κωλῦσαι ὥστε μὴ διαβῆναι. Τῶν δὲ ὁδηγούντων ἀντιμαχομένων, ἀπῄτουν ἐκεῖνοι λόγον, εἰ μὴ ὑπεύθυνος αὐτοῖς εἴη. Θελόντων τοίνυν συνᾶραι λόγον ἀπὸ τῆς γεννήσεως αὐτοῦ, ἐκώλυον οἱ τὸν Ἀντώνιον ὁδηγοῦντες, λέγοντες ἐκείνοις· Τὰ μὲν ἀπὸ τῆς γεννήσεως αὐτοῦ ὁ Κύριος ἀπήλειψεν· ἐξ οὗ δὲ γέγονε μοναχὸς, καὶ ἐπηγγείλατο τῷ Θεῷ, ἐξ έστω λόγον ποιῆσαι. Τότε κατηγορούντων, καὶ μὴ ἐλεγχόντων, ἐλευθέρα γέγονεν αὐτῷ καὶ ἀκώλυτος ἡ ὁδός· καὶ εὐθὺς εἶδεν ἑαυτὸν ὥσπερ ἐρχόμενον καὶ πρὸς ἑαυτὸν ἑστῶτα, καὶ πάλιν ἦν ὅλως Ἀντώνιος. Τότε τοῦ μὲν φαγεῖν αὐτὸς ἐπιλαθόμενος, ἔμεινε τὸ λοιπὸν τῆς ἡμέρας καὶ δι' ὅλης τῆς νυκτὸς στενάζων καὶ εὐχόμενος. Ἐθαύμαζε γὰρ βλέπων πρὸς πόσους ἡμῖν ἐστιν ἡ πάλη, καὶ διὰ πόσων πόνων ἔχει τις δια βῆναι τὸν ἀέρα· καὶ ἐμνημόνευεν, ὅτι τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Ἀπόστολος· Κατὰ τὸν ἄρχοντα τῆς ἐξου σίας τοῦ ἀέρος. Ἐν τούτῳ γὰρ ὁ ἐχθρὸς ἔχει τὴν ἐξουσίαν, ἐν τῷ μάχεσθαι καὶ πειράζειν διακωλύειν τοὺς διερχομένους. ∆ι' ὃ καὶ μάλιστα παρῄνει· Ἀναλά βετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντι στῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ· ἵνα μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον ὁ ἐχθρὸς καταισχυνθῇ. Ἡμεῖς δὲ, τοῦτο μαθόντες, μνημονεύωμεν τοῦ Ἀποστόλου λέγοντος· Εἴτε ἐν σώματι, οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδεν. Ἀλλ' ὁ μὲν Παῦλος ἕως τρίτου οὐρανοῦ ἡρπάγη, καὶ ἀκού σας ἄῤῥητα ῥήματα κατῆλθεν· ὁ δὲ Ἀντώνιος ἕως τοῦ ἀέρος ἑαυτὸν εἶδε φθάσαντα, καὶ ἀγωνισάμενον ἕως ἐλεύθερος φανῇ. Εἶχε δὲ καὶ τοῦτο πάλιν χάρισμα. Ἐν γὰρ τῷ ὄρει κατὰ μόνας καθήμενος, εἴ ποτέ τι πρὸς ἑαυτὸν ζητῶν ἠπόρει, τοῦτο αὐτῷ παρὰ τῆς Προνοίας εὐχο μένῳ ἀπεκαλύπτετο. Καὶ ἦν, κατὰ τὸ γεγραμμένον, θεοδίδακτος γενόμενος ὁ μακάριος. Μετὰ ταῦτα γοῦν διαλέξεως αὐτῷ ποτε γενομένης πρός τινας