Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
πέμποντες τὰ φρονήματα, καὶ τὸ χαμαίζηλον τῶν ἐπὶ γῆς πραγμάτων διωθούμενοι, ἀνάλωτοι τῶν εἰς τὸ φαῦλον ἡδονῶν ἐσόμεθα. Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον. (A f. 74 b.) Κατὰ δὲ ἀναγωγὴν, ἀναγκαίαν εἶναί φησι τὴν εἰς τὰ ὄρη νοητὴν ἀναφοίτησιν, ὡς ἐντει νάντων τὸ τόξον τῶν ἁμαρτωλῶν καὶ ηὐτρεπισμέ 69.72 νων ἤδη πρὸς μάχην. Τούτοις γὰρ τοῖς λόγοις φυγεῖν ἠρέθιζον, φάσκοντες, εἰ μὴ φύγοι, κατατοξεύειν αὐτὸν τοὺς ἁμαρτωλοὺς ἐν σκοτομήνῃ, ἀντὶ τοῦ λε ληθότως καὶ ὡς ἐν σελήνης ἀμυδροῖς φέγγεσι. Τοι αῦτα γὰρ τῶν νοητῶν ἐχθρῶν τὰ τοξεύματα· τῷ ζόφῳ γὰρ ἑαυτὸν ἐγκρύπτων, ὁ πονηρὸς κατατοξεύει τὸ καλὸν σῶμα τῆς Ἐκκλησίας. (A f. 74 b) Εἶεν δ' ἂν ἁμαρτωλοὶ, καὶ οἱ τὴν πί στιν διώκοντες, καὶ οἱ τοῖς εὐαγῶς ἐθέλουσι ζῇν ἀνέδην ἐπιβουλεύοντες. ∆ρῶσι δὲ τοῦτο καὶ μάλα ἐντόνως καὶ αἱ πονηραὶ δυνάμεις, πάντα τρόπον ἐπι βουλῆς τοῖς ἁγίοις ἀρτύουσαι. Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. (C f. 21.) Εὐτρεπῆ μὲν τῶν πολεμίων τόξα ἐν σκο τομήνῃ· οὕτω δὲ τὸ τὴν σελήνην ὑποτρέχον σκότος καὶ σκιάζον αὐτὴν ὠνόμασεν. Τότε τοίνυν πολεμοῦ σιν οἱ ἁμαρτωλοὶ δαίμονες· τοξεῦσαι γὰρ ἐν φωτὶ τοὺς δικαίους οὐ δύνανται, ἀλλ' ἐν τῷ σκότει τῆς ἀγνοίας, ὅταν νεφέλη ῥᾳθυμίας ἐπελθοῦσα ἀμαυροῖ τὸ φῶς τῆς ἡμετέρας σελήνης, ἤτοι τῆς διανοίας ἐρ γάσηται. Ὅτι ἂ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον. (A f. 75 b.) Κατὰ δὲ ἀναγωγὴν, δείκνυσιν ἐναρ γῶς ὡς Θεῷ μαχόμενος ὁ Σατανᾶς, καὶ αἱ σὺν αὐτῷ πονηραὶ δυνάμεις τοῖς εὖ βιοῦν ᾑρημένοις ἐπιβου λεύουσι. Σκοπὸς γὰρ αὐτοῖς τὸ οἰκοδομούμενον ὑπὸ Θεοῦ καταστρέφειν, καὶ τοῖς αὐτοῦ θελήμασιν ἀντ ανίστασθαι· Κατήνεγκε γὰρ, φησὶν, ὁ ἐχθρὸς τὸν ἄν θρωπον εἰς φθορὰν, καί τοι ἐπὶ ἀφθαρσίαν κατηρ τισμένον.-(B. f. 42 b) Μάχονται τῷ θείῳ σκοπῷ, καὶ ἅπερ ἂν αὐτὸς ὁ τῶν ὅλων ∆εσπότης καταρτίσαιτο πρός γε τὸ εὖ ἔχειν, καθαιροῦσιν αὐτοί. Πλάττει γὰρ κόπον ἐπὶ προστάγματι ὁ τῆς ἀνομίας θρόνος, τουτέστιν ὁ Σατανᾶς. Ὁ δὲ δίκαιος τί ἐποίησε; Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, κ.