δὲ τὸ κόπτω, δαῖς καὶ κατὰ τροπὴν τοῦ α εἰς η δὴς, καὶ κατὰ πλεονασμὸν τοῦ ρ δῆρις, οὕτως καὶ ἀπὸ τοῦ εἴρω, τοῦ σημαίνοντος τὸ λέγω, γέγονεν Ἴρις. 9Ἴβισ9: Ἐστιν δὲ εἶδος ὀρνέου, ι· τὰ γὰρ ἀμφιβαλλόμενα. 9Ἴφισ9: Τὸν αὐτὸν κανόνα. 9Ἴεισ9: Ἔστιν δὲ ὁ δαίμονος διὰ τοῦ ι· παρὰ γὰρ τὸ ἴεσθαι, ὅ ἐστιν πλανᾶσθαι· καὶ ἄλλως· τὰ ἀμφιβαλλόμενα. 9Ἴβυκοσ9: Παρὰ τὸ Ἴβυξ· καὶ ἄλλως· τὰ ἀμφιβαλλόμενα. 9Ἴρισ9: ι ἡ παράδοσις· ἢ κατὰ τὸν κανόνα τοῦτον· τὰ ἀμφι βαλλόμενα. 9Ἶροσ9: ι ἡ παράδοσις· ἢ τὸν αὐτὸν κανόνα. 9Ἱστάμενοσ9: Ὁμοίως· παρὰ τὸ ἰέναι. 9Ἰλίων9: ι τὰ ἀμφιβαλλόμενα· τὸ δὲ δεύτερον τὸν κανόνα τοῦ Ἀμφίων· σημαίνει δὲ τὸν σύγγαμβρον. 9Ἰξίων9: Καὶ κατὰ τὴν λήγουσαν, καὶ κατὰ τὴν παραλή γουσαν τὸν αὐτὸν κανόνα· ὥσπερ δὲ ἀπὸ τοῦ ἄγω, ἄξω, γίνεται ἄξιος, οὕτως καὶ ἀπὸ τοῦ ἴκω, ἴξω, γίνεται ἴξιος· οὐδέποτε δὲ τὸ ι καὶ τὸ υ πρὸ τοῦ ξ εὑρίσκονται φύσει μακρὰ, χωρὶς εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένου, ὡς τὸ ἰξεύω, ἴξευον· οἷον, φοίνιξ· κήρυξ. 9Ἱδίω9: Σημαίνει δὲ τὸ ἱδρῶ, διὰ τοῦ ι κατὰ τὴν ἄρχουσαν καὶ κατὰ τὴν παραλήγουσαν· ἡ μὲν πρώτη ὅτι ἀπὸ τοῦ ὕδωρ γέγονεν ὑδρῶ, καὶ τροπῇ τοῦ υ εἰς ι ἰδρῶ· κατὰ δὲ τὴν παρα λήγουσαν, ὅτι ἀπὸ τοῦ ἱδρῶ γέγονεν ἱδριῶ κατὰ πλεονασμὸν 222 τοῦ ι καὶ ἀποβολὴν τοῦ ρ, ἱδίω· τὸ δὲ ι πέφυκεν πλεονάζειν ἐν τοῖς ῥήμασιν· οἷον, ἐρεύθω, ἐρευθίω· στῶ, ἱστῶ· χρῶ, κιχρῶ· δῶ, διδῶ. 9Ἶνα9: Ἔστιν δὲ ὀνόματος, διὰ τοῦ ι· ἀπὸ γὰρ τοῦ ἲς ἰνὸς γέγονεν. 9Ἰχανόω9: ι κατὰ τὴν ἀφαίρεσιν τοῦ λ παρὰ τὸ λίαν ἔχε σθαι, ἢ ἰσχανόω ἦν, καὶ ἐπὶ τῇ ἐνδείᾳ τοῦ σ τέταται τὸ ι, ὡς καὶ τὸ γινώσκω, γνώσκω. 9Ἰνωπόσ9: Ἔστιν δὲ ὄνομα ποταμοῦ, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, καὶ παρὰ τὸ ὂψ ὀπὸς, ὃ σημαίνει τὴν φωνὴν, γέγονεν Ἰνωπὸς ἐκτάσει τοῦ ο πα ρακολούθως εἰς τὸ ω. 9Ἴναχοσ9: Ὄνομα ποταμοῦ, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἲς ἰνὸς, τὸ σημαῖνον τὴν δύναμιν, καὶ τὸ χεύεσθαι γέγονεν Ἴναχος· οἱονεὶ, ὁ μετὰ δυνάμεως χεόμενος. 