ἀγῶνα τὴν γενναιοτάτην παρ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, βύθιον αὐτῇ τὴν ἀλ γηδόνα ἀπένεμεν· ὡς ἀπαραμύθητον αὐτὴν ἐκ τῆς ἀνθρώπων ἐπικουρίας γενέσθαι. Καὶ πρῶτον μὲν τὸ ἀναγκαιότατον ἐν ζωῇ πλήττει μόριον, τὸν πνεύμονα, καὶ διὰ νόσων ὀλεθρο φόρων κατ' ὀλίγον ἐξάπτει τὴν κακίαν. Ἐνεχώρει μὲν γὰρ καὶ ἐν ὀλίγῳ διὰ τῆς ἐξαιτήσεως συντεμεῖν αὐτῆς τὴν τελευτήν· ἀλλ' ὥσπερ αἱμοβόρος δήμιος, διὰ πληγῶν πολλῶν καὶ χρόνου μακροῦ τὴν οἰκείαν δεινότητα ἐνδείκνυται. Κατὰ μικρὸν γὰρ ἀναλύων τὸν πνεύμονα διὰ τῶν ἀναγομένων πτυσμάτων, τοῦ τον ἀπέβαλλε. Παρῆσαν δὲ καὶ πυρετοὶ ἀδιάλειπτοι, ῥίνης δίκην ἀποδαπανῶντες τὸ σῶμα. Ὀγδοηκοστὸν ἦγεν ἔτος, ὅτε ὁ διάβολος τὰ τοῦ Ἰὼβ ἆθλα εἰς ταύτην μετέφερεν· αὐταῖς μὲν γὰρ καὶ τότε ἐκέχρητο ταῖς μάστιξιν· ἀλλ' ἐπὶ τοῦ παρ όντος συντέμνει τὸν χρόνον, φορτικωτέρας ποιούμε νος τὰς ἀλγηδόνας. Πέμπτον μὲν καὶ τριακοστὸν ἔτος ὁ μακάριος Ἰὼβ ἐν τῇ πληγῇ πεποίηκεν· ἐνταῦθα δὲ ὁ ἐχθρὸς, ὥσπερ ἀπαρχάς τινας τοὺς τῶν δεκάδων χρόνους ἀποσυλήσας, πρὸς τὰς πληγὰς συνάπτει τῷ ἱερῷ ταύτης σώματι. Τρία γὰρ ἥμισυ ἔτη διὰ τῶν εὐκλεῶν τούτων πόνων τῷ ἐχθρῷ ἀπεμαχήσατο. Ἐπὶ μὲν οὖν τοῦ Ἰὼβ ἐκ τῶν ἔξω τὰς ἀρχὰς τῶν τραυμά των ἐποιεῖτο ὁ διάβολος· ἐπὶ δὲ ταύτης ἐκ τῶν ἔσω πρόσεισι ταῖς τιμωρίαις. Τῷ γὰρ ἐνδοσθίων αὐτῆς μελῶν ἅπτεσθαι, μείζονας αὐτῇ καὶ χαλεπωτέρας τὰς ἀλγηδόνας ἀπένειμεν. Οὐχ οὕτως οἶμαι τοὺς γενναιοτάτους ἐνηθληκέναι μάρτυρας, ὡς τὴν ἀοίδι μον Συγκλητικήν. Ἐκείνους μὲν γὰρ ἐκ τῶν ἔξω προσῄει ὁ παλαμναῖος. Κἄν τε γὰρ ξίφος, κἄν τε πῦρ αὐτοῖς προσέφερεν, ἠπιώτερον ὑπῆρχε τῶν παρόντων αὐτῇ πειρατηρίων. Ἀντὶ μὲν γὰρ καμίνου πεπυρω μένης τὰ σπλάγχνα αὐτῆς ὑπέκαιεν, ἐκ τῶν ἔσω τὸ πῦρ κατ' ὀλίγον ἐξάπτων· καὶ ῥίνης δίκην