οὕτω λέγων· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς καὶ ἑξῆς. αὐτὸς δὲ ἐπειδὴ κοινὰ οἶδε τὰ τῆς εἰς ἡμᾶς οἰκονομίας ἔργα τοῦ Χριστοῦ, τὸ πνεῦμά φησι συμμαρτυρεῖν· Χριστοῦ γὰρ παραδεδωκότος ταύτην τὴν εὐχὴν καὶ τὸ πνεῦμα παραδίδωσι καὶ συμμαρτυρεῖ τῷ ἐν ἡμῖν δοθέντι χαρίσματι δι' αὐτοῦ. τί δὲ συμμαρτυρεῖ; ὅτι καλῶς καὶ ἀρεσκόντως θεῷ λέγομεν αὐτὸν πατέρα ἡμῶν, ὅτι τέκνα αὐτοῦ ἐσμεν υἱοθετηθέντες αὐτῷ τῷ βαπτίσματι. εἰ δὲ τέκνα, φησί, καὶ κληρονόμοι. οἱ δέ γε Ἰουδαῖοι, εἰ καὶ ἐκαλοῦντο τέκνα θεοῦ, ἀλλὰ παμπόλλη κλήσεως ἑκατέρας καὶ υἱοθεσίας ἡ διαφορά· οἱ μὲν γὰρ τυπικῶς ὠνομάζοντο, ὥσπερ καὶ τὰ ἄλλα αὐτοῖς εἰς τύπον ἐτελεῖτο τῆς χάριτος, ἡμεῖς δὲ οὐ τυπικῶς ἀλλ' αὐτοτελῶς· καὶ οἱ μὲν εἰ καὶ ἐκαλοῦντο υἱοί, ἀλλ' οὐκ ἦν αὐτοῖς δεδομένον τὸ καὶ αὐτοὺς τὸν θεὸν καλεῖν πατέρα, ἡμῖν δὲ καὶ τοῦτο κεχάρισται. καὶ πολλὴ ἡ ἄλλη διαφορά. Rο+m8,23-27 Υἱοθεσίαν ἀπεκδεχόμενοι. ποίαν; τί γὰρ οὐκ ἐλάβομεν ταύτην διὰ τοῦ βαπτίσματος; οὐχὶ δὲ καὶ αὐτὸς πρὸ μικροῦ ἔφης ὅτι πνεῦμα υἱοθεσίας ἐλάβετε; ναί, φησίν. ποίαν οὖν ἐκδεχόμεθα; τὴν φανερουμένην, φησί, κατὰ τὴν ἀπολύτρωσιν τοῦ σώματος. ἄλλην παρὰ τὴν εἰρημένην; μὴ γένοιτο· ἀλλ' αὐτὴν ἐκείνην, τελειότερον φανερουμένην καὶ διὰ πείρας αὐτῆς ἐπιγινωσκομένην. μετὰ γὰρ τὴν ἀπολύτρωσιν τοῦ σώματος, τότε ἡ τῶν ἀγαθῶν ἀπόλαυσις, τότε αὐτοῦ τοῦ σώματος ἡ ἀνάστασις καὶ ἀφθαρσία, τότε ἡ τῆς τῶν οὐρανῶν βασιλείας κληρονομία, τότε πάντα τὰ τῆς υἱοθεσίας γνωρίσματα καὶ ἀποτελέσματα· καὶ νῦν γὰρ ἐπ' ἐλπίδι τούτων ἐλάβομεν τὴν υἱοθεσίαν. αὐτὸς δὲ ἐμφαντικώτερον εἶπεν· ἐσώθημεν, δηλῶν ὡς 511 ἀπὸ κλύδωνος καὶ ταραχῆς μεγάλης τῆς κατὰ τὴν ἁμαρτίαν υἱοθετηθέντες ἐσώθημεν. πῶς οὖν ἠλπίσαμεν ταῦτα μὴ τούτων παραγεγονότων ἤδη, μηδ' ὑπ' ὄψιν ἡμῶν πεσόντων, μηδ' ὑπὸ πεῖραν; καλῶς φησι καὶ εὐλόγως· εἰ γὰρ ὑπ' ὄψιν ἡμῶν καὶ ὑπὸ πεῖραν ἤδη τὰ ἐλπιζόμενα ἐγεγόνει, οὐκ ἂν ἦν ἐλπιζόμενα· ὃ γάρ τις κατέχει, πῶς οἷόν τέ ἐστιν ἐλπίζειν; οὐκοῦν κατὰ φύσιν τῆς ἐλπίδος ἴδιον τοῦτο, τὸ περὶ τῶν