1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

25

ἀλλὰ καὶ ἀνακόλουθα καὶ ἐξ ἄλλων ὑφῃρημένα καὶ μεταμεμορφωμένα, ἃ δὲ μεμειωμένα, ἀνίδεα, ἀνόητα, ἀμφίβολα, λοξά, ἄδηλα, πάσης κεκρα- γότα δυσσυνειδησίας. ὁ δὲ ἡμέτερος διδάσκαλος οὐδέν τι τοιοῦτο ἐγοητεύσατο, ἀλλ' (ὡς φθάσας εἶπον) προφήτης ὢν ἐνφύτῳ καὶ ἀεννάῳ πνεύματι πάντα πάντοτε ἐπιστάμενος τεθαρρηκὼς ἐξετίθετο, ὡς προέλεγεν σαφῶς πάθη, τόπους, ἐνπροθέσμους χρόνους, τρόπους, ὅρους. αὐτίκα γοῦν περὶ τοῦ ἁγιάσματος προλέγων ἔφη· «Ὁρᾶτε τὰς οἰκοδομὰς ταύτας; ἀμὴν ὑμῖν λέγω, λίθος ἐπὶ λίθον οὐ μὴ ἀφεθῇ ὧδε, ὃς οὐ μὴ καθ- αιρεθῇ» καὶ «Oὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, καὶ ἡ καθαίρεσις ἀρ- χὴν λήψεται. ἐλεύσονται γὰρ καὶ καθιοῦσιν ἐνταῦθα καὶ περιχαρα- κώσουσιν καὶ τὰ τέκνα ὑμῶν ἐνταῦθα κατασφάξουσιν». ὁμῶς καὶ τὰ ἑξῆς εἴρηκεν σαφεῖ φωνῇ ἅτινα αὐτοῖς ὀφθαλμοῖς ἰδεῖν ἔχομεν· ἵνα ἐφ' ὧν ὁ λόγος ἐρρέθη, καὶ τὸ ἔργον γένηται. πρὸς γὰρ πίστιν ἀκουόντων τὸν λόγον τῆς ἀποδείξεως ὁ τῆς ἀληθείας ποιεῖται προφήτης. πλὴν πολλοί εἰσιν τῆς πλάνης κήρυκες, ἕνα τὸν τῆς κακίας ἡγεμόνα ἔχοντες· ᾧ λόγῳ τῆς ἀληθείας εἷς ὢν καὶ αὐτὸς τῆς εὐσεβείας ἡγεμὼν ἐν ἰδίοις καιροῖς τοὺς πάντας καθαροὺς εὑρεθέντας ἕξει προφήτας. ἡ δὲ πολλὴ τῶν πεπλανημένων αἰτία γέγονεν αὕτη, τὸ μὴ πρότερον νοῆσαι τὸν τῆς συζυγίας λόγον, ὃν ἰδίᾳ ὑμῖν ἑκάστοτε οὐ παύσομαι ἐκτιθέμενος κεφα- λαιωδῶς· πολὺ γὰρ τὸ κατ' εἶδος λέγειν. ὑμεῖς οὖν τῶν λεγομένων γένεσθέ μοι φιλαλήθεις κριταί. τοῦ δὲ λέγειν ἄρξομαι ἤδη. Θεοῦ τοῦ τὰ πάντα πεποιηκότος τὸ μέγα καὶ ἅγιον τῆς προγνώσεως αὐτοῦ πνεῦμα εἰ μὴ τῷ ὑπὸ χειρῶν αὐτοῦ κυοφορηθέντι ἀνθρώπῳ δση τις ἐσχηκέναι, πῶς ἔτι ἑτέρῳ τῳ ἐκ μυσαρᾶς σταγόνος γεννηθέντι ὁ ἀπονέ- μων οὐ τὰ μέγιστα ἁμαρτάνει; καὶ οὐκ οἶμαι αὐτὸν συγγνώμης τυγχάνειν, κἂν ὑπὸ νόθου γραφῆς κατὰ τοῦ πάντων πατρὸς δεινὰ νοεῖν ἀπατηθείη· ὁ γὰρ εἰκόνα (καὶ ταῦτα αἰωνίου βασιλέως) ὑβρίσας τὴν ἁμαρτίαν εἰς ἐκεῖνον ἀναφερομένην ἔχει, οὗπερ καθ' ὁμοίωσιν ἡ εἰκὼν ἐτύγχανεν οὖσα. ἀλλά (φησίν) ἁμαρτήσαντα κατέλιπεν τὸ θεῖον πνεῦμα. οὐκοῦν συνήμαρτεν. καὶ πῶς ὁ τοῦτο λέγων οὐ κινδυνεύει; ἀλλὰ μετὰ τὸ ἁμαρτῆσαι εἰλήφει τὸ πνεῦμα. ἀδίκοις ἄρα δέδοται. καὶ ποῦ τὸ δίκαιον; ἀλλὰ δικαίοις καὶ ἀδίκοις ἐπιχορηγεῖται. τοῦτο πάντων ἀδικώτατον. οὕτως πᾶν ψεῦσμα, κἂν μυρίαις ἐπινοίαις βοηθῆται, τὸν ἔλεγχον κἂν ἐν μακρῷ χρόνῳ λαβεῖν ἔχει. μὴ ἀπατᾶσθε. ὁ πατὴρ ἡμῶν οὐδὲν ἠγνόει. ὁπότε καὶ ὁ δη μοσίᾳ κείμενος νόμος, ἀγνοίας ἐνκλήματι διὰ τοὺς ἀναξίους σκέ- πων αὐτόν, τοὺς ἀληθείας γλιχομένους ἐπ' αὐτὸν ἀναπέμπει λέγων· «Ἐξέτασον τὸν πατέρα σου καὶ ἐρεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἀναγγελοῦσίν σοι». τοῦτον ἐχρῆν τὸν πατέρα ζητῆσαι, τούτους τοὺς πρεσβυτέρους ἐπιζητῆσαι. ἀλλ' οὐκ ἐζήτησας τίνος ἐστὶν ὁ τῆς βασι- λείας χρόνος, τίνος ἡ τῆς προφητείας καθέδρα, καίτοι αὐτοῦ ἑαυτὸν μηνύοντος τῷ λέγειν· «Ἐπὶ τῆς καθέδρας Μωυσέως ἐκάθισαν οἱ γραμ- ματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα ὅσα λέγουσιν ὑμῖν, ἀκούετε αὐτῶν». αὐτῶν δὲ εἶπεν ὡς τὴν κλεῖδα τῆς βασιλείας πεπιστευμένων, ἥτις ἐστὶν γνῶσις, ἣ μόνη τὴν πύλην τῆς ζωῆς ἀνοῖξαι δύναται, δι' ἧς μόνης εἰς