1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

24

φύσιν ἁγνείαν ἐκπαιδεῦσαι, καὶ τὸν μὲν υἱὸν ἠΐθεον διαμεῖναι, τὰς δὲ θυγατέρας παρθένους. Ἐξ ὧν οὐχ ἥκιστα διελέγχονται ψευδῶς σφᾶς αὐτοὺς ἐκ τῆς τοῦδε προσηγορίας ἐπονομάζον τες οἱ τὴν προῤῥηθεῖσαν ἀκολασίαν ἐπιτηδεύοντες. Κατὰ τούτων καὶ ὁ προῤῥηθεὶς συνέγραψε Κλήμης, καὶ Εἰρηναῖος, καὶ Ὡριγένης, καὶ Ἱππόλυτος ὁ ἐπίσκοπος καὶ μάρτυρ. Βʹ. -Περὶ Μοντανιστῶν. Τῆς δὲ κατὰ Φρύγας καλουμένης αἱρέσεως ἤρξατο Μοντανὸς, ἀπὸ κώμης τινὸς ἐκεῖ διακειμένης ὁρμώ μενος, Ἀρδαβᾶν καλουμένης. Οὗτος οἰστρηθεὶς ἔρωτι φιλαρχίας Παράκλητον ἑαυτὸν προσηγόρευσε, καὶ προφήτιδας ἐποιήσατο δύο, Πρίσκιλλαν καὶ 83.404 Μαξιμίλλαν, καὶ τὰ τούτων συγγράμματα προφητι κὰς προσηγόρευσε βίβλους, Πέπουζαν δὲ τὴν κώμην ὠνόμασεν Ἱερουσαλήμ. Οὗτος καὶ γάμον διαλύειν ἐνομοθέτησε, καὶ νηστείας καινὰς παρὰ τὸ τῆς Ἐκκλησίας ἐπεισήγαγεν ἔθος. Τὸν δὲ περὶ τῆς θείας Τριάδος οὐκ ἐλυμήνατο λόγον, καὶ τὰ περὶ τῆς τοῦ κόσμου δημιουργίας ὁμοίως ἡμῖν ἐδογμάτι σεν. Οἱ δὲ τῆς τούτου διδασκαλίας ἐξηρτημένοι, καλοῦνται μὲν ἀπὸ τούτου Μοντανισταὶ, καλοῦνται δὲ κατὰ Φρύγας ἀπὸ τοῦ ἔθνους, Πεπουζιανοὶ δὲ ἀπὸ τῆς κώμης, ἣν Ἱερουσαλὴμ ἐκεῖνος ὠνόμα σεν. Αἱ δὲ τῆς Πρισκίλλης καὶ Μαξιμίλλης προ φητεῖαι ὑπὲρ τὸ θεῖον Εὐαγγέλιον τετίμηνται παρ' αὐτοῖς. Περὶ δὲ τῶν μυστηρίων τινὲς μὲν θρυλλοῦσί τινα, ἐκεῖνοι δὲ οὐ συνομολογοῦσιν, ἀλλὰ συκοφαντίαν τὴν κατηγορίαν καλοῦσι. Τινὲς δὲ αὐτῶν τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος Σαβελλίῳ παραπλησίως ἠρνήσαντο, τὸν αὐτὸν εἶναι λέγοντες, καὶ Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, παρα πλησίως τῷ Ἀσιανῷ Νοητῷ. Κατὰ τούτων συνέγρα ψεν Ἀπολινάριος, ὁ τῆς κατὰ Φρυγίαν ἱερᾶς πόλεως ἐπίσκοπος γεγονὼς, ἀνὴρ ἀξιέπαινος, καὶ πρὸς τῇ γνώσει τῶν θείων καὶ τὴν ἔξωθεν παιδείαν προσειληφώς. Ὡσαύτως δὲ καὶ Μιλτιάδης, καὶ Ἀπολλώνιος, καὶ ἕτεροι συγγραφεῖς. Κατὰ δὲ Πρόκλου τῆς αὐτῆς αἱρέσεως προστατεύ σαντος συνέγραψε Γάϊος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν. Γʹ. -Περὶ Νοητοῦ τοῦ Σμυρναίου. Ὁ δὲ Νοητὸς Σμυρναῖος μὲν ἦν τὸ γένος, ἀνενεώσατο δὲ τὴν αἵρεσιν, ἢν Ἐπίγονος μέν τις οὕτω καλούμενος ἀπεκύησε πρῶτος, Κλεο μένης δὲ παραλαβὼν ἐβεβαίωσε. Ταῦτα δέ ἐστι τῆς αἱρέσεως τὰ κεφάλαια. Ἕνα φασὶν εἶναι Θεὸν καὶ Πατέρα, τῶν ὅλων δημιουργόν· ἀφανῆ μὲν ὅταν ἐθέλῃ, φαινόμενον δὲ ἡνίκα ἂν βούληται· καὶ τὸν αὐτὸν ἀόρατον εἶναι καὶ ὁρώμενον, καὶ γεννητὸν καὶ ἀγέννητον· ἀγέννητον μὲν ἐξ ἀρχῆς, γεννητὸν δὲ ὅτε ἐκ Παρθένου γεννηθῆναι ἠθέλησε· ἀπαθῆ καὶ ἀθά νατον, καὶ πάλιν αὖ παθητὸν καὶ θνητόν. Ἀπαθὴς γὰρ ὢν, φησὶ, τὸ τοῦ σταυροῦ πάθος ἐθελήσας ὑπέμεινε. Τοῦτον καὶ Υἱὸν ὀνομάζουσι καὶ Πατέρα, 83.405 πρὸς τὰς χρείας τοῦτο κἀκεῖνο καλούμενον. Νοητια νοὶ προσηγορεύθησαν οἱ τήνδε τὴν αἵρεσιν στέρξαντες. Ταύτης μετὰ τὸν Νοητὸν ὑπερήσπισε Κάλλιστος, ἐπιθήκας τινὰς καὶ οὗτος ἐπινοήσας τῇ δυσσεβείᾳ τοῦ δόγματος. ∆ʹ. -Περὶ Τεσσαρεσκαιδεκατιτῶν. Ἡ δὲ τῶν Τεσσαρεσκαιδεκατιτῶν αἵρεσις ταύτην ὑπόθεσιν ἔχει. Φασὶ τὸν εὐαγγελιστὴν Ἰωάννην, ἐν τῇ Ἀσίᾳ κηρύξαντα, διδάξαι αὐτοὺς ἐν τῇ τεσσαρεσ καιδεκάτῃ τῆς σελήνης ἐπιτελέσαι τοῦ Πάσχα τὴν ἑορτήν· κακῶς δὲ τὴν ἀποστολικὴν νενοηκότες παρά δοσιν, τὴν τῆς Κυριακῆς ἀναστάσεως οὐκ ἀναμέ νουσιν ἡμέραν, ἀλλὰ