9Ἰαπετόσ9: Ὄνομα κύριον διὰ τοῦ ι γράφεται· παρὰ τὸ ἴπτω, τὸ σημαῖνον τὸ βλάπτω, γέγονεν ἰπετὸς, καὶ κατὰ πλεο νασμὸν τοῦ α Ἰαπετός· τὸ δὲ ἴπτω διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς πτω ῥήματα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι. 9Ἰδομενεύσ9: ι παρὰ τὴν ἴδην καὶ τὸ μένος· οἱονεὶ, ὁ ἔχων δύναμιν. 9Ἱμάτιον9: ∆ιὰ τοῦ ι γράφεται καὶ τὰ παρ' αὐτὸ πάντα· οἷον, ἱμάτιαι πόλεις· ἱματιοφόρος καὶ ἱματιοπώλης· γράφεται δὲ διὰ τοῦ ι, δῆλον ἐκ τοῦ γίνεσθαι αὐτὸ κατὰ συναίρεσιν τοῦ ο καὶ ι εἰς τὴν οι δίφθογγον· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγ γου, θουμάτιον εἶχεν εἶναι κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον. 9Ἰσαῖος· Ἰσίδωροσ9: ∆ιὰ τοῦ ι τὰ δύο, παρὰ τὴν Ἴσιν καὶτὸ δῶρον. 9Ἵκω9: ∆ιὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἥκω τὸ διὰ τοῦ η· οἷον, Ἥκω νεκρῶν κευθμῶνα, γέγονεν ἵκω κατὰ τροπὴν τοῦ η εἰς ι· ἰστέον δὲ ὅτι τὸ ἵκω διὰ 223 τοῦ ι γράφεται ποιητικῶς ἐν τοῖς ἐνεργητικοῖς· οἷον, ἵκει· τὸ διὰ τοῦ η δὲ γραφόμενον πεζολόγων ἐστὶν καὶ ἰαμβογράφων· ἐν δὲ ταῖς παθητικαῖς φωναῖς καθόλου διὰ τοῦ ι γράφεται· οἷον, ἀφίγμαι, ἀφίκται. 9Ἵμεροσ9: ι· παρὰ γὰρ τὸ ἵκεσθαι τὸ σημαῖνον τὸ προθυ μεῖσθαι. 9Ἱμείρω9: ι· σημαίνει δὲ τὸ ἐπιθυμῶ, διὰ τοῦ ι γράφεται κατὰ τὴν ἀρχὴν, ὡς ἀπὸ τοῦ ἵμερος γεγονώς. 9Ἴετο9: ι· παρὰ γὰρ τὸ ἵημι, τὸ σημαῖνον τὸ προθυμοποιοῦ μαι, ἢ τὸ πέμπω· ἵημι ι· ἀπὸ διπλασιασμοῦ γὰρ ἔχει τὸ ι· οἷον, ὦ, ιὦ, ἵημι· δῶ, διδῶ, δίδωμι. 9Ἰσχανόω9: Σημαίνει δὲ τὸ ἐπιθυμῶ, καὶ γὰρ πολλάκις τὸ ε ἐν τοῖς ῥήμασιν ἐπιφερομένων δύο συμφώνων τρέπεται εἰς τὸ ι· οἷον, τέκω, τίκτω· οὕτως καὶ ἔχω, ἴσχω, διὰ τοῦ ι· ὥσπερ ἀπὸ τοῦ φῶ γίνεται φαίνω, καὶ παμφαίνω, καὶ ἐκεῖθεν ὁ μέλ λων παμφανῶ, οὕτως καὶ ἀπὸ τοῦ ἰσχῶ γίνεται ἰσχαίνω, καὶ ἐκεῖθεν ὁ μέλλων ἰσχανῶ, ἀποβληθέντος τοῦ σ, καὶ ἐκταθέντος τοῦ ι. 9Ἰόσ9: Σημαίνει δὲ τὸ βέλος, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸν ὄντα ἰὸν τοῦ ὄφεως γέγονεν· καὶ γὰρ ἔχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενός τις εὐθέως ἀναιρέθῃ· ἢ παρὰ τὸ ἰέναι γέγονεν, καὶ γὰρ λίαν πορεύεται τὸ βέλος· τὸ δὲ ἰέναι διὰ τοῦ ι γράφεται, ἐπειδὴ ἀπὸ τοῦ ἴημι ἐστίν· καὶ ἀπὸ τοῦ ισον μικρόν. 9Ἴκτεροσ9: ι, ὡς νύκτερος.