εἰσελθόν 26.937 τας πρὸς αὐτὸν, περὶ τῆς διαγωγῆς τῆς ψυχῆς, καὶ ποῖος μετὰ ταῦτα αὐτῇ τόπος ἔσται, τῇ ἑξῆς νυκτὶ καλεῖ τις αὐτὸν ἄνωθεν, λέγων· Ἀντώνιε, ἀναστὰς ἔξελθε, καὶ βλέπε. Ἐξελθὼν τοίνυν, (ᾔδει γὰρ τίσιν ὑπακούειν ὀφείλει·) καὶ ἐθεώρησέ τινα μακρὸν ἀνα βλέψας, ἀειδῆ καὶ φοβερὸν, ἑστῶτα καὶ φθάνοντα μέχρι τῶν νεφελῶν, καὶ ἀναβαίνοντάς τινας ὥσπερ ἐπτερωμένους· κἀκεῖνον ἐκτείνοντα τὰς χεῖρας· καὶ τοὺς μὲν κωλυομένους παρ' αὐτοῦ, τοὺς δὲ ὑπεριπτα μένους, καὶ διελθόντας λοιπὸν, ἀμερίμνως ἀνάγεσθαι. Ἐπὶ μὲν οὖν τοῖς τοιούτοις ἔτριζε τοὺς ὀδόντας ὁ μακρὸς ἐκεῖνος· ἐπὶ δὲ τοῖς ἀποπίπτουσιν, ἔχαιρε. Καὶ εὐθὺς πρὸς Ἀντώνιον ἐγένετο φωνή· Νόει τὸ βλεπόμενον· καὶ διανοιχθείσης αὐτοῦ τῆς διανοίας, ἐνενόει τῶν ψυχῶν εἶναι τὴν πάροδον, καὶ τὸν ἑστῶ τα μακρὸν εἶναι τὸν ἐχθρὸν τὸν φθονοῦντα τοῖς πιστοῖς· καὶ τοὺς μὲν ὑπευθύνους αὐτῷ κρατοῦντα καὶ κωλύοντα διελθεῖν, τοὺς δὲ μὴ πεισθέντας αὐτῷ μὴ δυνάμενον κρατεῖν ὡς ὑπερβαίνοντας. Τοῦτο πάλιν ἑωρακὼς, καὶ ὥσπερ ὑπομιμνησκόμενος, μᾶλλον ἠγω νίζετο προκόπτειν τοῖς ἔμπροσθεν καθ' ἡμέραν. Ταῦ τα δὲ οὐχ ἑκὼν ἀπήγγελλεν αὐτός· ἐν δὲ τῷ χρονίζειν ἐν ταῖς εὐχαῖς καὶ καθ' ἑαυτὸν θαυμάζειν, πυνθανο μένων τῶν συνόντων καὶ θλιβόντων αὐτὸν, ἠναγκάζε το λέγειν, ὡς πατὴρ οὐ δυνάμενος κρύπτειν τοῖς τέκνοις· ἀλλὰ καὶ ἡγούμενος, ὅτι τὸ μὲν αὐτοῦ σύν ειδός ἐστι καθαρὸν, ἐκείνοις δὲ τὸ διήγημα γίνεται πρὸς ὠφέλειαν, μανθάνουσι τῆς ἀσκήσεως εἶναι καρ πὸν ἀγαθὸν, τῶν τε πόνων πολλάκις παραμύθιον γίνεσθαι τὰς ὀπτασίας. Πρὸς δὲ καὶ τὸ ἦθος ἀνεξίκακος ἦν, καὶ τὴν ψυχὴν ταπεινόφρων· τοιοῦτος γὰρ ὢν, τόν τε κανόνα τῆς Ἐκκλησίας ὑπερφυῶς ἐτίμα, καὶ πάντα κληρι κὸν τῇ τιμῇ προηγεῖσθαι ἤθελεν ἑαυτοῦ. Τοῖς μὲν γὰρ ἐπισκόποις καὶ πρεσβυτέροις οὐκ ᾐδεῖτο κλῖναι τὴν κεφαλήν· διάκονος δὲ εἴ ποτε πρὸς αὐτὸν ὠφελείας χάριν ἀπήντα, τὰ μὲν
25