24
ἑκάστην ἡμέραν· οὕτως οἱ γεννήσαντες τοὺς ἡμᾶς γεννήσαντας καὶ οἱ ἐκείνων ἀνώτεροι. καὶ ἀναποδίζων ὁ λόγος εἰς τὸ καταρχὴν ἐλεύσεται καὶ κατιὼν πάλιν εἰς τὴν συντέλειαν τοῦδε τοῦ παντὸς καταντήσει. καὶ οὐκ ἔστιν ὃς ζήσεται, κατὰ τὸ γεγραμμένον, καὶ οὐκ ὄψεται θάνατον. τὸ δὲ παρὸν λειτουργία τις διωρισμένη καὶ πραγματεία ἡμερήσιος, καὶ αὐτίκα εἰς τὰ οἰκεῖα ἐπανέλευ σις, τῆς τῶν ἐνθένδε λέγω πρὸς τὰ ἐκεῖσε μεταβάσεως. πατριάρχαι, καὶ παρῆλθον, προφῆται, καὶ μετῆλθον, πατέρες καὶ μητέρες, καὶ ἀπεγένοντο, ἀδελφοὶ καὶ φίλοι καὶ συγγενεῖς, καὶ παρέδραμον. τί δὲ βασιλεῖς; τί δὲ σατράπαι; τί δὲ ἄρχοντες; τί δὲ πᾶσα ἡλικία καὶ πᾶν γένος ἀνθρώπου; οὐχὶ πάντες ὑπὸ γῆν γεγόνασιν καὶ γενήσονται μικρὸν ὕστερον ἐκ γῆς φύντες; ἀλλ' ὧδε τὸ ζητούμενον, ἵνα καλῶς τὰ ἐνταῦθα ἀμείψαντες καὶ πρὸς τὸ βούλημα τοῦ πεποιηκότος θεοῦ ἐμπολιτευσάμενοι τοῦ ἐκεῖσε φοβερωτάτου κριτηρίου τὴν παράστασιν ἀκατάκριτον εὑρήσομεν. ὅπερ τὸ ὑμέτερον τέκνον ἀσφαλῶς καὶ βεβαίως ηὕρατο καὶ ἐπιτετύχηκεν· μακάριος γάρ, φησίν, ὁ ἐν γεννητοῖς γυναικῶν ὀλιγόβιος καὶ ὃν Κύριος ἐξελέξατο καὶ προσελάβετο ἐν πρώτῃ ἡλικίᾳ, μὴ πειραθέντα τῶν πικρῶν ἁμαρτημάτων τοῦ τῇδε βίου. Ἐξῆλθεν καὶ ἀπῆλθεν ὁ κύριος Σωτήριχος φερωνύμως ἐν σωτηρίᾳ, ἤχους ἑορταζόντων καταξιούμενος, ἀγαλλιάσεως ἀνεκλαλήτου, συναριθμήσεως τῶν ἐν κόλποις Ἀβραὰμ ἀναπαυομένων βρεφῶν ἁγίων, μηκέτι δουλεύων φθορᾷ καὶ σαρκί, ἀιδιότητι συνών. ἐντεῦθεν βουλόμεθά σε λαμβάνειν τὰς ἀφορμὰς τῆς παρηγορίας, ἐντεῦθεν τὰς παρακλήσεις. γενοῦ δημιουργὸς εὐφροσύνης καὶ θεραπευτὴς οὐ μόνον σαυτοῦ ἀλλὰ καὶ τῆς κυρίας τῆς σπαθαρέας, τῆς μάλιστα δεομένης ἰατρείας καὶ παρακλήσεως πολλῆς διὰ τὸ μικρὸν περιπαθές, εἶτα καὶ τῶν λοιπῶν διαφερόντων σοι· ὡς ἂν δειχθείης τὰ θεῖα πεπαιδευμένος καὶ θεοῦ νόμῳ κρατούμενος καὶ εἰδὼς ποῦ ποτε ἀπῄει ὁ μεθιστάμενος (καὶ μάλιστα ἐπὶ τοῦ σοῦ γλυκείου τέκνου), ὅτι οὐκ εἰς θάνατον οὐδὲ εἰς τὸ μὴ ὄν, ἀλλ' εἰς ζωὴν αἰώνιον καὶ εἰς θεὸν τὸν τὰ πάντα ποιήσαντα, καὶ ὡς ἂν παραδειχθείης πατράσι καὶ πᾶσι τοῖς γνωρίμοις καὶ συνειλεγμένοις ἐν τῇ κηδείᾳ ὑπόδειγμα καλόν, μετὰ σωφροσύνης καὶ εὐχαριστίας διαφέρειν τὰς τῶν τέκνων ἀποβολὰς καὶ μὴ ἀντιτείνειν θεοῦ προστάγμασιν. 