1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

25

καὶ δεσπότην τὸν Νικηφόρον τετίμηκεν. ἧκε δ' αὐτῷ γραφή, ὡς ὁ Παλαιολόγος Μιχαὴλ ὁ μέγας κονοστάβλος τὴν Βιθυνίαν διέπων φυγὰς ᾤχετο περὶ τὴν τῶν Μουσουλμάνων, καὶ ἐταράχθη ἐπὶ τούτοις ὁ βασιλεύς.

65 Ἐπεὶ δ' ὁ Παλαιολόγος ἐν τοῖς οἴκοις τῶν Τουρ κομάνων ἀφίκετο, τούτῳ ὡς ἑρμαίῳ ἐντυχόντες τὰ αὐτοῦ διηρπάκασιν. οὗτος δὲ μόγις διεκφυγὼν γυμνὸς περὶ τὸν περσάρχην ἀφίκετο. ὁ δὲ ἀσμένως τοῦτον προσήκατο, καὶ γραφαὶ στέλλονται, ἵνα τὰ ἐσκυλευμένα ἐξ αὐτοῦ ἐπικομι σθεῖεν αὐτῷ. ἐπεὶ δ' οἱ Ταχάριοι τὰ πλείω τῶν Μουσουλ μάνων ἐληΐζοντο καὶ περὶ τὰ Ἄξαρα ἐστρατοπεδεύσαντο, ὁ Κομνηνὸς Μιχαὴλ τὴν ἡγεμονίαν τῶν Ῥωμαϊκῶν εἰληφὼς στρατιῶν καὶ χάριτι θείᾳ ἀναρρωσθεὶς πρὸς μάχην ἐξώρ μησε, καὶ τοὺς Ταχαρίους νενίκηκε, πρῶτος τὸν πρῶτον τούτων βαλών. καί τις ἀμηραχούρης τὸ ὑπ' αὐτὸν συλλα βὼν στράτευμα τοῖς Ταχαρίοις προσώρμησε, κἀντεῦθεν οἱ διώκοντες ἔφευγον. ἔπιπτον γοῦν Πέρσαι συχνοί. μέχρι μὲν οὖν μακρῶν διαστημάτων τὴν δίωξιν οἱ νενικηκότες πεποίηνται. ὁ γοῦν Κομνηνὸς Μιχαὴλ συμβὰν οὕτω τῷ μεγίστῳ στρατοπεδάρχῃ τῶν Περσικῶν στρατευμάτων, ὃν πεκλάρπακιν οἴδασι Πέρσαι καλεῖν, ξυνῄει κατὰ τὴν ὁδόν, καὶ ἐπορεύοντο πλείους ἡμέρας ἐφεπομένων τῶν πολεμίων. ἐπεὶ δὲ ἡ τοῦ λεγομένου πεκλάρπακι οἰκία περὶ τὴν Καστά μοναν ἦν, ἐκεῖσε ἐγεγόνεισαν. τὸ δὲ τῶν Ταχαρίων γένος πᾶσαν τὴν ὑπὸ τοὺς Μουσουλμάνους κατέδραμε χώραν.

66 Ὁ δὲ βασιλεὺς Θεόδωρος ἐπεὶ περὶ τῶν γεγενημένων ἐπύθετο, ἔσπευσε πρὸς τὴν ἕω παλινοστῆσαι, καὶ ἀφεὶς ἐν Θεσσαλονίκῃ καὶ τοῖς κατὰ δυσμὴν μέρεσιν εἰς φύλαξιν τὸν πρὸς πάππου θεῖον αὐτοῦ τὸν Λάσκαριν Μιχαὴλ μετὰ μικροῦ στρατεύματος, ὅσον εἰς τριακοσίους ἠριθμημένου, τοῦ δὲ Πριλάπου καὶ τῶν περὶ αὐτὸν στρατευμάτων τὸν ὃν εἶχε σκουτέριον Ξυλέαν ὠνομασμένον, εἰς δὲ τὸν Βελεσσὸν καὶ τὰ περὶ αὐτὸν τὸν Καλαμπάκην Θεόδωρον, ὃν καὶ τατᾶν τῆς αὐλῆς κατωνόμαζον, τὸν δὲ Χαβάρωνα Κωνσταντῖνον εἰς ἡγεμονίαν τοῦ Ἀλβάνου, ἐμὲ δὲ πάντων προΐστασθαι.

