μὲν ἡ ὑπόστασις οὐκέτι δὲ ἑνάς, εἰς ἑτέραν ἂν ἐτάττετο τάξιν διὰ τὴν τῆς ἰδιότητος ἐξαλλαγήν. 115 Πᾶς θεὸς ὑπερούσιός ἐστι καὶ ὑπέρζωος καὶ ὑπέρνους. εἰ γὰρ ἑνάς ἐστιν ἕκαστος αὐτοτελής, ἕκαστον δὲ τούτων οὐχὶ ἑνὰς ἀλλ' ἡνωμένον, δῆλον δὴ ὅτι πάντων ἐστὶν ἐπέκεινα τῶν εἰρημένων ἅπας θεός, οὐσίας καὶ ζωῆς καὶ νοῦ. εἰ γὰρ δι έστηκε μὲν ταῦτα ἀλλήλων, πάντα δέ ἐστιν ἐν πᾶσιν, ἕκαστον τὰ πάντα ὂν ἓν ἂν οὐκ ἂν εἴη μόνον. ἔτι δέ, εἰ τὸ πρῶτον ὑπερούσιον, ἅπας δὲ θεὸς τῆς τοῦ πρώτου σειρᾶς ἐστιν ᾗ θεός, ὑπερούσιος ἕκαστος ἂν εἴη. ἀλλὰ μὴν ὅτι τὸ πρῶτον ὑπερούσιον, φανερόν. οὐ γὰρ ταὐτὸν ἑνί τε εἶναι καὶ οὐσίᾳ εἶναι, οὐδὲ ταὐτὸν τὸ ἔστι καὶ τὸ ἥνωται. εἰ δὲ μὴ ταὐτόν, ἢ ἄμφω τὸ πρῶτον, καὶ ἔσται οὐχ ἓν μόνον ἀλλά τι καὶ ἄλλο παρὰ τὸ ἕν, καὶ μετέχον δὴ λοιπὸν ἑνὸς ἀλλ' οὐκ αὐτοέν· ἢ θάτερον τούτων. ἀλλ' εἰ μὲν οὐσία, ἐνδεὲς ἔσται τοῦ ἑνός· ὅπερ ἀδύνατον, εἶναι τἀγαθὸν καὶ τὸ πρῶτον ἐνδεές. ἓν ἄρα μόνον ἐκεῖνο· ὥστε ὑπερούσιον. εἰ δέ, ὃ ἕκαστόν ἐστι πρώτως, τούτου τὴν ἰδιότητα πάσῃ τῇ σειρᾷ δίδωσι, καὶ ὁ θεῖος ἀριθμὸς ἅπας ὑπερούσιός ἐστιν. ἐπεὶ καὶ τὰ ὅμοια παράγει πρὸ τῶν ἀνομοίων ἕκαστον τῶν ἀρχικῶν αἰτίων· εἰ ἄρα ὁ πρώτιστος θεὸς ὑπερούσιος, καὶ θεοὶ πάντες ὑπερούσιοι (ταύτῃ γὰρ ὅμοιοι ἔσονται)· οὐσίαι δὲ ὄντες, ἀπὸ οὐσίας ἂν παράγοιντο τῆς πρώτης, ὡς μονάδος τῶν οὐσιῶν. 116 Πᾶς θεὸς μεθεκτός ἐστι, πλὴν τοῦ ἑνός. ὅτι μὲν γὰρ ἐκεῖνο ἀμέθεκτον, δῆλον, ἵνα μὴ μετεχόμενον καὶ τινὸς διὰ τοῦτο γενόμενον μηκέτι πάντων ὁμοίως ᾖ τῶν τε προόντων καὶ τῶν ὄντων αἴτιον. ὅτι δὲ αἱ ἄλλαι ἑνάδες μετέχονται ἤδη, δείξομεν οὕτως. εἰ γὰρ ἔστιν ἄλλη μετὰ τὸ πρῶτον ἀμέθεκτος ἑνάς, τί διοίσει τοῦ ἑνός; ἢ γὰρ ὡσαύτως ἕν ἐστιν ὥσπερ ἐκεῖνο-καὶ πῶς τὸ μὲν δεύτερον, τὸ δὲ πρῶτον; -ἢ οὐχ ὡσαύτως, καὶ τὸ μὲν αὐτοέν, τὸ δὲ ἕν τε καὶ οὐχ ἕν. ἀλλὰ τὸ οὐχ ἓν τοῦτο εἰ μὲν μηδεμία ὑπό στασις, ἔσται μόνον ἕν· εἰ δὲ ὑπόστασίς τις ἄλλη παρὰ τὸ ἕν, μετεχόμενον ἔσται τὸ ἓν ὑπὸ τοῦ οὐχ ἑνός· καὶ τὸ μὲν αὐτοτελὲς τὸ ἕν, ᾧ συνάπτει πρὸς τὸ αὐτοέν, ὥστε τοῦτο πάλιν ὁ θεός, ᾗ θεός· τὸ δὲ οὐχ ἓν ὑποστὰν ἓν μεθέξει τοῦ ἑνὸς ὑφέστηκε. μεθεκτὴ ἄρα ἐστὶ πᾶσα ἑνὰς μετὰ τὸ ἓν ὑποστᾶσα, καὶ πᾶς θεὸς μεθεκτός. 