24
τοῦ θανάτου τὸ στόμα· ἀλλὰ τοῖς ἄλλοις παραπλησίως τῷ τάφῳ παραδοθήσεται. [ ̓Ενόμισε οὖν ὁ ἐχθρὸς καὶ αὐτῶν τῶν ἀποστό λων κυριεύειν, ἀλλὰ καὶ τῶν μαρτύρων· ὅταν οὖν ἔδοξε πάντων κεκρατηκέναι, τότε συντριβεὶς ἔπεσε· τὸ γὰρ κύψει συντριβῆναι δηλοῦται.] ιαʹ. "Εἶπε γὰρ ἐν καρδίᾳ αὑτοῦ, Ἐπιλέλησται ὁ Θεὸς, ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος." [Ταῦτα δὲ πάντα ὁ ἀσεβὴς κατὰ τῶν πενήτων τοῦ Θεοῦ διαπράττεται· ἑαυτὸν ἀπατῶν καὶ τοῖς ἑαυτοῦ λογισμοῖς μὴ εἶναι Θεὸν ἔφορον διανοούμενος. Εἶπε γοῦν ἐν τῇ καρδίᾳ αὑτοῦ, Ἐπιλέ λησται ὁ Θεὸς, ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ, τοῦ μὴ ἐπιβλέπειν εἰς τέλος.] Καὶ οὐδὲν αὐτὸν ὀνήσει τὰ δυσσεβῆ ῥήματα, καὶ οἱ ἀθεότητος λογισμοί· ἀλλὰ δι' αὐτῶν γνώσεται τῶν πραγμάτων, ὡς ἐφορᾷ τὰ ἀνθρώπεια τῶν ὅλων ὁ πρύτανις. Ἐκ τῶν δυσσεβῶν 80.936 τούτων ῥημάτων λίαν ἀνιαθεὶς ὁ Προφήτης, πάλιν εἰς εὐχὴν τὸν λόγον μεταβάλλει, λέγων, ιβʹ. "Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος." Ἐπειδὴ οἱ δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντες δι' ὧν πράττουσι λέγουσιν, ὡς ἐπιλέλησται ὁ Θεὸς, δίδα ξον αὐτοὺς διὰ τῆς πείρας, ὡς οὐκ ἐπιλέλησαι, οὐδ' ἀποστρέφεις τὸ πρόσωπόν σου· ἀλλὰ τῶν ἀδικουμέ νων κηδεμονίαν ποιεῖς. Καὶ σφοδρότερον ἀχθε σθεὶς ταῖς ἐκείνων βλασφημίαις ἐπήγαγεν· ιγ. "Ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὑτοῦ, Οὐκ ἐκζητήσει." Ἀλλὰ κἂν μυριάκις ἐκεῖνος ταῦτα λογίσηται, σὺ βλέπεις· οὕτως γὰρ νοητέον. [Τουτέστιν, Ὅσον ἂν καταπίω τὸν ἄνθρωπον, οὐκ ἔστιν ὁ ἐκζητῶν αὐτὸν, φησὶν ὁ διάβολος.] ιδʹ. "Βλέπεις ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖράς σου." Οὕτως γὰρ καὶ ὁ Σύμμαχος διέστειλεν· Ὁρᾷς ὅτι σὺ μόχθον καὶ παροργισμὸν ἐποπτεύεις. Καὶ ὁ Ἀκύλας· Εἶδες ὅτι σὺ πόνον καὶ παροργισμὸν ἐπιβλέπεις. Κἂν μυριάκις, φησὶν, εἴπωσιν οἱ δυσσεβείᾳ συζῶντες, ὅτι οὐκ ἐπιβλέπεις τὰ ἀν θρώπεια, ἡμεῖς ἴσμεν ὅτι βλέπεις καὶ ἐποπτεύεις τὰς τούτων παρανομίας, καὶ τὴν ἀξίαν αὐτοὺς εἰσπράττῃ ποινήν. Σοὶ (γὰρ) ἐγκαταλέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. ∆ιὰ τοῦτό σε ἱκετεύω. ιεʹ. "Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ, καὶ πονηροῦ." Ἔσται δὲ τοῦτο, ἐὰν μόνον τὴν ἁμαρτίαν αὐτοῦ ζητῆσαι θελήσῃς. Εἰ γὰρ τοῦτο γένηται, παραυτίκα φροῦδος ἔσται, καὶ πανωλε θρίᾳ παραδοθήσεται· τοῦτο γὰρ ἐδήλωσεν εἰρη κώς· "Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ·" δι' αὐτὴν μὲν τὴν ἁμαρτίαν· καὶ τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος εἴρηκεν· Ἐκζητηθήσεται ἡ ἀσέβεια αὐτοῦ, ἵνα μὴ εὑ ρεθῇ αὐτός. Ἐκείνης γὰρ ζητουμένης καὶ δεικνυμέ νης, οὗτος ἀπόλλυται. ι ϛʹ. "Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Ἐπειδὴ γὰρ οἱ δυσσεβεῖς ἔλεγον, Οὐ ζητεῖ, οὐδὲ βλέπει, εἰκότως ὁ προφητικὸς 80.937 λόγος διδάσκει ὅτι βασιλεύσει, καὶ οὐχ ἁπλῶς βασιλεύσει, ἀλλ' εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἴδιον δὲ βασιλέως προμηθεῖσθαι τῶν ἀρχομένων. "Ἀπο λεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ," τὰ παρανομίᾳ συζῶντα, τὰ τὸ σωτήριον μὴ δεξάμενα κήρυγμα. ιζʹ. "Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύ ριε, τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου." Τὴν δὲ ἑτοιμασίαν τὴν πρόθεσιν ὁ Σύμμαχος εἴρηκεν. Οἶδας, φησὶν, ἀκριβῶς τίνος ἐπιθυμοῦσιν οἱ πένητες, καὶ ποίαν πρόθε σιν ἔχουσιν. Εἶτα ταύτην διδάσκει σαφέστερον. ιηʹ. "Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ." Τούτου, φησὶν, ἐφίεται τῶν ἀδικουμένων ἕκαστος· "Ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς." Τῶν γὰρ ἀσεβείᾳ καὶ παρανομίᾳ χρωμένων κολαζομένων, ὄφελος ἔσται μέγιστον τῶν ἄλλων ἀνθρώπων εἰς τούτους ἀφορώντων, καὶ δρᾷν τὰ ὅμοια μὴ τολμώντων. Ταῦτα δὲ οὐχ ἁπλῶς ὁ προ φήτης τῷ προκειμένῳ συνῆψε ψαλμῷ· ἀλλὰ πρῶτον μὲν δεῖξαι βουλόμενος ὅπως διέκειτο πάλαι τῶν ἀνθρώπων ἡ φύσις, καὶ ὅτι ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος εἰς καιρὸν ἐνανθρωπήσας κατάλληλα τοῖς τραύμασιν ἐπέθηκε φάρμακα. Πρὸς δέ γε τούτοις διδάσκει, ὡς τοὺς ὄνησιν οὐδεμίαν ἐκ τῆς εὐεργε σίας δέξασθαι βουληθέντας μείζοσι παραδόσει κολαστηρίοις ὁ τῶν ὅλων Θεὸς ἐν τῇ τῆς δευτέρας ἐπιφανείας ἡμέρᾳ.