1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

24

παράδειγμα καὶ φόβον πολλῶν ἐτιμωρήσατο οὕτως· σηπεδόνος νοσήματι διαλυθέντων αὐτοῦ τῶν μελῶν ἐν τῇ πλατείᾳ ἐρριμμένος ἐν ὀφθαλμοῖς πάντων ἐξέψυξεν. ἀλλ' ἐν τούτοις διέπρεψαν ὁμολογίᾳ τῇ εἰς Χριστὸν Οὐαλεντινιανός, τριβοῦνος τότε ὢν τάγματος, Κορνούτων λεγομένων νουμέρου, οὐ μόνον τοῦ ἀξιώματος καταφρονήσας, ἀλλὰ καὶ ἐξορίᾳ ὑποβληθείς, ὅστις μετὰ ταῦτα ὑπὸ θεοῦ βασιλεὺς ἀνεδείχθη· ὁμοίως καὶ Ἰουβιανὸς τὴν ζώνην ἔλυσε κράζων· Χριστιανός εἰμι· ὃν ὁ λαὸς ἀγαπῶν στρατοπεδάρχην ὄντα ἐξῃτήσατο τὸν βασιλέα μὴ ἀδικῆσαι αὐτόν· ὅστις καὶ βασιλεὺς μετὰ Ἰουλιανὸν ἀνηγορεύθη. Ἀρτέμιός τε, ὁ δοὺξ τῆς κατ' Αἴγυπτον διοικήσεως, ἐπειδήπερ ἐπὶ Κωνσταντίου ζῆλον κατὰ τῶν εἰδώλων πολὺν ἐνεδείξατο ἐν Ἀλεξανδρείᾳ, ἐδημεύθη τὴν κεφαλὴν ἀποτμηθείς. ἐμαρτύρησε δὲ καὶ ἐν ∆οροστόλῳ τῆς Θρᾴκης Αἰμιλιανὸς ἀπὸ στρατιωτῶν, πυρὶ παραδοθεὶς ὑπὸ Καπετωλίνου· καὶ πολλοὶ ἄλλοι κατὰ διαφόρους τόπους καὶ τρόπους διέπρεψαν ἐν τῇ εἰς Χριστὸν ὁμολογίᾳ. Θαλάσσιος δέ τις ἐπ' ἀσελγείαις καὶ ἀσωτίαις ἐπίσημος, ὁ καὶ τῆς ἑαυτοῦ θυγατρὸς ἐπ' αἰσχρουργίᾳ προαγωγεύς, ἐτιμᾶτο ὑπὸ τοῦ βασιλέως ὡς σπλαγχνοσκόπος, οἰκῶν ἐν Ἀντιοχείᾳ πλησίον τοῦ παλατίου. συμπεσόντος οὖν αὐτῷ τοῦ οἴκου μόνος ἀπώλετο μετὰ ἑνὸς εὐνούχου, ᾧ καὶ συμπεπλεγμένος εὑρέθη. ἐσώθησαν δὲ πάντες οἱ σὺν αὐτῷ εὑρεθέντες, οἱ ἴδιοι αὐτοῦ Χριστιανοὶ ὄντες, ἥ τε τούτου γυνὴ καὶ οἱ σὺν αὐτῇ. παιδίον δὲ ὡς ἐτῶν ἑπτὰ ἐκεῖ εὑρεθὲν καὶ σωθέν, ἐρωτώμενον, πῶς ἐσώθη, εἴρηκεν, ὡς ὑπὸ ἀγγέλου βασταχθέν. ὁ δὲ δυσώνυμος Ἰουλιανὸς ἐπ' ἀνατροπῇ τῆς θείας ἀποφάσεως τὸν Ἰουδαίων ναὸν οἰκοδομηθῆναι προσέταξεν, Ἀλύπιον Ἕλληνά τινα σπουδαῖον κατὰ Χριστοῦ προστησάμενος τοῦ ἔργου. τοῦ δὲ καὶ τὰ ἀφανῆ τῶν θεμελίων κατορύ52 ξαντος, διὰ τὸν ἐκχοϊσμὸν ἄνεμος βιαιότατος ἐπιπνεύσας σὺν λαίλαπι τὴν παρεσκευασμένην ἄσβεστον ἐξηφάνισε μοδίων μυριάδων κʹ οὖσαν· ἐπιμενόντων δὲ τῶν