25
τέκνοις ἐπεβούλευσάν ποτε τοῖς ἰδίοις. εἰ δέ τινες ἐν αὐτοῖς εἶεν καὶ μὴ τοιοῦτοι, οὕτω δοκεῖς ἐμὲ κακὸν καὶ ἀγνώμονα εἶναι περὶ τοὺς φίλους, ὥστε τῆς εἰς ἐμὲ φιλίας προδοσίαν παρασχεῖν ἀντιμισθίαν; οὐκ ἔστιν οὐδαμῶς. ῥᾷον γὰρ ἂν αὐτὸς οὐχ ὑπὲρ πάντων ὁμοῦ, ἀλλὰ καὶ ἑνὸς αὐτῶν τὴν ἐμὴν προήσομαι σωτηρίαν, ἢ ταύτην περιποιούμενος ἐκείνους ἐθελήσω καὶ μικροῖς τισι προσομιλῆσαι κακοῖς. ἔτι πρὸς τούτοις καὶ ὅρκοις ἐπέταξας τὸ μὴ δρασμῷ χρήσασθαι ἀσφαλίσασθαι· ὄμνυμι δή σοι τὸν ἁπάντων κύριον καὶ βασιλέα θεὸν, ὡς ἄν τι φωράσω περὶ ἐμὲ βουλευόμενον κίνδυνον ἀπειλοῦν, πάσῃ δυνάμει καὶ ὅλῳ ποδὶ χρήσομαι πρὸς φυγήν.» ιϛʹ. Ταῦτα τοῦ νέου βασιλέως διεξιόντος, ὁ πρεσβύτερος ὑπὸ τὰς θύρας ἱστάμενος τοῦ οἰκίσκου, πάντων ἐπηκροᾶτο, καὶ τἄλλα μὲν ἤνεγκε σιωπῶν, τὴν φυγὴν δὲ ἀκούσας· «σὺ δ', ἔφη «φεύξῃ γε σύ; ἀλλ' ὅσον οὔπω σὺ μὲν συλληφθεὶς ἀπαχθήσῃ δεσμώτης καὶ πρὸς δοριαλώτου καταστὰς τύχην. ἐγὼ δ' 1.75 οὐδὲ τριῶν ὀβολῶν ἐθελήσω λύσασθαι τῆς δουλίας· εἶτα μικρὸν προβὰς, «ὁρᾶτε» ἔφη πρὸς τοὺς παρόντας «ὅπως τοῖς ἐμοῖς λόγοις οὗτος συμμαρτυρεῖ, σκληρὸς ὢν καὶ αὐθάδης καὶ πέρα τοῦ δέοντος ἀλαζών; ἤδη καὶ ὑμῖν ἐστι σαφῶς ἐκ τῶν πραγμάτων καταμαθεῖν.» ὁ νέος δ' Ἀνδρόνικος, «ἐπ' ἀληθείας» εἶπεν «ὦ βασιλεῦ, οὔτε σκληρός εἰμί τις, οὔτε αὐθάδης, ἀλλὰ τῶν ἐμῶν ἁμαρτιῶν ὁ σωρὸς τοιοῦτον εἶναι φαίνεσθαί σοι ποιεῖ· ἐγὼ δ' ