξάγεται, τὰ τοιαῦτα δὲ τολμήματα εὐτελῶν τινων καὶ οὐδενὸς ἀξιολόγου παρατηρήσεων ὡς δῆθεν νομοφυλακοῦντες οὐκ ἀφίστανται ἢ οὖν διὰ τοῦτο λέγουσιν, ὅτι ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι ἢ ὅτι οὐδ' ἐξῆν αὐτοῖς δημοσίᾳ καὶ μετὰ θριάμβου καὶ μετὰ πομπῆς τοιαύτης ἀνελεῖν, μεθ' ἧς ἐπεθύμουν ἀναιρεθῆναι τὸν Χριστὸν ἢ ὅτι τῶν πεπιστευκότων εἰς αὐτὸν ἐδεδοίκεσαν τὸ πλῆθος καὶ οὐκ ἀκίνδυνον ἐνόμιζον τὴν ἐγχείρησιν αὐτοῖς ἔσεσθαι ἄνευ τῆς Πιλάτου χειρὸς καὶ συμμαχίας· καὶ γὰρ καὶ ὅτε ἤθελον συλλαβεῖν αὐτόν, χωρὶς τῆς σπείρας καὶ τῶν στρατιωτῶν οὐκ ἐτόλμησαν αὐτὸν κατασχεῖν. 110 Jo 19, 28-30 ∆ιὰ τί ἀκριβολογεῖται ὁ Χριστὸς καὶ μέχρι τοῦ πιεῖν τὸ ὄξος; ὅτι μὲν γὰρ προφητείαν ἐπλήρου δῆλον καὶ εἰς τὴν δίψαν μου γάρ, φησίν, ἐπότισάν με ὄξος. ἀλλὰ τίνος ἕνεκα, οὐδὲ τοῦτο παραλιπεῖν ἔγνω· φησὶ γὰρ ὁ εὐαγγελιστής· ὅτε οὖν ἔλαβεν τὸ ὄξος, εἶπεν τετέλεσται· ἢ διὰ τοῦτο οὐδὲ τοῦτο παραλιμπάνει, ἵνα ἐξῇ τοῖς πιστεύουσιν εἰς αὐτὸν πολλαχόθεν λαμβάνειν τὰς περὶ αὐτοῦ ἀποδείξεις, ὅτι οὗτός ἐστιν ὁ λυτρούμενος τὸν κόσμον ἐκ τῆς πλάνης, Χριστὸς ὁ θεός. διὰ τοῦτο εὔπορον καὶ πλατεῖαν ὁδὸν ποιεῖται τὴν ἄγουσαν εἰς τὴν πίστιν αὐτοῦ καὶ διὰ μικρῶν τεκμηρίων καὶ διὰ μεγάλων καὶ διὰ μέσων καὶ διὰ σημείων καὶ διὰ προφητειῶν καὶ διὰ θεοπρεποῦς διδασκαλίας καὶ διὰ πάντων ἁπλῶς, ἅμα δὲ καὶ τῶν ἐν τῇ ἀπιστίᾳ μεμενηκότων τὸ ἐθελόκακον ἐξελέγχων καὶ ἀναπολόγητον αὐτοῖς τὴν ἀπιστίαν ἀποκαθιστάς. 111 Jo , 8-10 Οἱ γὰρ μαθηταὶ ὡς ὑψηλότεροι τῆς γυναικὸς τὴν διάνοιαν πάντως εὐθέως ἐκ τῶν Σουδαρίων παρεδέξαντο τὴν ἀνάστασιν. καὶ τοῦτό ἐστιν, ὃ εἶπεν ὁ εὐαγγελιστής, ὅτι εἶδεν καὶ ἐπίστευσεν καὶ οὐχ ὡς λέγουσί τινες, ὅτι διὰ τὸ κλαπῆναι αὐτὸν ἐπίστευσεν· καὶ γὰρ καὶ ὁ Χρυσόστομος τοῦτο δείκνυται ἀνατρέπων ἐν τῷ εἰπεῖν αὐτὸν ὡς προγέγραπται, ὅτι πιστεύσαντες ἀπῆλθον πρὸς ἑαυτοὺς ἐκπληττόμενοι, οὐχὶ πῶς ἐκλάπη δηλονότι ἀλλ' ὅτι ἀνέστη· ὡς γὰρ μὴ γινώσκοντες τὴν γραφὴν τὴν λέγουσαν περὶ τῆς ἀναστάσεως αὐτοῦ, ἀπῆλθον καὶ εἶδον, ἐπεί, εἰ ἐγίνωσκον, καὶ πρὸ τοῦ ἀπελθεῖν καὶ ἰδεῖν ἐπίστευσαν ἄν. 113 Jo , 17 Οὔπω μὲν ἀναβέβηκα, ἀλλ' οὖν ἐκεῖ σπεύδω, ὅτι δὲ οὐ Σοὶ μόνῃ τοῦτο λέγω οὐδὲ Σοὶ μόνῃ ἀπαγορεύω τὸ μηκέτι μοι προσιέναι ταπεινῶς καὶ ἀνθρωπίνως ὡς τὸ πρότερον καὶ ἐφίεσθαι ποδῶν ἅπτεσθαι καὶ μύρα κενοῦν καὶ ἀλείφειν κεφαλὴν καὶ πόδας καὶ εἴ τι τοιοῦτον, ἀλλὰ πᾶσιν αὐτὸ τοῦτο ἐντέλλομαι, Σοὶ χρῶμαι διακόνῳ πρὸς τοὺς μαθητάς· πορεύου γάρ, φησίν, καὶ εἰπὲ τοῖς ἀδελφοῖς μου, ὅτι ἀναβαίνω πρὸς τὸν πατέρα μου, οἷον οὐδὲν ἔτι ταπεινὸν ὀφείλουσι καὶ ἀνθρωποπαθὲς οὐδ' ἐκεῖνοι ὥσπερ πρότερον ἐννοεῖν περὶ ἐμοῦ· ἤδη γάρ, φησίν, καὶ ὑμῖν δείκνυμι εἰς τὴν πατρῴαν δόξαν καὶ τιμὴν ἀναγόμενος καὶ ἐκφαίνων ἐν ἐμαυτῷ τὴν πατρικὴν τῆς θεότητος οὐσίαν καὶ ἐξουσίαν ὁ μηδέποτε ταύτης ἐκστάς. ἐπεὶ οὖν ἐν τούτοις ἐμαυτὸν ἀνάγειν καὶ ἐκφαίνειν ἄρχομαι, εἰ καὶ μήπω τὸ πᾶν ἀπεκάλυψα, ἀλλ' οὖν οὐ χρή σε ταπεινῶς καὶ ὡς τὸ πρότερον προσιέναι μοι· οὔπω μὲν γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα, ἀλλ' οὖν ἀναβαίνω. πέμπει δὲ ταύτην εἰπεῖν καὶ τοῖς μαθηταῖς, ἅμα τε αὐτὴν δι' ἐκείνων παραμυθούμενος, ὅτι οὐχ ὡς ἀναξίαν ἀπώσατο ἅψασθαι, ἀλλὰ τὸ δεσποτικὸν φυλάττων ἀξίωμα καὶ ὃ πρὸς πάντας