25
τὸ πάθος τοῦ Χριστοῦ. ιηʹ. Ὡς διὰ τοῦ Θεοῦ Λόγου τὰ σύμπαντα δεδημιούργηται. ιθʹ. Ὡς ἀντὶ θυσιῶν καὶ τῆς πάλαι τυπικῆς λατρείας τὸ σῶμα τοῦ Χριστοῦ ὑπὲρ ἁπάντων προσενήνεκται. κʹ. Περὶ τοῦ προδότου Ἰούδα καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. καʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀγαπητοῦ, καὶ ὡς Θεὸς βασι λεὺς καὶ ὡς Χριστὸς ὁ αὐτὸς ἀναγορεύεται. κβʹ. Περὶ τῆς ἀναλήψεως τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν κλήσεως. κγʹ. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνθρώπου. κδʹ. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ τοῦ ἐλέγχου τῶν ἐκ περιτομῆς. κεʹ. Περὶ τοῦ προδότου Ἰούδα. κʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως. κζʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνθρώπου, καὶ περὶ Πατρὸς καὶ Υἱοῦ, καὶ δύο διαθηκῶν. κηʹ. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ τοῦ τῶν ἀποστόλων εὐαγγελίου, καὶ περὶ τῶν ἐθνῶν. κθʹ. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ, καὶ τῆς ἀποβολῆς τοῦ Ἰουδαίων λαοῦ. λʹ. Περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἡξούσης γενεᾶς. λαʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως, καὶ περὶ τῆς ἐξ αἰῶνος καὶ εἰς ἄπειρον βασιλείας αὐτοῦ, καὶ τῆς τῶν ἐθνῶν ὑποταγῆς. λβʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρὸς καὶ υἱοῦ ἀνθρώπου. λγʹ. Περὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ. λδʹ. Περὶ τοῦ αἰωνίου θρόνου τοῦ Χριστοῦ, καὶ ὡς ἐκ σπέρμα τος ἔσται ∆αυίδ· καὶ περὶ τῶν κατὰ καιροὺς διωγμῶν τῆς ἐκκλησίας. λεʹ. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τοῦ Χριστοῦ. λʹ. Περὶ τῆς ἐξ οὐρανῶν τοῦ Λόγου ἀποστολῆς· καὶ τῆς τῶν ἐθνῶν κλήσεως καὶ ἐρημίας τοῦ προτέρου λαοῦ. λζʹ. Περὶ τοῦ προδότου, καὶ τῆς κατὰ τοῦ Χριστοῦ ἐπιβουλῆς. 66 ληʹ. Περὶ δύο κυρίων Πατρὸς καὶ υἱοῦ, καὶ περὶ τῆς πρὸ αἰῶνος οὐσιώσεως τοῦ Χριστοῦ, καὶ τῆς ἀϊδίου ἀρχιερωσύνης αὐτοῦ καὶ τοῦ πάθους. λθʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρός. μʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ λίθου· καὶ περὶ τοῦ Ὡσαννᾶ. μαʹ. Περὶ τῆς Χριστοῦ βασιλείας, καὶ ὡς ἔσται ἀπὸ ∆αυίδ. μβʹ. Περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως. μγʹ. Περὶ τῆς ἐξ οὐρανῶν καθόδου τοῦ Χριστοῦ. μδʹ. Περὶ τῆς ἐξ οὐρανῶν ἀποστολῆς τοῦ Θεοῦ Λόγου. μεʹ. Ὡς διὰ τοῦ Θεοῦ Λόγου τὰ σύμπαντα δεδημιούργηται. 67 ΛΟΓΟΣ Βʹ. Περιγράψαντες τὰς ἀπὸ τῶν ἱστορικῶν γραφῶν περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας, ἑξῆς ἐκείναις τὰς ἀπὸ τῶν στιχηρῶν ἐν δευτέρᾳ ταύτῃ συντάξει τῶν Ἐκλογῶν ἀπανθισάμενοι προσθήσομεν· ὅτι δὴ ταῦτα τοῖς χρόνοις τῶν λοιπῶν προφητειῶν ἡγεῖται. Καὶ δὴ πρώτας τὰς ἀπὸ τῆς βίβλου τῶν Ψαλμῶν ἐπισκεψώμεθα. Ψ. Ψαλμοῦ αʹ. Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Καὶ τίνα ἄν τις ἔχοι ἀποδεικνύναι εἰς τοσαύτην ἐξέσω ἐξαίσιον? ἀρετὴν ἐληλακότα ὡς ἐν μηδενὶ τρόπῳ ἧς δή ποτ' οὖν περιπεσεῖν ἁμαρτίας, ὅπερ σημαίνειν μοι δοκεῖ τὸ, οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ τὸ, οὐκ ἔστη ἐν ὁδῷ ἁμαρτωλῶν, τό τε ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· δι' ὧν δηλοῦσθαι νομίζω τὸ πάντη ἄγευστον ἁμαρτίας τοῦ μακαριζομένου· τὸ γὰρ μὴ μόνον ἐν τοῖς τοιοῖσδε μὴ πορευθῆναι, μὴ δ' ὡσπερεὶ βαδίσαντα προκόψαι, ἀλλὰ γὰρ μηδὲ καθεσθῆναι, μὴ δὲ μὴν ὅλως ἐπιβῆναι τὴν ἀρχὴν, μὴ δὲ στῆναι ἐν αὐτοῖς, πῶς οὐ θαυμαστόν τι χρῆμα καὶ σπάνιον τυγχάνει; Παρίσταται δὲ μᾶλλον τῇ διανοίᾳ παρατατικῶς εἰρη 68 μένα τὰ τοῦ δηλουμένου ἀνδρὸς ἐγκώμια· οὔτε γὰρ ἐπορεύθη φησὶν, οὔτ' ἔστη, οὔτ' ἐκάθισεν ἐν τοῖς τοιοῖσδε τῆς κακίας εἴδεσιν, δι' ὧν ἐμφαίνεται ἡ ἐκ τοῦ ἀεὶ καὶ διὰ παντὸς ἐνάρετος τοῦ μακαριζομένου κατάστασις. Πολλοὺς μὲν οὖν τοὺς ἐκ προσοχῆς καὶ ἀσκήσεως κατωρθωκότας ἴδοι ἄν τις, οὐδένα γε μὴν τοιοῦτον ὁποῖον ὁ ψαλμὸς διαγράφει· εἰ δὲ θεωρήσειέν τις ὁπηλίκον ἐστὶν τὸ πρὸς πάντα εὐροεῖν καὶ κατὰ Θεὸν εὐοδοῦσθαι ἐν μηδενὶ σφαλλόμενον, μὴ δ' ἀποπίπτοντα τοῦ κατ' ἀρετὴν σκοποῦ, ὡς κατὰ τοῦτο λέγεσθαι ἐν τῷ Ψαλμῷ τὸ, καὶ πάντα ὅσα ἂν ποιῇ, κατευοδωθήσεται· ἔτι δὲ εἰ κατανοήσειεν ὁποῖον ἐστὶν τὸ