ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
ἐμηνύθη ὁ μέγας δοὺξ διὰ τοῦ συντέκνου αὐτοῦ καὶ ἐμοῦ, ἱερομονάχου καὶ πνευματικοῦ Νεοφύτου τοῦ εἰς τὴν Χαρσιανίτου. Ὁ δὴ καὶ ἔστερξεν, ἑκουσίως ἀκουσίως, οὐκ οἶδα· καὶ μᾶλλον ἔδειξεν, ὅτι κἀκεῖνος ἐβούλετο τοῦτο ποιῆσαι καὶ ὅτι μόνον νὰ ποιήσῃ τοὺς υἱοὺς αὐτοῦ εἰς τιμῆν. Καὶ ἐστάθη, εἰ καὶ οὐδὲν ἐτελέσθη, ἐπελθοῦσαι αἱ συμ φοραὶ εἰς πάντας ὁμοῦ. 33.6 Καὶ ὥριζεν, ὅτι ἐγὼ μὲν θέλω εἶσθαι ὁ εἷς· καὶ ὅτι στοχάζεται πρὸς τὸν Γουδέλην Νικόλαον. Καὶ ἂν ἀρεστὴ ἔνι ἡ συντροφία, νὰ γέ νηται καὶ μέσον ἡμῶν συμπεθέριον, ὁ υἱός μου τὴν ἐκείνου θυγατέραν. Καὶ αὕτη μὲν ἦν ἡ δουλεία, ὁποῦ ὥριζεν, ὅτι ἤθελαν παύειν εἰς ἐμὲ τὰ ἀποκρισιαρίκια. 33.7 Ὥρισέ μοι δὲ ὅτι πέμψειν ἤθελα εἰς τὸν Μορέαν καὶ ἀπὸ τούτους τάχα τοὺς γεραιτέρους, ἀλλὰ θέλω νὰ δώσω οἰκειόχειρόν μου ἀνάθεσιν ἔχουσαν κεφάλαια εʹ, ἵνα εἶπῃ τὸ α-ον εἰς συμβίβασιν· εἰ δ' οὖν, τὸ β-ον ἢ τὸ γ-ον ἢ τὸ δ-ον ἢ ἐξ ἀνάγκης τὸ ε-ον Καὶ δοξάζω, ὅτι οἷον ἀποστείλω ἄνευ σοῦ, θέλει ὑπάγειν καὶ τὸν νὰ τον τάξουν κανένα χωρίον ἀργυρο βούλλῳ ἢ ὅτι θέλει ἔχει ἐκεῖνον καὶ τὰ παιδία αὐτοῦ οὕτως καὶ οὕτως, εὐθὺς θέλει δώσειν τὸ ε-ον, ὅπερ θέλει εἶσθεν εἰς ἐμὲ βαρύ. 33.8 Εἰς τὸ τῆς Κύπρου, καὶ ἐπίστασαι τὸν καλόγερον, ὅς μοι συνε τύχενε τὴν δεῖνα ἡμέραν; Εἶπέ μοι ἀπὸ τὴν ἀνεψιάν μου, ὅτι τίποτε ἔχει τῶν ἀναγκαίων· ὁποῦ ἤθελεν, ἤ, ἂν ἦν τῶν δυνατῶν, νά με τὸ ἔλεγε διὰ στόματος αὐτῆς, ἢ κἂν νὰ τὸ ἐμήνυε διὰ πιστοῦ καὶ φρονίμου ἀνθρώπου αὐτῆς, ἂν εἶχεν. Ἐπεὶ δὲ τὸ μὲν οὐκ ἔχει, τὸ δὲ ἔνι ἀδύνατον, νὰ στείλω ἐγὼ τόν, ὅν με θέλει φανεῖν ἁρμόδιον, νά το ἀκούσῃ. 33.9 Τὶς οὖν πρὸς τοῦτο ἁρμοδιώτερος; Εἰς τὸ τρίτον καὶ τοῦτο λόγου οὐ δέεται, σὺ γάρ, ὁποῦ καὶ ἔπραξας καὶ ἔστησας καὶ εἶδες τὸ πρόσωπον καὶ συνέτυχες καὶ ἐπληροφορήθης, πῶς ἠμπορεῖ τὸ τέλος τῆς δουλείας νὰ γένηται παρ' ἄλλου; Ἀνέφερον αὐτῷ· Τοῦτο ὁμολογουμένως οὕτως ἔχει, ὡς ὁρίζεις· καὶ συγκατατίθεταί το καὶ ἡ δούλη σου ἡ σύντροφός μου, ἐπεὶ καὶ τὸ πρᾶγμα ἀπαιτεῖ καὶ ὅτι διὰ τούτου θέλει ἔχειν, καὶ ἅπερ μου ἔταξας, καὶ τόπον καὶ τιμὴν καὶ ἀναδοχὴν πλείω τῶν ἄλλων ἀρχον τισσῶν. Ἀμὴ εἰς τὰ ἄλλα οὐδὲν ἠξεύρω, τὶ νά σε ἀναφέρω. Καιροῦ δ' ὄντος τοῦ ἀρίστου, ἀπῆλθον ἐγὼ οἴκαδε.
