τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονὰς ἑτέροις ὀφθαλμοῖς ἐπισκοπήσαντες καὶ τὴν ἱερὰν ζωὴν ἧς ἀνοήτως ἐκπεπτώκασιν, μακαρίσαντες ἐλεεινῶς καὶ ἀβουλήτως ἀποσχίζονται τοῦ τῇδε βίου πρὸς μηδεμίαν ἱερὰν ἐλπίδα χειραγωγούμενοι διὰ τὴν χειρίστην ζωήν. <3> Τούτων δὲ οὐδενὸς γινομένου κατὰ τὰς κοιμήσεις τῶν ἱερῶν ἀνδρῶν αὐτὸς μὲν ὁ πρὸς τὸ πέρας ἐρχόμενος τῶν οἰκείων ἀγώνων εὐφροσύνης ἱερᾶς ἀποπληροῦνται καὶ σὺν ἡδονῇ πολλῇ πρὸς τὴν ὁδὸν ἐπιβαίνει τῆς ἱερᾶς παλιγγενεσίας, οἱ δὲ τοῦ κοιμηθέντος οἰκεῖοι κατὰ τὴν θείαν οἰκειότητα καὶ ὁμοτροπίαν αὐτόν τε ὅστις ἐστὶ μακαρίζουσι πρὸς τὸ νικηφόρον εὐκταίως ἀφικόμενον τέλος καὶ τῷ τῆς νίκης αἰτίῳ χαριστηρίους ᾠδὰς ἀναπέμπουσι προσέτι καὶ αὐτοὺς ἀφίκεσθαι πρὸς τὴν ὁμοίαν εὐχόμενοι λῆξιν, λαβόντες δὲ αὐτὸν ἐπὶ τὸν ἱεράρχην ἄγουσιν ὡς ἐπὶ στεφάνων ἱερῶν δόσιν. Ὁ δὲ ἀσμένως ὑποδέχεται καὶ τελεῖ τὰ κατὰ θεσμὸν ἱερὸν ἐπὶ τοῖς ὁσίως κεκοιμημένοις τελούμενα. Μυστήριον ἐπὶ τῶν ἱερῶς κεκοιμημένων. Συναγαγὼν ὁ θεῖος ἱεράρχης <τὸν> ἱερὸν χορόν, εἰ μὲν ἱερατικῆς ἐγεγόνει τάξεως ὁ κεκοιμημένος, ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου κατακλίνας αὐτὸν ἀπάρχεται τῆς πρὸς θεὸν εὐχῆς καὶ εὐχαριστίας. Eἰ δὲ τοῖς εὐαγέσι μοναχοῖς ἢ τῷ ἱερῷ λαῷ κατετέτακτο, παρὰ τὸ τίμιον ἱερατεῖον αὐτὸν κατακλίνει πρὸ τῆς ἱερατικῆς εἰσελεύσεως, εἶτα τελεῖ τὴν πρὸς θεὸν εὐχαριστήριον εὐχὴν ὁ ἱεράρχης. Ἑξῆς δὲ οἱ λειτουργοὶ τὰς ἐν τοῖς θείοις λογίοις ἐμφερομένας ἀψευδεῖς ἐπαγγελίας περὶ τῆς ἱερᾶς ἡμῶν ἀναστάσεως ἀναγνόντες ἱερῶς °δουσι τὰς ὁμολόγους καὶ ταὐτοδυνάμους τῶν ψαλμικῶν λογίων ᾠδάς. Eἶτα τῶν λειτουργῶν ὁ πρῶτος ἀπολύει τοὺς κατηχουμένους καὶ ἀνακηρύττει τοὺς ἤδη κεκοιμημένους ἁγίους, μεθ' ὧν ἀξιοῖ τὸν ἄρτι τελειωθέντα τῆς ὁμοταγοῦς ἀναρρήσεως καὶ προτρέπεται πάντας αἰτῆσαι τὴν ἐν Χριστῷ μακαρίαν τελείωσιν. Eἶτα προσελθὼν ὁ θεῖος ἱεράρχης εὐχὴν ἱεροτάτην ἐπ' αὐτῷ ποιεῖται καὶ μετὰ τὴν εὐχὴν αὐτός τε ὁ ἱεράρχης ἀσπάζεται τὸν κεκοιμημένον καὶ μετ' αὐτὸν οἱ παρόντες ἅπαντες. Ἀσπασαμένων δὲ πάτων ἐπιχέει τῷ κεκοιμημένῳ τὸ ἔλαιον ὁ ἱεράρχης καὶ τὴν ὑπὲρ πάντων εὐχὴν ἱερὰν ποιησάμενος ἀποτίθησιν ἐν οἴκῳ τιμίῳ τὸ σῶμα μεθ' ἑτέρων ὁμοταγῶν ἱερῶν σωμάτων. Θεωρία. <1> Ταῦτα μὲν εἴπερ ἴδοιεν ἢ ἀκούσαιεν οἱ ἀνίεροι πρὸς ἡμῶν τελούμενα, πλατὺ γελάσουσιν ὡς οἶμαι καὶ τῆς πλανήσεως ἡμᾶς ἐλεήσουσιν. Oὐ δεῖ δὲ πρὸς τοῦτο θαυμάζειν. Ἐὰν γὰρ μὴ πιστεύσωσιν, ὡς τὰ λόγιά φησιν, οὐδὲ μὴ συνήσουσιν. Ἡμεῖς δὲ τὰ νοητὰ τῶν τελουμένων ἐποπτεύσαντες Ἰησοῦ φωταγωγοῦντος εἴπωμεν, ὡς οὐκ ἀλόγως ὁ ἱεράρχης ἐπὶ τὸν ὁμοταγῆ χῶρον εἰσάγει καὶ ἐπιτίθησι τὸν κεκοιμημένον. Ἐμφαίνει γὰρ ἱερῶς, ὡς κατ' ἐκείνας ἔσονται πάντες ἐν τῇ παλιγγενεσίᾳ τὰς ἀποκληρώσεις, καθ' ἃς ἐνθάδε τὴν οἰκείαν ζωὴν ἀπεκλήρωσαν. Oἷον εἰ θεοειδῆ τις ἔσχεν ἐνθάδε καὶ ἱερωτάτην ζωήν, ὡς ἀνδρὶ τὸ θεομίμητον ἐφικτόν, ἐν θείαις ἔσται κατὰ τὸν αἰῶνα τὸν μέλλοντα καὶ μακαρίαις λήξεσιν· εἰ δὲ τῆς κατ' ἄκρον θεοειδοῦς ὑφειμένην ἱερὰν δὲ ὅμως, ὁμοειδεῖς καὶ οὗτος ἀπολήψεται τὰς ἱερὰς ἀμοιβάς. Ὑπὲρ ταύτης τῆς θείας δικαιοσύνης ὁ ἱεράρχης εὐχαριστήσας εὐχὴν ἱερὰν ποιεῖται καὶ τὴν σεβασμίαν ὑμνεῖ θεαρχίαν ὡς καθαιρετικὴν τοῦ κατὰ πάντων ἡμῶν ἀδίκου καὶ τυραννικοῦ κράτους, μεταγωγὸν δὲ ἡμῶν ἐπὶ τὰ οἰκεῖα δικαιότατα κρίματα. <2> Aἱ δὲ τῶν θεαρχικῶν ἐπαγγελιῶν ᾠδαὶ καὶ ἀναγνώσεις ἐκφαντορικαὶ μέν εἰσι τῶν μακαριωτάτων λήξεων, εἰς ἃς οἱ θείαν ἐσχηκότες τελείωσιν αἰωνίως καταταχθήσονται, τοῦ δὲ κοιμηθέντος ἱερῶς ἀποδεκτικαί, τῶν ἔτι δὲ ζώντων προτρεπτικαὶ πρὸς τὴν ὁμοίαν τελείωσιν. <3> Σκόπει δέ, ὅτι νῦν οὐ πᾶσαι κατὰ τὸ σύνηθες αἱ καθαιρόμεναι τάξεις ἀπολύονται,