67-68 Καὶ διελθὼν τὰ τῆς Χουναβίας καὶ τὸ ὄρος τὴν Κακὴν Πέτραν, τὴν Μάτην, τὴν ∆έβρην, τὴν Κύτζαβιν, εἰς Πρίλαπον ἤχθην. εἶτα τὴν Ἀλβανίαν κατέλαβον· ἦλθον εἰς Ἀχρίδαν, τὴν Πρέσπαν, τὸ Σιδηρόκαστρον, καὶ τῷ Πρι λάπῳ προσέσχον.

69 Ὁ δὲ βασιλεὺς διαπεραιωθεὶς τὸν Ἑλλήσποντον ὡς εἶχε τάχους ἐπὶ τοὺς τῆς Λυδίας τόπους κεχώρηκε καὶ περὶ τὰς Σάρδεις τὰς σκηνὰς ἔπηξεν. ὁ δὲ σουλτάνος τὴν αὐτοῦ χώραν καταλιπὼν φυγὰς πρὸς τὸν βασιλέα ἀφίκετο. ὁ δὲ δώροις τοῦτον ἐδεξιώσατο καὶ πρὸς τὴν αὐτοῦ ἐπαναζεῦξαι πεποίηκε, δοὺς αὐτῷ καὶ στρατὸν τετρακοσίων ἐπιλέκτων, στήσας αὐτοῖς ἡγεμόνα Ἰσαάκιον ∆ούκαν τὸν Μούρτζουφλον. ὁ δὲ περσάρχης τὸ ἄστυ τῆς Λαοδικείας τῷ βασιλεῖ ἐχαρί σατο· ἀλλ' ἐπ' ὀλίγον ἦν Ῥωμαίων. ὁ μὲν οὖν σουλτάνος, ἐπεὶ μὴ ἐξίσχυε τοῖς Ταχαρίοις ἀνθίστασθαι, εἰς ξυμβάσεις αὐτοῖς συνῆλθεν ὑπὸ τέλει φόρων, ἐξ οὗ ἕως νῦν φορολο γοῦνται. ὁ δὲ Μιχαὴλ ὁ Παλαιολόγος ὅρκον πρὸς τοῦ βασιλέως λαβὼν πρὸς αὐτὸν ἐπανέζευξε.

70 Καὶ στέλλει τοῦτον κατὰ τοῦ ἀποστάτου Μιχαὴλ μετὰ στρατεύματος. ὁ δὲ διαβὰς τὸν Βαρδάριον, ὃν οἱ παλαιοὶ Να ξειὸν ὀνομάζουσι, καὶ τῷ Λάσκαρι Μιχαὴλ ἑνωθεὶς τὴν Βέρ ροιαν ἐληΐσαντο. οἱ δὲ Σέρβοι τὴν Κύτζαβιν παραμείψαντες τὰ πέριξ Πριλάπου ἐσκύλευον. ὁ δὲ σκουτέρης ἐμπλακεὶς τούτοις ἀσυντάκτως ἥττηται.

71 Καὶ ὁ ἀποστάτης Μιχαὴλ στρατιὰν ἐκπέμψας, στρατηγὸν ἐπιστήσας αὐτοῖς τὸν νόθον υἱὸν αὐτοῦ Θεόδωρον, τοὺς ὄντας ἐκεῖσε ἐν ἀκαρεὶ ἐτρέψατο. ὃ γνοὺς ὁ Παλαιολόγος Μιχαὴλ κατ' αὐτῶν ὁρμᾷ, καὶ τῷ στρατηγῷ τοῦ ἀποστάτου νόθῳ Θεοδώρῳ συρρήξας βάλλει τοῦτον τοῦ ἵππου καὶ ἱκέτην ὑπὲρ τοῦ μὴ θανεῖν δέχεται.