1.9.t.1 Ὅτι τῆς αὐτῆς δυνάμεως καὶ εὐεργετεῖν καὶ κολάζειν δικαίως, ἐν ᾧ τίς ὁ τρόπος τῆς παιδαγωγίας τοῦ λόγου. Παντὶ τοίνυν σθένει ὁ τῆς ἀνθρωπότητος παιδαγωγός, ὁ θεῖος ἡμῶν λόγος, πάσῃ καταχρώμενος σοφίας μηχανῇ, σῴζειν ἐπιβέβληται τοὺς νηπίους, νουθετῶν, ἐπιτιμῶν, ἐπιπλήττων, ἐλέγχων, ἀπειλούμενος, ἰώμενος, ἐπαγγελλόμενος, χαριζόμενος, πολλοῖς τισιν οἱονεὶ χαλινοῖς τὰς ἀλόγους τῆς ἀνθρω1.9.75.2 πότητος δεσμεύων ὁρμάς. Συνελόντι γοῦν εἰπεῖν, οὕτως ὁ κύριος πρὸς ἡμᾶς, ὡς καὶ ἡμεῖς πρὸς τὰ τέκνα ἡμῶν. Τέκνα σοί ἐστιν; παίδευσον αὐτά, ἡ σοφία παραινεῖ, καὶ κάμψον αὐτὰ ἐκ νεότητος αὐτῶν. Θυγατέρες σοί εἰσι; πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου. Καίτοι τὰ τέκνα ἡμῶν, υἱούς τε καὶ θυγατέρας, σφόδρα καὶ 1.9.75.3 ὑπὲρ πᾶν ὁτιοῦν ἀγαπῶμεν. Ἐπεὶ δ' οἱ μὲν πρὸς χάριν ὁμιλοῦντες ὀλίγον ἀγαπῶσιν ὃ μὴ λυποῦσιν, οἱ δὲ πρὸς ὠφέλειαν ἐπιστύφοντες, εἰ καὶ παραυτίκα λυπηροί, ἀλλὰ εἰς τὸν ἔπειτα εὐεργετοῦσιν αἰῶνα, οὐ τὴν παραυτίκα ἡδονὴν ὁ κύριος, ἀλλὰ τὴν μέλλουσαν ἐσκόπησε τρυφήν. Ἐπίωμεν δὲ ἤδη καὶ τὸν τρόπον αὐτοῦ τῆς φιλανθρώπου παιδαγωγίας μετὰ μαρτυρίας προφητικῆς. 1.9.76.1 Νουθέτησις μὲν οὖν ἐστιν ψόγος κηδεμονικός, νοῦ ἐμποιητικός. Τοιοῦτος ὁ παιδαγωγὸς νουθετῶν, ὡς κἀν τῷ εὐαγγελίῳ λέγων ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε. Αὖθίς τε ἡ γραφὴ νουθετεῖ, καὶ ἐμοίχευον λέγουσα τὸ ξύλον καὶ τὸν λίθον, καὶ ἐθυμίασαν τῇ Βάαλ. 1.9.76.2 Μέγιστον γὰρ τεκμήριον τῆς φιλανθρωπίας αὐτοῦ, ὅτι καίτοι σαφῶς εἰδὼς τὴν ἀναισχυντίαν τοῦ ἐκλακτίσαντος λαοῦ καὶ ἀποσκιρτήσαντος, ὅμως ἐπὶ τὴν μετάνοιαν παρακαλεῖ καί φησιν διὰ τοῦ Ἰεζεκιήλ· υἱὲ ἀνθρώπου, ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς, πλὴν λάλησον αὐτοῖς, ἐὰν ἄρα ἀκούσωσιν. 1.9.76.3 Ἀλλὰ καὶ τῷ Μωυσεῖ πορεύου φησὶν καὶ εἰπὲ τῷ Φαραῴ, ἵνα ἐξαποστείλῃ τὸν λαόν, ἐγὼ δὲ οἶδα ὅτι οὐ μὴ ἐξαποστείλῃ αὐτούς. Ἐμφαίνει γὰρ ἄμφω, καὶ τὸ θεῖον προειδὼς τὸ ἐσόμενον, καὶ τὸ φιλάνθρωπον τὸ αὑτοῦ τῷ αὐτεξουσίῳ τῆς 1.9.76.4 ψυχῆς ἀφορμὰς μετανοίας χαριζόμενος. Νουθετεῖ δὲ καὶ διὰ Ἡσαΐου κηδόμενος τοῦ λαοῦ, ὁπηνίκα λέγει· ὁ λαὸς οὗτος τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἐστὶν ἀπ' ἐμοῦ, τοῦτό ἐστι ψόγος ἐλεγκτικός· μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. Ἐνταῦθα ἡ κηδεμονία φανερώσασα τὴν ἁμαρτίαν ἐκ παραλλήλου δείκνυσι τὴν σωτηρίαν. 1.9.77.1 Ἐπιτίμησις δέ ἐστι ψόγος ἐπ' αἰσχροῖς οἰκειῶν πρὸς τὰ καλά. Τοῦτο ἐνδείκνυται διὰ Ἱερεμίου· ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος· ἢ ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Παραπλέκει δὲ πανταχοῦ τὸν φόβον, ὅτι φόβος κυρίου ἀρχὴ αἰσθήσεως. 1.9.77.2 Καὶ πάλιν διὰ Ὠσηὲ οὐκ ἐπισκέψομαι φησὶν αὐτούς; ὅτι αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο καὶ μετὰ τῶν τετελεσμένων ἔθυον, καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο πόρνῃ. ∆είκνυσιν αὐτῶν φανερώτερον τὸ ἁμάρτημα, συνιέναι αὐτοὺς ὁμολογῶν, ὡς ἑκόντας ἁμαρτάνοντας. Καὶ ἡ σύνεσις ὄψις ἐστὶ ψυχῆς. ∆ιὸ καὶ ὁ Ἰσραὴλ ὁ ὁρῶν τὸν θεόν, τουτέστιν ὁ συνίων τὸν θεόν. 1.9.77.3 Μέμψις δέ ἐστι ψόγος ὡς ὀλιγωρούντων ἢ ἀμελούντων. Κέχρηται τῷ τρόπῳ τούτῳ τῆς παιδαγωγίας διὰ Ἡσαΐου λέγων· ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, 1.9.77.4 Ἰσραὴλ δέ με οὐκ ἔγνω. Πῶς γὰρ οὐ δεινόν, εἰ ὁ εἰδὼς τὸν θεὸν οὐ γνώσεται τὸν κύριον, ἀλλ' ὁ μὲν βοῦς καὶ ὁ ὄνος, τὰ νωθῆ ζῷα καὶ τὰ μωρά, εἴσεται τὸν τρέφοντα, ὁ δὲ Ἰσραὴλ ἀλογώτερος καὶ τούτων εὑρεθήσεται; Καὶ διὰ Ἱερεμίου πολλὰ καταμεμψάμενος τὸν λαὸν ἐπιφέρει· καὶ ἐμὲ ἐγκατέλιπον, λέγει κύριος.