19 {1Πρὸς τὸ κοινὸν τοῦ λαοῦ Ἀντισάρχου}1 Γράμματα ἐδεξάμεθα παρὰ τῆς τιμιότητος ὑμῶν περὶ τοῦ μαθητοῦ ἡμῶν, τοῦ πάλαι ἀποδράσαντος καὶ ἐν τοῖς αὐτόθι οὐκ οἶδ' ὅπως ἀμαθίᾳ καὶ ἀνοσιότητι προσδεχθέντος, καὶ ἐν ἑνὶ ἄντρῳ οὐχὶ μοναστήριον ἀλλὰ λῃστήριον παθῶν ἀναδειμαμένου, ἵνα τοῦτον λύσεως ἀξιώσωμεν. καὶ σύντομος ἡ ἀπόκρισις. Μαρκιανὸς ὁ μαθητὴς ἡμῶν, ἕως ἂν ὑποστρέψῃ ἐν τῷ οἰκείῳ μοναστηρίῳ, ἐν ᾧ τὰς συνθήκας ἔθετο ὑπὸ μάρτυρι θεῷ τῆς ἀποταγῆς αὐτοῦ, ἐστὶ δεδεμένος καὶ κατακεκριμένος καὶ ἀνάξιος τῆς κοινωνίας, καθ' οὓς ἔγραψε θεοκελεύστους κανόνας· οὐ γὰρ ἐξ ἡμῶν ἡ ἐπηρτημένη ἀπειλή, ἀλλ' ἐκ θεοπνεύστων πατέρων. Τοῦτον τοίνυν, εἴπερ ἀγαπᾶτε σῴζεσθαι, νουθετήσατε ἀνθυπονοστῆσαι εἰς τὰ οἰκεῖα, ὃν ἡμεῖς μεταμελόμενον καὶ ὑποστρέφοντα πατρικοῖς σπλάγχνοις ἕτοιμοί ἐσμεν ὑποδέξασθαι καὶ συγχωρῆσαι πάντα τὰ ἡμαρτημένα αὐτῷ· ὡς γὰρ οὐκ ἔστι πρόβατον ἐκ τῆς ἰδίας μάνδρας ἀποσπασθὲν καὶ ἀποπλανηθὲν μὴ θηριάλωτον γενέσθαι, οὕτως τὸν ἀπὸ μοναστηρίου ἐξερχόμενον ἀνόμως ἐν τῷ οἰκείῳ θελήματι καὶ ἐν τόπῳ οὗ οὐκ ἐπισκοπεῖ ὁ Κύριος καθεζόμενον μὴ ὑπὸ δαιμόνων ἁλῶναι. τὸ οὖν κελλίον αὐτοῦ φωλεός ἐστι δαιμόνων, ἀγρευτήριον ψυχῶν, παγιδευτήριον γυναικῶν, πάσης ἀνομίας ἐργαστήριον, κἂν ὁποίοις ἂν λόγοις καὶ τρόποις ἢ αὐτὸς ἢ ὑμεῖς μεθοδεύειν πειρᾶσθε τὰ λεγόμενα. Εἰ οὖν ὑπακούει καὶ ὑπακούετε, εὖ ἂν ἔχοι ἀμφοτέροις, φυγοῦσι τὰς θείας ὀργὰς καὶ ἀπειλάς· εἰ δὲ μή γε, ὄψεσθε ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν τοὺς τῆς παρακοῆς ὑμῶν καρπούς. ὁ δὲ ἁγιώτατος ἐπίσκοπος εὐλογημένος ἐστὶν ὑπὸ Κυρίου, τηρῶν τοὺς νόμους καὶ τὸν ἀνόσιον πόρρω που διώκων. οὐ γὰρ