117 Πᾶς θεὸς μέτρον ἐστὶ τῶν ὄντων. εἰ γάρ ἐστιν ἑνιαῖος ἅπας θεός, τὰ πλήθη πάντα τῶν ὄντων ἀφορίζει καὶ μετρεῖ. πάντα μὲν γὰρ τὰ πλήθη, τῇ ἑαυτῶν φύσει ἀόριστα ὄντα, διὰ τὸ ἓν ὁρίζεται· τὸ δὲ ἑνιαῖον μετρεῖν καὶ περατοῦν, οἷς ἂν παρῇ, βούλεται, καὶ περιάγειν εἰς ὅρον τὸ μὴ τοιοῦτον κατὰ τὴν αὐτοῦ δύναμιν. γίνεται γὰρ κἀκεῖνο ἑνοειδὲς τῇ μεθέξει· τοῦτο δέ, τῆς ἀοριστίας τε καὶ ἀπειρίας ἀφίσταται· καὶ ὅσῳ μᾶλλον ἑνοειδές, τοσούτῳ ἧττον ἀόριστον καὶ ἄμετρον. μετρεῖται ἄρα πᾶν πλῆθος τῶν ὄντων ὑπὸ τῶν θείων ἑνάδων. 118 Πᾶν ὅ τι περ ἂν ἐν τοῖς θεοῖς ᾖ, κατὰ τὴν αὐτῶν ἰδιό τητα προϋφέστηκεν ἐν αὐτοῖς, καὶ ἔστιν ἡ ἰδιότης αὐτῶν ἑνιαία καὶ ὑπερούσιος· ἑνιαίως ἄρα καὶ ὑπερουσίως πάντα ἐν αὐτοῖς. καὶ γὰρ εἰ τριχῶς ἕκαστον ὑφέστηκεν, ἢ κατ' αἰτίαν ἢ καθ' ὕπαρξιν ἢ κατὰ μέθεξιν, πρῶτος δὲ πάντων ἀριθμὸς ὁ θεῖος ἀριθμός, οὐδὲν ἐν αὐτοῖς ἔσται κατὰ μέθεξιν, ἀλλὰ πάντα καθ' ὕπαρξιν ἢ κατ' αἰτίαν. ἀλλὰ καὶ ὅσα ὡς αἴτιοι πάντων προει λήφασιν, οἰκείως τῇ ἑαυτῶν ἑνώσει προειλήφασι· καὶ γὰρ πᾶν τὸ κατ' αἰτίαν τῶν δευτέρων ἡγεμονοῦν, ὡς αὐτὸ πέφυκεν, οὕτως ἔχει τὴν αἰτίαν τῶν καταδεεστέρων. πάντα ἄρα ἔστιν ἐν τοῖς θεοῖς ἑνιαίως καὶ ὑπερουσίως. 119 Πᾶς θεὸς κατὰ τὴν ὑπερούσιον ἀγαθότητα ὑφέστηκε, καὶ ἔστιν ἀγαθὸς οὔτε καθ' ἕξιν οὔτε κατ' οὐσίαν (καὶ γὰρ αἱ ἕξεις καὶ αἱ οὐσίαι δευτέραν καὶ πολλοστὴν ἔλαχον τάξιν ἀπὸ τῶν θεῶν), ἀλλ' ὑπερουσίως. εἰ γὰρ τὸ πρῶτον ἓν καὶ τἀγαθόν, καὶ ᾗ ἕν, τἀγαθόν, καὶ ᾗ τἀγαθόν, ἕν, καὶ πᾶσα ἡ σειρὰ τῶν θεῶν ἑνοειδής τέ ἐστι καὶ ἀγαθοειδὴς κατὰ μίαν ἰδιότητα, καὶ οὐ κατ' ἄλλο ἕκαστος ἑνὰς καὶ ἀγαθότης, ἀλλ' ᾗ ἑνάς, ταύτῃ ἀγαθότης, καὶ ᾗ ἀγαθότης, ἑνάς· καὶ ὡς μὲν ἀπὸ τοῦ πρώτου προελθόντες, οἱ μετὰ τὸ πρῶτον ἀγαθοειδεῖς καὶ ἑνοειδεῖς, εἴπερ ἐκεῖνο ἓν καὶ τἀγα θόν· ὡς δὲ θεοί, πάντες ἑνάδες καὶ ἀγαθότητες. ὡς οὖν τὸ ἓν τὸ τῶν θεῶν ὑπερούσιον, οὕτω καὶ τὸ ἀγαθὸν αὐτῶν