διὰ μα κροῦ χρόνου ἀπεδαπάνα τὸ σῶμα. Καὶ ἔστιν ἀληθῶς βαρὺ τοῦτο καὶ ἀπάνθρωπον εἰπεῖν. Καὶ γὰρ οἱ τὰς 28.1553 δικαστικὰς ἐμπεπιστευμένοι ἀρχὰς, ὁπηνίκα ἂν βου ληθῶσι τοῖς ἁμαρτήσασι βαρυτέρας ἐπιθεῖναι τιμω ρίας, διὰ βληχροτάτου πυρὸς τούτους ἀναλίσκουσιν· οὕτως οὖν καὶ ὁ ἐχθρὸς ἐκ τῶν ἔνδον, ὥσπερ ὑποσμυχόμενον τὸν πυρετὸν κινῶν, ἄπαυστον ἐν νυκτὶ καὶ μεθ' ἡμέραν ἐποιεῖτο τὴν τιμωρίαν. Καὶ ταύτην δὲ τὴν πληγὴν γενναίως ὑποφέ ρουσα οὐ συνέπιπτε τῷ φρονήματι· ἀλλὰ πάλιν ἡ μακαρία κατὰ τοῦ ἐχθροῦ ἠγωνίζετο. Καὶ γοῦν πά λιν ταῖς ἀγαθαῖς διδασκαλίαις τοὺς ὑπ' αὐτοῦ τραυ ματιζομένους ἰᾶτο· καὶ γὰρ ὥσπερ ἐκ λέοντος αἱμο βόρου τὰς ψυχὰς ἀπλήγους ἀνέσπα. Ἐθεράπευε δὲ τοὺς τραυματίας τοῖς σωτηρίοις τοῦ Κυρίου φαρμά κοις. Τινὰς δὲ καὶ ἀτρώτους διεφύλαττεν· ὑποδεικνύ ουσα γὰρ αὐτοῖς τοῦ διαβόλου τὰς δολερὰς παγίδας, ἐλευθέρους ἐποιεῖτο τῆς ἁμαρτίας. Ἔλεγε δὲ ἡ θαυμασία, ὡς μὴ δεῖν ἀμεριμνᾷν ποτε τὰς Θεῷ ἀνακειμένας ψυχάς. Ταύταις γὰρ μά λιστα ἀντίκειται ὁ ἐχθρός. Καὶ γὰρ, ἡσυχαζουσῶν αὐτῶν, βρύχει, καὶ ἡττώμενος ἀνιᾶται· καὶ μικρὸν ἀποχωρήσας, ἐπιτηρεῖ· κἂν βραχύ τι ἀφυπνώσωσιν, οὕτως ἐπεισέρχεται· καὶ δι' ὧν νομίζει τις ἔχειν τὸ ἀμέριμνον, διὰ τούτων αὐτῶν ὑποσκελίζει· ὥσπερ γὰρ ἀδύνατον τοὺς πάνυ φαύλους μὴ ἔχειν καὶ σπιν θῆρα καλοῦ, οὕτω τὸ ἐναντίον τοῖς χρηστοῖς πρόσεστι. Τῶν γὰρ μαχομένων μοῖρά τις ἐν τοῖς ἀντικειμένοις μέρεσι τυγχάνει. Πολλάκις γοῦν ἄνθρωπος παντὶ αἰσχίστῳ περιεστοίχισται, καὶ πάσῃ ἀκολασίᾳ συμ πέφυρται· ἀλλ' ὅμως ἐλεήμων τυγχάνει· καὶ ἐν σπουδαίοις πολλάκις ἐμπολιτεύεται σωφροσύνη, νη στεία, ἐπίπονος ἄσκησις· εἰσὶ δὲ φειδωλοὶ καὶ κατά λαλοι. ∆εῖ οὖν τῶν σμικρῶν μὴ ἀμελεῖν, ὡς μὴ δυ ναμένων βλάπτειν. Καὶ γὰρ ὕδωρ λίθον τῷ χρόνῳ διέλυσε. Τὰ μὲν
25