Ἰουδαίων τῇ ἐγχειρήσει τοῦ ἔργου, πῦρ ἐξελθὸν τούτους κατέφλεξεν, καὶ οὕτως ἐπαύσαντο τῆς τόλμης. ἀνατροπὴν δὲ Ἰουλιανὸς ὁ δυσσεβὴς ἔγραψε τῶν θείων εὐαγγελίων, ἣν ὁ μέγας Κύριλλος Ἀλεξανδρείας ἐν ἐξαιρέτῳ πραγματείᾳ λαμπρῶς ἐπανέτρεψεν. Πορφύριος δέ, ὁ καθ' ἡμῶν λυττήσας, Τύριος μὲν ἦν τῷ γένει, Χριστιανὸς δὲ τὸ πρὶν ὁ ἄθλιος· τυφθεὶς δὲ ὑπὸ Χριστιανῶν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης κατ' ὀργὴν μετῆλθεν εἰς τὸν ἑλληνισμόν, καὶ τότε γράψαι κατὰ τῆς ἀληθείας ὁ κύων ἐτόλμησεν. ἐπὶ τούτοις ὤφθη ὁ θεῖος σταυρὸς ἐν τῷ οὐρανῷ φωτοειδὴς κυκλούμενος ὑπὸ στεφάνου φωτὸς ἀπὸ τοῦ Γολγοθᾶ ἕως τοῦ ἁγίου ὄρους τῶν ἐλαιῶν, λαμπρότερος μᾶλλον ἢ ἐπὶ Κωνσταντίου· αὐτομάτως τε τοῖς ἁπλώμασι τῶν θυσιαστηρίων καὶ βίβλοις καὶ ἄλλοις ἐσθήμασι τῶν ἐκκλησιῶν καὶ ἐν ἱματίοις οὐ μόνον Χριστιανῶν, ἀλλὰ καὶ Ἰουδαίων, ἐπεπόλαζε τὸ σημεῖον τοῦ σταυροῦ, οὐ μόνον ἐν Ἱεροσολύμοις, ἀλλὰ καὶ ἐν Ἀντιοχείᾳ καὶ ἄλλαις πόλεσιν· καὶ ὧν ἀναισχύντως ἠπίστουν Ἰουδαῖοι καὶ Ἕλληνες, εὑρίσκοντο τὰ ἱμάτια αὐτῶν πεπληρωμένα σταυρῶν· ἔν τισι δὲ καὶ ἐμελάνιζον. Ἰουλιανὸς πολλοὺς ἐν διαφόροις τόποις ἀπέστειλεν εἴς τε μαντείας καὶ χρηστήρια, ὅπως ἂν δόξῃ μετ' ἐπιτροπῆς τῶν δαιμόνων ἐπὶ Πέρσας πόλεμον ἐγχειρεῖν. καὶ πολλῶν ἐκ διαφόρων κομισθέντων αὐτῷ χρησμῶν, ἑνὸς ἐπιμνησθήσομαι. ἔχει δὲ οὕτως· νῦν πάντες ὡρμήθημεν θεοὶ νίκης τρόπαια κομίσασθαι παρὰ θηρὶ ποταμῷ, τῶν δὲ ἐγὼ ἡγεμονεύω θοῦρος πολεμόκλονος Ἄρης. τούτοις βεβαιωθεὶς πρὸς τὸν κατὰ Περσῶν ὁπλίζεται πόλεμον πολλὰ χρήματα τοὺς Χριστιανοὺς ζημιώσας. ἐν Ἀντιοχείᾳ δὲ γενόμενος προφάσει τῶν ὠνίων ὑβρίσθη σφοδρῶς παρὰ τῶν Ἀντιοχέων. ὅτε καὶ τὸν Μισοπώγωνα λόγον Ἀντιοχικὸν πρὸς ἄμυναν δῆθεν ἐπόνεσεν· Θεόδωρον δέ τινα νεανίαν προκατάρξαντα τῶν κατ' αὐτοῦ ὕβρεων πικρῶς ᾐκίσατο. πολλὰ δὲ καὶ μεγάλα κατὰ Χριστιανῶν ποιήσας καὶ πλείονα ποιεῖν μετὰ τὸν Περσικὸν πόλεμον ἐπαγγειλάμενος κακῶς 53 τὸν παμμίαρον αὐτοῦ