34.1 Ἀπὸ δὲ γεύματος ἐλθόντος τοῦ μεγάλου δουκός, ὥρισε πρὸς αὐτόν, ὅσα μετ' ἐμοῦ περὶ τῶν ἀποκρισιαρικίων ὥρισε, πρὸς τὸ νὰ ἀπέλθω, οὐ μὴν τὰ αἰτία. Καὶ προσέθηκε καὶ τοῦτο, ὅτι ἔνι καὶ χρεία, καὶ ἡμεῖς νά τον τιμήσωμεν· εἰς γὰρ τὸ ὀφφίκιον, ὁποῦ ἔχει, χάρις ἡμᾶς οὐδὲν ἔχει, εἰ μὴ τὸν βασιλέα τὸν ἀδελφόν μου. Λοιπὸν ἰδὲ αὐτὸν πρὸς τοῦτο καὶ ἐγροίκησον, ποῖον τῶν ὀφφικίων νὰ ὀρέγεται καὶ πρὸς οὗ ἀ κούσωμεν. 34.2 Συνέτυχέ μοι οὖν καὶ εἶπον πρὸς αὐτόν, ὅτι ἐγὼ ἐν νῷ εἶχον, ὅτι νά τον ζητήσω νά με εὐεργετήσῃ ὀφφίκιον μεγαλώτερον, πλὴν ὅπερ ἄλ λος οὔτε ἔχει, ἀλλ' οὐδὲ νά το εὐεργετήσῃ ζῶντός μου, διότι καὶ οὕτως μοι φαίνεται πρέπον καὶ ἠγάπουν· καὶ ἀφ' οὗ μάλιστα εἰς τὴν Τραπεζοῦν ταν ἀπῆλθον καὶ τοσαῦτα ὀνείδη καὶ κατηγορίας ἤκουσα, πῶς εἰς τὸ αὐτὸ καὶ ἓν ὀφφίκιον εἰσὶν ἄρχοντες τρεῖς ἐνταῦθα, καὶ ἔτι ἐβεβαιώθη ὁ λογισμός μου εἰς τὴν ὄρεξιν, ἢν εἶχον. Λοιπὸν ἄς με εὐεργητήσῃ τὸ ὀφ φίκιον τοῦ μεγάλου κοντοσταύλου. 34.3 Ἀπῆλθε καὶ ἀνέφερε ταῦτα τῷ βασιλεῖ καὶ ὁρίζει πρὸς αὐτόν· Τοῦτο, Νοταρᾶ, τινὰ οὐδὲν τὸ θέλω δώσειν, διότι ὁ πρῶτός μου πενθε ρὸς ἦν μέγας κοντόσταυλος γεγονὼς παρὰ τοῦ αὐθεντός μου τοῦ βασι λέως τοῦ πατρός μου εἰς τὸ Ἑξαμίλιον· ἀμὴ νά τον δώσω μεγαλώτερον τούτου ἵνα τὸν ποιήσω μέγαν λογοθέτην, ὅπερ ἔνι ὀφφίκιον δ-ον καὶ τὸ τοῦ μεγάλου κοντοσταύλου ἔνι ζ-ον. 34.4 Λέγει αὐτῷ ὁ μέγας δούξ· Καὶ τὶ νὰ γένηται μετὰ τὸν Παλαιο λόγον τὸν Μετοχίτην, ὁποῦ ἐποίησας τὸν υἱὸν τοῦ Καντακουζηνοῦ, ζη τήσει τοῦ δεσπότου τοῦ ἀδελφοῦ σου, διὰ τὴν συγγένειαν τῆς συγγαμ βρίας καὶ διὰ τὸν αὐτοῦ πατέρα πρωτοστράτορα; Καὶ ἐκεῖνος ὑπάγει νὰ δώσῃ τὴν ψυχήν του τὸν διάβολον, ἂν καὶ νῦν ποιήσῃς καὶ τὸν Σφραν τζῆν μέγαν λογοθέτην, ὁποῦ ἔνι καὶ αὐτὸ πρῶτον ἀπὸ τὸ του μεγάλου στρατοπεδάρχη. Τὶ θέλει