Αἰγύπτιοι μὲν ἐφαντάζοντο, Ἕλληνες δὲ ἔμελλον περὶ τούτων μυθολογεῖν· διὰ τοῦτο οὗτος, Πνεύματι ἁγίῳ κινούμενος, παύει μὲν τοὺς ἐπιχειροῦντας περὶ τούτων ζητεῖν, φάσκων· «Οὐ δυνήσεται ἄνθρωπος τοῦ εὑρεῖν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· ὅσα ἂν μοχθήσῃ ἄνθρω πος τοῦ ζητῆσαι, καὶ οὐχ εὑρήσει·» διαβάλλει δὲ καὶ τὴν Αἰγυπτίων περὶ γενεθλιαλογίας νόησιν, λέ γων· «Τηρῶν ἄνεμον οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει, ἐν οἷς οὐκ ἔστι γινώσκων, τί ἡ ὁδὸς τοῦ πνεύματος. Ὡς ὀστᾶ ἐν γαστρὶ κυοφορούσης, οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ Θεοῦ, ὅσα ποιήσει τὰ σύμπαντα.» Εἶτα καὶ περὶ τὴν θεωρίαν ἑκάστου γιγνόμενος συνεῖδεν, ὅτι μάτην ἐστὶ περὶ τοιούτων ζητεῖν, καὶ μόνον τὰ τοιαῦτα μόχθον γεννᾷ. Οὐ γὰρ ἀπὸ τοῦ γινώσκειν τὰ τοιαῦτα, ἀλλ' ἀπὸ τοῦ πρακτι κοῦ βίου ὁ σοφὸς καὶ δίκαιος συνίσταται. Λέγει γάρ· «Καί γε ὅσα ἐὰν εἴπῃ σοφὸς τοῦ γνῶναι, οὐ δυνήσε ται τοῦ εὑρεῖν. Ὅτι σύμπαν τοῦτο ἔδωκα εἰς καρ δίαν μου, καὶ ψυχή μου σύμπαν εἶδε τοῦτο, ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ Θεοῦ.» Εἰκότως τοίνυν περὶ τῶν τοιούτων ζήτησιν διαβὰς, καὶ περὶ τὴν ἀνθρωπίνην πολιτείαν καταγι γνόμενος, ὁρῶν τε πολλὰ καὶ ποικίλα τὰ τῶν ἀνθρώ πων συμπτώματα, συνίστησιν, ὅτι προνοίᾳ τὰ πάντα διοικεῖται, λέγων· «Οὐ τοῖς κούφοις ὁ δρόμος, καὶ οὐ τοῖς συνετοῖς [δυνατοῖς] ὁ πόλεμος, καί γε οὐ τῷ σοφῷ 28.349 ὁ ἄρτος, καί γε οὐ τοῖς συνετοῖς ὁ πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσιν ἡ χάρις· ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. Ἐν παντὶ γάρ ἐστι βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου. Καὶ γὰρ οὐδεὶς κύ ριός φησιν ἐν τούτοις τῆς ἑαυτοῦ βουλῆς. Ὅτι τίς ἄνθρωπος, ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς τὰ ὅσα ἐποίησεν αὐτήν; καὶ ὅτι οὐδὲν πλέον ἄνθρωπος ἐν τῷ βίῳ τούτῳ ἐξουσιάσαιτο, ἢ τοῦ ποιεῖν πονηρὸν καὶ ἀγαθὸν, καὶ ἑτοιμάζειν εἰς τὴν ἔξοδον τὰ ἔργα αὐτοῦ. Καὶ γὰρ καὶ ὃ φάγεται καὶ πίεται, τοῦτο δόμα Θεοῦ ἐστιν. Ὅθεν εἴτε ζήτησίς ἐστι περὶ τοῦ, πῶς γέγονε τὰ φαινόμενα, εἴτε κτῆσίς ἐστι χρημάτων, εἴτε τρυφὴ περιουσίας, πάντα ταῦτα ματαιότης μα ταιοτήτων ἐστὶ, καὶ πλέον οὐδὲν ἢ περισσεία βουλῆς καὶ προαιρέσεως ἐπιχήρησις.» Ἐν δὲ τῷ λέγειν ταῦτα ματαιότητα, ἐμφαίνει τῶν μελλόντων τὸ αἰώ νιον. ∆ιὸ καὶ πάντα ὑπερβὰς, παραινεῖ τῶν αἰωνίων μνημονεύειν, καὶ εἰδέναι τέλος ἔσεσθαι τοῦ κόσμου τούτου, ἐν τῷ λέγειν, ἀργεῖν τὰς ἀληθούσας, «ἐν ἡμέρᾳ ᾗ ἂν σαλευθῶσι φύλακες τῆς οἰκίας, καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως, καὶ ἤργησαν αἱ ἀλήθουσαι.» Καὶ τὰ μετὰ τὸ τέλος δὲ ἐξηγεῖται· «Ὅτι σύμπαν τὸ ποίημα ὁ Θεὸς ἄξει ἐν κρίσει ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν, καὶ ἐὰν πονηρόν.» Ἐκ δὴ τούτων δείκνυσιν, ὅτι ἅπερ ἔλεγε, «Ματαιότης ματαιοτήτων,» οὐ τὴν κτίσιν διαβάλλων ἔφη, ἀλλ' ὅτι, τὰ αἰώνια θεωρῶν, ἔλεγε τὴν τῶν προσκαί ρων ἐπιθυμίαν εἶναι ματαιότητα. Καὶ κρίσιν δὲ δια διδάσκων, σημαίνει τὴν ἀνάστασιν τῶν νεκρῶν, καὶ τῶν πράξεων ἀνταπόδοσιν. Ἔπειτα λέγων, «Ἤργησαν αἱ ἀλήθουσαι,» δείκνυσι πάλιν μὴ εἶναι ματαίαν αὐτὴν τὴν κτίσιν, ἀλλὰ καὶ μᾶλλον διδάσκαλον πᾶσιν αὐτὴν οὖσαν εἰς εὐσέβειαν. Ἡ γὰρ τάξις αὐτῆς καὶ ἡ διακόσμησις διήγησίς ἐστι περὶ τοῦ πεποιηκότος καὶ κτίσαντος αὐτὴν, ἐν ᾗ καὶ οἱ προφῆται καὶ οἱ εὐαγγελισταὶ, καὶ οἱ διδάσκαλοί εἰσιν, ὥσπερ ἀλήθον τες ἑκάστῳ τροφὴν διὰ τῆς διδασκαλίας τὴν εἰς εὐ σέβειαν γνῶσιν· οἵτινες ἀλήθοντες ἀργήσουσι λοιπὸν ἐν τῇ συντελείᾳ. Οὐκ ἔτι γὰρ ὡς ἀλήθοντες διδάξου σιν αὐτοὶ, ἀλλ' ἐκ τῶν πράξεων ἑκάστου ἡ κρίσις γίνεται. Βιβλίον ιςʹ, Ἆσμα ᾀσμάτων. Τοῦ Σολομῶντός ἐστι καὶ τοῦτο τὸ βιβλίον συγ γραφὴ, καθὰ προδεδήλωται. Ὅλον δὲ αὐτῷ γέγρα πται ἀπ' ἀρχῆς μέχρι τέλους μυστικῶς
25