25
τις σκανδαλισθεὶς ἀπόληται. Ὁ γὰρ λαϊκὸς περὶ ἑαυτοῦ μόνου μεριμνᾷ, σὺ δὲ περὶ πάντων, πλεῖον ἔχων βάρος καὶ μεῖζον βαστάζων φορτίον· γέγραπται γάρ· «Καὶ εἶπεν Κύριος πρὸς Μωϋσῆν· σὺ καὶ Ἀαρὼν λήψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας.» Ὡς περὶ πλειόνων οὖν ἀπολογούμενος περὶ πάντων φρόντιζε, καὶ τοὺς μὲν ὑγιεῖς συντήρει, τοὺς δὲ ἡμαρτηκότας νουθέτει, καὶ στιβῶν ἐν τῇ νηστείᾳ ἐν τῇ ἀφέσει ἐλάφρυνον, καὶ προσκλαύσαντα εἰσδέχου πάσης τῆς Ἐκκλησίας ὑπὲρ αὐτοῦ δεομένης, καὶ χειροθετήσας αὐτὸν ἔα λοιπὸν εἶναι ἐν τῷ ποιμνίῳ· τοὺς δὲ ὑπνώδεις καὶ παρειμένους ἐπίστρεφε, ὑποστήριζε, παρακάλει, θεράπευε, ἐπιστάμενος, ἡλίκον μισθὸν ἔχεις ταῦτα ἐπιτελῶν, ὥσπερ οὖν καὶ κίνδυνον, ἐὰν ἀμελῇς τούτων. Λέγει γὰρ πρὸς τοὺς ἀμελοῦντας τοῦ λαοῦ ἐπισκόπους Ἰεζεκιήλ· «Oὐαὶ τοῖς ποιμέσι τοῦ Ἰσραὴλ οἳ ἐποίμαινον ἑαυτούς· οὐ τὰ πρόβατα ποιμαίνουσιν οἱ ποιμένες, ἀλλ' ἑαυτούς. Τὸ γάλα κατεσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε, τὸ ἰσχυρὸν σφάζετε, τὰ πρόβατα οὐ ποιμαίνετε· τὸ ἐνοχλού μενον οὐκ ἐνισχύσατε καὶ τὸ ἀρρωστοῦν οὐκ ἰάσασθε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, τὸ ἐξωσμένον οὐκ ἐπιστρέ ψατε καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ ἐν κράτει ἐπαι δεύσατε αὐτὰ μετὰ ἐμπαιγμοῦ· καὶ διεσπάρησαν παρὰ τὸ μὴ εἶναι ποιμένα, καὶ ἐγένοντο εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ.» Καὶ πάλιν· «Oὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐποίμαινον οἱ ποιμένες ἑαυτούς, τὰ δὲ πρόβατά μου οὐκ ἐποίμαινον.» Καὶ μετ' ὀλίγον· «Ἰδοὺ ἐγὼ πρὸς τοὺς ποιμένας, καὶ ἐκζητήσω ἐγὼ τὰ πρόβατά μου ἐκ χειρὸς αὐτῶν, καὶ καταπαύσω αὐτοὺς τοῦ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ ποιμανοῦσιν ἔτι οἱ ποιμένες ἑαυτούς, καὶ ·ύσομαι τὰ πρόβατά μου ἐκ χειρὸς αὐτῶν, καὶ οὐκ ἔσονται αὐτοῖς εἰς κατάβρωμα.» Καὶ ἐπιφέρει καὶ πρὸς τὸν λαὸν λέγων· «Ἰδοὺ ἐγὼ κρινῶ ἀνὰ μέσον προβάτου εἰς πρόβατον, καὶ κριὸν πρὸς κριόν, Μὴ μικρὸν ἦν ὑμῖν, ὅτι τὴν νομὴν τὴν καλὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν, καὶ τὰ πρόβατα τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἤσθιον;» Καὶ ἐπιφέρει μετ' ὀλίγον· «Καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος καὶ ὑμεῖς πρόβατα τῆς νομῆς μου· ἄνθρωποί μου ἐστέ, καὶ ἐγὼ Θεὸς ὑμῶν, λέγει Ἀδωνα Κύριος.» Ἀκούσατε, οἱ ἐπίσκοποι, καὶ ἀκούσατε, οἱ λαϊκοί, ὥς φησιν ὁ Θεός· «Κρινῶ κριὸν πρὸς κριὸν καὶ πρόβατον πρὸς πρόβατον», καὶ πρὸς τοὺς ποιμένας λέγει· Κριθήσεσθε