τ.λ. (C f. 21.) ∆ίκαιον νῦν τὸν Θεὸν ὁμολογεῖ, πάντων μὲν, ἐξαιρέτως δὲ τῆς τῶν δικαίων σωτηρίας, νοή σωμεν λέγεσθαι.-(A f. 769.) Κατὰ δὲ ἀναγωγὴν, τὴν τοῦ διαβόλου δυστροπίαν εἰρηκὼς ὁ ∆αβὶδ, ἐναργῆ καθίστησι τὸν σώζειν εἰδότα καὶ τῆς ἐκείνου πλεον εξίας ἐξέλκοντα. Τοῦ γὰρ διαβόλου, φησὶ, καθαιρεῖν ἐπιχειροῦντος ἄπερ ἂν εἰς σωτηρίαν τῶν ἐπὶ τῆς γῆς καταρτίσαιτο Θεὸς νομοθετῶν καὶ διδάσκων τί πε ποίηκεν ὁ δίκαιος; ὁ ἐν τῷ ἰδίῳ ναῷ κατοικῶν, ὁ θρόνον ἔχων τὸν οὐρανὸν, οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἐπιβλέπουσι. ∆εῖ γὰρ συνάψαι τοὺς στίχους, ὡς εἰς μίαν τελοῦντας διάνοιαν. Ἡ δὲ ἐπίβλεψις ἐν ταῦθα τὴν ἐπισκοπὴν κατασημαίνει. Σώζει δὲ πάν τως ἐφορῶν, καὶ ἔξω παγίδος τίθησι· ἐπιβλέπει δὲ τὸν πένητα, τὸν πτωχὸν δηλαδὴ τῷ πνεύματι· "Ἐπὶ τίνα γὰρ, φησὶν, ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον;" Ὅταν δὲ ἡ θεία Γραφὴ τοὺς περὶ Θεοῦ ποιεῖται λόγους, εἶτα μορίων μνημονεύσει σω 69.73 ματικῶν, μὴ τοῖς αἰσθητοῖς ἐνορμιζέσθω τῶν ἀκροω μένων ὁ νοῦς, ἀλλ' ἐκ τῶν αἰσθητῶν ὡς ἐξ εἰκότων πραγμάτων, πρὸς τὸ τῶν νοητῶν ἀναφοιτάτω κάλλος, ἔξω τε σχημάτων καὶ ποσότητος καὶ περιγραφῆς, εἴδους τε καὶ τῶν ἑτέρων, ἃ τοῖς σώμασιν ἀκολουθεῖ, νοείτω Θεόν· ἔστι μὲν γὰρ ὑπὲρ πάντα νοῦν. Ἀνθρω πίνως δὲ τὰ περὶ αὐτοῦ λαλοῦμεν· οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν τὰ ὑπὲρ ἡμᾶς. Βλέφαρα τοίνυν, ἤγουν ὀφθαλμοὶ, ἡ ἐποπτικὴ ἐνέργεια τοῦ Θεοῦ λέγεται, ἤπερ ἂν νοοῖτο κατὰ τὴν αὐτοῦ φύσιν· ἐξετάζει δὲ, ἤγουν ἀκριβῶς ἐρευνᾷ καὶ κατασκέπτεται, τόν τε δίκαιον καὶ τὸν ἀσεβῆ· καὶ τῷ μὲν χεῖρα νέμει τὴν ἐπίκουρον, καὶ φῶς ἐνίησιν εἰς νοῦν, ἵνα μὴ ἐν σκο τομήνῃ τοξεύηται· τὸν δὲ ὡς ἀχαλίνως ἐρχόμενον, κατὰ πετρῶν καὶ κρημνῶν ἀφίησιν. Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀν θρώπων. (C f. 21.) Ὅτε κρίσεως καιρὸς, τοῖς βλεφάροις ὡς ἀπειλὴν μηνύουσιν κέχρηται· ταῦτα γὰρ καὶ ἡμεῖς ἀνασπᾷν ἐν τῷ θυμοῦσθαι εἰώθαμεν· ἀλλὰ μὴν καὶ ὄταν ἀκριβῶς τι κατοπτεῦσαι βουλώμεθα. Ὅθεν οὐδὲ Σολομὼν αὐτῶν ἐν τῷ τὸν νυμφίον ἢ τὴν