μελλόντων αὐτὴν καὶ μήπω παρόντων εἶναι· ὥστε καὶ ἡμᾶς ἃ οὐ βλέπομεν, ἐκεῖνα δεῖ ἐλπίζειν. εἰ δὲ ἃ οὐ βλέπομεν, ὥσπερ δεῖ ἐκεῖνα καὶ ἐλπίζομεν, ὑπομένειν χρὴ καὶ ἀποδέχεσθαι τὰ προσδοκηθέντα καὶ μὴ ἀθρόον ἐπιζητεῖν αὐτὰ παραγενέσθαι, μάλιστα τοῦ πνεύματος διὰ τῶν ἐνταῦθα χαρισμάτων καὶ εὐεργεσιῶν πιστουμένου τὰ ἐκεῖθεν, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν ἡμῶν συναντιλαμβανομένου καὶ θεραπεύοντος. πόσα γὰρ εὐεργετεῖ ἐν αὐταῖς ἡμῶν ταῖς εὐχαῖς, ἵνα νῦν τὰ ἄλλα ἐάσω, διδάσκον ὅπως χρὴ εὔχεσθαι, ἐρευνῶν τὰς καρδίας καὶ πάντα εἰς ἀγαθὸν συνεργοῦν; Ἄλλως· υἱοθεσίαν ἀπεκδεχόμεθα. διὰ τί ἀπεκδέχῃ; ὅτι τῇ ἀπεκδοχῇ καὶ ἐλπίδι ἐσώθημεν. πῶς οὖν οὐ χρὴ ἀπεκδέχεσθαι καὶ ἐλπίζειν ἔτι; εἰ δὲ δεῖ ἐλπίζειν, δεῖ πάντως ὑπομένειν καὶ δι' ὑπομονῆς τὰ ἐλπιζόμενα ἐκδέχεσθαι. ἔχομεν δὲ πρὸς τούτοις καὶ τὰ πνευματικὰ χαρίσματα συναντιλαμβάνοντα ταῖς ἀσθενείαις ἡμῶν καὶ μὴ ἐῶντα ἡμᾶς πρὸς τὰς ἐλπίδας ὀκλάσαι. ὅτι δὲ τὸ πνευματικὸν χάρισμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν, αὐτίκα δῆλον καὶ ἀπὸ τοῦ πνευματικοῦ χαρίσματος τοῦ περὶ τὰς εὐχὰς χορηγηθέντος ἡμῖν· τὸ πνεῦμα γὰρ ἐνταῦθα τρὶς ὀνομάσας, τὸ πνευματικὸν ἐδήλωσε χάρισμα. ἐρευνῶν δὲ τὰς καρδίας αὐτὸ τὸ πανάγιον πνεῦμα τὸ ἐκ πατρὸς προερχόμενον. <Ὡσ>αύτως δὲ καὶ τὸ πνεῦμα· πνεῦμα λέγει τὸ πνευματικὸν χάρισμα. Οὐκ εἶπεν ἐντυγχάνει, ἀλλ' ὑπερεντυγχάνει, τὴν σύντονον καὶ ἐσπουδασμένην δηλῶν ἔντευξιν, καὶ ὅτι καὶ ἀνύσει ὑπὲρ ὧν ἐντυγχάνει. Ὅτι κατὰ θεόν, φησίν, ἐντυγχάνει ὑπὲρ ἁγίων· τῶν διὰ τῆς εὐχῆς ἁγιαζομένων, ἢ ὅτι ὑπὲρ καθαρῶν καὶ θεαρέστων ἔργων τὰς αἰτήσεις ποιεῖται, ἢ ὑπὲρ ἀνθρώπων τὸν ἁγιασμὸν ἐπιποθούντων. 512 Rο+m8,28 Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν, τοῦτ' ἔστι τοῖς κατὰ γνώμην ἤτοι προαίρεσιν ἀξιωθεῖσι τῆς κλήσεως. Rο+m8,30-33 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; ποῖα; ὅτι προώρισεν, ὅτι ἐκάλεσεν, ὅτι ἐδικαίωσεν, ὅτι ἐδόξασεν. πρὸς τοσαύτην ἀφθονίαν εὐεργεσιῶν τί ἐροῦμεν; οὐδὲ εὐχαρίστων, φησί,