1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

25

αὐτῶν τῶν ψυχῶν ὑμῶν, ἵνα ἀντὶ ἐμοῦ εὐεργετή σητε τὰ τέκνα μου καὶ τὴν ἐλπίζουσαν ἀπολαβεῖν με σύμβιόν μου· ὡς γὰρ ποιήσητε μετὰ αὐτῶν, παρὰ τοῦ δικαίου καὶ μισθαποδότου ἀγαθοῦ Θεοῦ, μέλλοντος κρῖναι ζῶντας καὶ νεκρούς, τὸν μισθὸν ἀπολήψεσθε." Καὶ ταῦτα εἰπὼν παρεθάρρυνεν αὐτοὺς λέγων· "Ἐγὼ μὲν ἀπὸ τοῦ Σολδανοῦ ἀπολοῦμαι καὶ περὶ τὴν ζωὴν κινδυνεύω, ὑμεῖς δὲ στῆτε ἑδραῖοι καὶ μὴ δειλανδρήσητε, ἀλλ' ὑπομείνατε μικρόν, καὶ εἰς ὀλίγον ἡμερῶν φθάζει ἡ ἀποσταλεῖσα ὑμῖν σωτηρία παρὰ τοῦ βασιλέως Ῥωμαίων". Ταῦτα δὲ αὐτοῦ εἰπόντος, οἱ κατέχοντες αὐτὸν οἰκεῖοι τοῦ Σολδανοῦ παρὰ προσδοκίαν τὰ παρ' αὐτοῦ λαληθέντα ἀκούσαντες, ἔβρυξαν ἐπ' αὐτὸν τοὺς ὀδόντας, καὶ εἷς τοῦ ἑτέρου προέτρεχον, τίς ἄρα τῆς σφαγῆς αὐτοῦ γέγονεν αὐτουργός. Τοῦ δὲ παρ' αὐτῶν ἀναιρεθέντος, πτοηθεὶς ὁ Σολδανὸς τὴν τοῦ βασιλέως κατερχομένην δυναστείαν, ὑπέστρεψεν εἰς τὴν ἰδίαν χώραν. Καὶ ἔκτοτε καὶ μέχρι τοῦ νῦν καὶ οἱ τῆς Καπύης καὶ οἱ τῆς Βενεβενδοῦ εἰσὶν ὑπὸ τὴν ἐξουσίαν τῶν Ῥωμαίων εἰς τελείαν δούλωσιν καὶ ὑποταγὴν διὰ τὴν εἰς αὐτοὺς γενομένην μεγάλην ταύτην εὐεργεσίαν. Ὅτι τὸ κάστρον τοῦ Ῥαουσίου οὐ καλεῖται Ῥαούσι τῇ Ῥωμαίωδιαλέκτῳ, ἀλλ' ἐπεὶ ἐπάνω τῶν κρημνῶν ἵσταται, λέγεται ῥωμαϊστὶ "ὁ κρημνὸς λαῦ"· ἐκλήθησαν δὲ ἐκ τούτου Λαυσαῖοι, ἤγουν "οἱ καθεζόμενοι εἰς τὸν κρημνόν". Ἡ δὲ κοινὴ συνήθεια, ἡ πολλάκις μεταφθείρουσα τὰ ὀνόματα τῇ ἐναλλαγῇ τῶν γραμμάτων, μεταβαλοῦσα τὴν κλῆσιν Ῥαουσαίους τούτους ἐκάλεσεν. Οἱ δὲ αὐτοὶ Ῥαουσαῖοι τὸ παλαιὸν ἐκράτουν τὸ κάστρον τὸ ἐπιλεγόμενον Πίταυρα, καὶ ἐπειδή, ἡνίκα τὰ λοιπὰ ἐκρατήθησαν κάστρα παρὰ τῶν Σκλάβων τῶν ὄντων ἐν τῷ θέματι, ἐκρατήθη καὶ τὸ τοιοῦτον κάστρον, καὶ οἱ μὲν ἐσφάγησαν, οἱ δὲ ᾐχμαλωτίσθησαν, οἱ δὲ δυνηθέντες ἐκφυγεῖν καὶ διασωθῆναι εἰς τοὺς ὑποκρήμνους τόπους κατῴκησαν, ἐν ᾧ ἐστιν ἀρτίως τὸ κάστρον, οἰκοδομήσαντες αὐτὸ πρότερον μικρόν, καὶ πάλιν μετὰ ταῦτα μεῖζον, καὶ μετὰ τοῦτο πάλιν τὸ τεῖχος αὐτοῦ αὐξήσαντες μέχρι † δʹ ἔχειν † τὸ κάστρον διὰ τὸ πλατύνεσθαι αὐτοὺς κατ' ὀλίγον καὶ πληθύνεσθαι. Ἐκ δὲ τῶν μετοικησάντων εἰς τὸ Ῥαούσιον εἰσὶν οὗτοι· Γρηγόριος, Ἀρσάφιος, Βικτωρῖνος, Βιτάλιος, Βαλεντῖνος, ὁ ἀρχιδιάκων, Βαλεντῖνος, ὁ πατὴρ τοῦ πρωτοσπαθαρίου Στεφάνου. Ἀφ' οὗ δὲ ἀπὸ Σαλῶνα μετῴκησαν εἰς τὸ Ῥαούσιον, εἰσὶν ἔτη φʹ μέχρι τῆς σήμερον, ἥτις ἰνδικτιὼν ζʹ ἔτους υνζʹ. Ἐν δὲ τῷ αὐτῷ κάστρῳ κεῖται ὁ ἅγιος Παγκράτιος ἐν τῷ ναῷ τοῦ ἁγίου Στεφάνου, τῷ ὄντι μέσον τοῦ αὐτοῦ κάστρου. Ὅτι τοῦ Ἀσπαλάθου κάστρον, ὅπερ "παλάτιον μικρόν" ἑρμηνεύεται, ὁ βασιλεὺς ∆ιοκλητιανὸς τοῦτο ἔκτισεν· εἶχεν δὲ αὐτὸ ὡς ἴδιον οἶκον, καὶ αὐλὴν οἰκοδομήσας ἔνδοθεν καὶ παλάτια, ἐξ ὧν τὰ πλείονα κατελύθησαν. Σώζεται δὲ μέχρι τοῦ νῦν ὀλίγα, ἐξ ὧν ἐστιν τὸ ἐπισκοπεῖον τοῦ κάστρου καὶ ὁ ναὸς τοῦ ἁγίου ∆όμνου, ἐν ᾧ κατάκειται ὁ αὐτὸς ἅγιος ∆όμνος, ὅπερ ἦν κοιτὼν τοῦ αὐτοῦ βασιλέως ∆ιοκλητιανοῦ. Ὑποκάτω δὲ αὐτοῦ ὑπάρχουσιν εἰληματικαὶ καμάραι, αἵτινες ὑπῆρχον φυλακαί, ἐν αἷς τοὺς παρ' αὐτοῦ βασανιζομένους ἁγίους ἐναπέκλειεν ἀπηνῶς. Ἀπόκειται δὲ ἐν αὐτῷ τῷ κάστρῳ καὶ ὁ ἅγιος Ἀναστάσιος. Ὅτι τὸ τεῖχος τοῦ τοιούτου κάστρου οὔτε ἀπὸ βησσάλων ἐστὶν ἐκτισμένον, οὔτε ἀπὸ ἐγχορήγου, ἀλλ' ἀπὸ λίθων τετραπεδίκων, ἐχόντων εἰς μῆκος ἀνὰ ὀργυιᾶς μιᾶς, πολλάκις καὶ ἀνὰ δύο, καὶ τὸ πλάτος ἀνὰ ὀργυιᾶς μιᾶς, οἵτινές εἰσιν συνηρμοσμένοι καὶ συνδεδεμένοι εἰς ἀλλήλους μετὰ σιδήρων ἐν μολύβδῳ ἐγχυλιασμένων. Ἵστανται δὲ εἰς τὸ τοιοῦτον κάστρον καὶ κίονες πυκνοί, ἔχοντες ἐπάνω κοσμήτας, ἐν οἷς ἔμελλεν ὁ αὐτὸς βασιλεὺς ∆ιοκλητιανὸς εἰληματικὰς ἐγεῖραι καμάρας, καὶ σκεπάσαι τὸ κάστρον ὅλον, καὶ ποιῆσαι τὰ παλάτια αὐτοῦ καὶ πάντα τὰ οἰκήματα τοῦ κάστρου ἐπάνω τῶν εἰλημάτων ἐκείνων διώροφα καὶ τριώροφα, ὥστε καὶ ὀλίγον ἐκ τοῦ αὐτοῦ κάστρου ἐσκέπασεν. Τοῦ δὲ τοιούτου κάστρου τὸ τεῖχος οὔτε περίπατον ἔχει, οὔτε προμαχῶνας, ἀλλὰ τοίχους μόνους ὑψηλοὺς καὶ τοξικὰς φωταγωγούς. Ὅτι τὸ