πόλεμον· ἐνιαυτὸν ἕνα εὐφρανεῖ τὴν γυναῖκα αὑτοῦ, ἢν ἔλαβεν. Οὐ χρὴ γὰρ τὸν ἄρτι σύνοικον ἑαυτῷ λαβόντα τὴν ἀρετὴν εἰς πόνους καὶ διωγμοὺς ἐξάγεσθαι, μέχρις ἂν καταδεσμηθείη ταῖς φιλοστοργίαις αὐτῆς· τοῦτο γὰρ ἡ ἐνιαύσιος ὑπεδήλωσεν εὐφροσύνη. Τοιοῦτόν τι πεπράχασι καὶ οἱ ἀπόστολοι τοῖς ἐξ ἐθνῶν ἄρτι πρὸς τὴν εὐσέβειαν ἐλθοῦσιν ἐπιστέλλοντες. Ἔδοξε γὰρ, φησὶ, τῷ ἁγίῳ Πνεύ 77.1241 ματι καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν ἀπέχεσθαι ὑμᾶς πορνείας, καὶ πνικτοῦ, καὶ αἵματος, καὶ εἰδωλοθύτου. Ἐάν τις ἀνοίξῃ λάκκον, καὶ μὴ καλύψῃ αὐτὸν πώματι, καὶ ἐμπέσῃ ἐκεῖ μόσχος ἢ ὄνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει ἀργύριον τῷ κυ ρίῳ αὐτοῦ· τὸ δὲ τετελευτηκὸς ἔσται αὐτῷ. Ὁ ἐμβαθύνων τοῖς περὶ τῆς ἁγίας Τριάδος δόγμασιν, ἢ τοῖς περὶ τῆς θείας ἐνανθρωπήσεως, καὶ ἐξευρίσκων ἰδίαν πηγὴν γνώσεως ἐκεῖθεν, ἀσφαλιζέσθω, μή πως ἑτέροις ὄλεθρος τὸ τοιοῦτον βάθος γένηται καὶ σκανδάλου πρόφασις. Χρὴ γὰρ φροντίζειν καὶ τῶν εἰς ὕστερον ἐντυγχανόντων τῇ ἐξευρεθείσῃ πηγῇ. Ἀλλὰ διὰ μὲν τοῦ μόσχου τὸ καθαρὸν γένος ὑπεμφαίνεται· διὰ δὲ τοῦ ὄνου τὸ ἀκάθαρτον, ἤγουν τὸ ἐν ἁμαρτίᾳ. Ὀφλήσει τε γὰρ δίκην τῷ Κυρίῳ αὐτῶν Θεῷ, καὶ αὐτῷ λογισθήσεται τοῦ πεπονθότος ὁ θάνατος, τοῦτο γὰρ δίδωσι νοεῖσθαι τὸ, Καὶ τὸ τετελευτηκὸς αὐτῷ ἔσται. Ἐὰν ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας, καὶ προσεμ πρήσῃ ἅλωνας ἢ ἀστάχυας, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσας. Ὁ τὸ πῦρ τοῦ λόγου ἐπαφεὶς τοῖς ἀκανθώδεσι δόγμασι τῶν αἱρετικῶν, φροντισάτω μή ποτε παραβλάψῃ καὶ ἅλων τῆς Ἐκκλησίας, ἢ στάχυας τῶν εὐσεβῶν δογμάτων τρέφοντας ψυχὰς, ἢ πεδίον τῆς θείας Γραφῆς, λεῖον τοῖς ὁδεύουσιν ὀρθῶς, καὶ μηδὲν ἔχον τραχὺ καὶ ἄναντες. Πάντα γὰρ, φησὶν, ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Οὐ χρὴ δὲ τοῖς βλαβεροῖς συνδιόλλυσθαι τὸ χρηστὸν, οὐδὲ τοῖς ἀγρίοις συνδαπανᾶσθαι τὸ ἥμερον. Κρέας θηριάλωτον οὐκ ἔδεσθε, ἀλλὰ τῷ κυνὶ ὑποῤῥίψατε αὐτό. Βρῶμα πνευματικὸν διασπαραχθὲν ἀγρίοις στόμασιν αἱρετικῶν ἀπαγορεύει φαγεῖν, ἀποῤῥίπτειν δὲ τοῦτο τῷ ἀναιδεῖ καὶ ὑλακτικῷ καὶ ἀκαθάρτῳ συντάγματι τῶν ἄλλων αἱρετικῶν. Ἐάν τις ἀφῇ τὸ κτῆνος αὐτοῦ, καὶ καταβοσκηθῇ ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γένημα αὐτοῦ. Ἑὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκηθῇ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ, καὶ τὰ κάλλιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει. Ἐάν τις συγχωρήσῃ τῷ μαθητῇ αὐτοῦ λυμήνασθαι λήϊον Ἐκκλησίας Χριστοῦ. εἰ μὲν ἐκ μέρους ἡ λύμη γίνεται, ἀνάλογον ὁ διδάσκαλος ὑποστήσεται ζημίαν, οἴκοθεν· εἰ δὲ καθ' ὁλόκληρον, ὅλην ἀπολέσει τὴν ἑαυτοῦ ψυχήν· αὕτη γὰρ τὰ βέλτιστα, καὶ τὰ κάλλιστα αὐτοῦ· πάντως καὶ ὁ καταλυμαινόμενος ὑφέξει τὴν δίκην. Ἐὰν εἰσέλθῃς εἰς τὸν ἄμητον τοῦ πλησίον σου, συλλέξεις ἐν ταῖς χερσί σου στάχυς, καὶ δρέ πανον οὐκ ἐπιβαλεῖς. Ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα αὐτοῦ, φάγῃ σταφυλὴν, ὅσον ψυ χὴν ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ ἐπιβα λεῖς. Οὐ χρὴ γὰρ κατακεχρῆσθαι ταῖς τῶν ἀδελφῶν ἀγάπαις, τιμᾷν δὲ αὐτάρκειαν, τὸ φιλάλληλον. Καὶ 77.1244 ἑτέρως δὲ παραινεῖ ὁ νόμος, κερδαίνειν μὲν καὶ ὠφελεῖσθαι ἀπὸ τῆς ὁμιλίας τῶν ἐν ταῖς Ἐκκλησίαις διδασκάλων· αἱ γὰρ Ἐκκλησίαι, λήϊά τε καὶ ἀμπελῶνες· μὴ ἐπιβουλῆς [φ. ἐπιβάλλῃς] τοῦ δρεπάνου, μηδὲ τὸ φαινόμενον ὑπὲρ τὴν χρείαν καὶ περιττὸν, ἐναπογράφεσθαι βίβλῳ, καθάπερ ἐμβάλλοντας εἰς ἄγγος. Ἴσως γὰρ εὑρεθήσονται ἐν αὐτῷ ἀδόκιμοι φωναὶ, καθάπερ τινὲς ἄχρηστοι ῥάγες, μὴ ἐπισκοπηθεῖσαι, μηδὲ τῆς προσηκούσης ἐπιμελείας ἀξιωθεῖσαι, διὰ τὸ αὐτοσχέδιόν τε καὶ πρόχειρον· καὶ γενήσονται σκανδάλου πρόφασις. Εἰς τοῦτο δὲ φέρει καὶ τό· Ἐὰν συναντήσῃς νοσσιᾷ ὀρνέων, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νεοσσῶν, οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων. Ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήψῃ σεαυτῷ. Πᾶσα μὲν γὰρ