Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἀπομαθεῖν δὲ παντελῶς τὸν πόλεμον, καὶ τὴν πρὸς ἄλληλα παραιτεῖσθαι μάχην. Ἐπειδὴ γὰρ βεβασί- λευκε τῶν ἐθνῶν ὁ Χριστὸς, ὅς ἐστιν εἰρήνη, γέγονεν ἐκ μέσου πᾶσά τε διχόνοια καὶ ἔρις, καὶ μάχαι, καὶ πᾶν εἶδος πλεονεξίας· ἐξῄρηται δὲ καὶ τὰ ἐκ τοῦ πολέμου· βλάβη, καὶ τὰ ἐντεῦθεν δείματα· κεκράτηκε δὲ τὸ αὐτοῦ θέλημα λέγοντος πρὸς αὐτούς· "6Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν."6 9Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε, καὶ πορευ- θῶμεν τῷ φωτὶ Κυρίου. Ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰσραήλ.9 Καταπτοήσας ἀρκούντως ταῖς προαναῤῥήσεσι τῶν δεινῶν, οὐκ ἐᾷ ταῖς ἀπογνώσεσιν ἀπολέσθαι τοὺς προσκεκρουκότας· ὑπεμφαίνει δὲ ὅτι μετανοεῖν ἑλομένοις ἵλεως ἔσται Θεός· καὶ μεταμαθεῖν ἐθέ- λουσι τὰ αἰσχίω, καὶ τῶν ἀμεινόνων ἐφίεσθαι, κατευρυνεῖ πάλιν τῆς σωτηρίας τὴν ὁδὸν, καὶ ἀμνησικάκως προσδέξεται, καίτοι πλεῖστά τε ὅσα καὶ οὐκ οἰστὰ πεπλημμεληκότας. Ταύτῃ τοι, φησὶν, ἀναπλέκων εὐτέχνως τοῖς ἐλέγχοις τὸν παρακαλοῦντα λόγον· "6Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε, καὶ 70.76 πορευθῶμεν τῷ φωτὶ Κυρίου."6 Πρέπειν δὲ οἶμαι τῷ προφήτῃ μάλιστα τὸν ἐπὶ τῷδε λόγον προτρέπειν τοὺς ἐξ Ἰσραὴλ ὑπακούειν λέγοντι τῷ Χριστῷ· "6Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ."6 Αὐτὸς δέ ἐστι τὸ φῶς. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· "6Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ μείνῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς."6 Φῶς δ' ἂν λέγοιτο Κυρίου, καὶ μάλα εἰκότως τὸ αὐτοῦ κήρυγμα, τοῦτ' ἔστι, τὸ εὐαγγελικόν. Ὅμοιον οὖν ὡσεὶ λέγοι, ∆ιαζήσωμεν εὐσεβῶς, τιμήσωμεν τῆς εὐαγγελικῆς πολιτείας τὸ περιφανὲς, παυσώμεθα τῶν ἐν τύποις, καταλήξωμεν τῆς σκιᾶς. Μεταπλάτ- τωμεν τὰ Μωσέως γράμματα πρὸς ἀλήθειαν, εἰσδε- ξώμεθα τὸ σωτήριον φῶς. Ἐπειδὴ δὲ τοῖς κατὰ σάρκα πατράσιν ἐπαυχοῦντες Ἰουδαῖοι, μεγάλην ἀεὶ τὴν ὀφρὺν ἀνασπᾷν ἐμελέτων, ὡς δι' αὐτοὺς ἀγα- πώμενοι, μερίς τε καὶ κλῆρος χρηματίζοντες τοῦ Θεοῦ, καὶ λαὸς ἅγιος καὶ ἀπόλεκτος· εἶτα ληροῦν- τες ᾤοντο πάντη τε καὶ πάντως ἐν φροντίδι καὶ ἀγάπῃ κεῖσθαι τῇ παρὰ Θεῷ· κἂν εἰ πολλὰ δρῷεν τὰ ἀπηχθημένα αὐτῷ· κἂν εἰ μηδὲν ἡγοῖντο τὸν νόμον· κἂν εἰ αὐτὴν ἀτιμάζειν καὶ ἀπαράδεκτον ποιοῖντο τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, ἤγουν τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν χάριν· ἀναγκαίως ὁ προφήτης οὐχ ὧδε ἔχοντα τὸν τῶν ὅλων Θεὸν κατα- δεικνύει, λέγων· "6Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰσραήλ."6 Τοιοῦτόν τι καὶ δι' ἑτέρου προ- φήτου φησὶν ὁ τῶν ὅλων Θεὸς, τὴν τῶν Ἰουδαίων ὀφρὺν καταστρέφων, καὶ ἀσυνέτους ὄντας ἐλέγχων αὐτούς. Καὶ ἐπεθύμουν γὰρ, φησὶν, ἀγροὺς, καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ ἐπὶ τὸν Κύριον ἐμεγαλύνοντο, λέγοντες· "6Οὐχὶ Κύ- ριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά. ∆ιὰ τοῦτο, δι' ἡμᾶς, Σιὼν ὡς ἀγρὸς ἀροτριωθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ ὄρος τοῦ οἴκου, ὡς ἄλσος δρυμοῦ."6 Εἰ μὴ τοίνυν ἕλοισθε, φησὶ, πορεύεσθαι μεθ' ἡμῶν τῷ φωτὶ Κυρίου, τοῦτ' ἔστιν, εἰ ἀπαράδεκτον ποιεῖσθε τὸ κήρυγμα τὸ διὰ Χριστοῦ, καὶ τὸν παρ' αὐτοῦ φωτισμὸν ἀποστρέφε- σθε, πάντη τε καὶ πάντως ἀνήσει καὶ αὐτὸς τὸν ἑαυ- τοῦ λαόν. Καὶ τοῦτό ἐστιν ἐναργῶς ὅπερ ἔφη πρὸς αὐτοὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· "6Ἱερου-σαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτενοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὑτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε! Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν."6 Καὶ μὴν καὶ διὰ τῆς Ἱερεμίου φωνῆς, "6Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου,"6 φησίν. 9Ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπαρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα ἀλλόφυλα ἐγενήθησαν ἐν αὐτοῖς.9 Ἀπολογεῖται τρόπον τινὰ καὶ νῦν ὁ προφήτης ὑπὲρ τῶν τοῦ Θεοῦ κριμάτων, καὶ ἀποδίδωσι τὰς αἰτίας τοῦ καὶ σφόδρα δικαίως ἀνεῖσθαι παρὰ Θεοῦ τὸν οἶκον τοῦ Ἰσραὴλ, ἤτοι τὸν λαὸν αὐτοῦ. ∆ιαμέμνηται δὲ, ὡς ἔφην, παλαιῶν τε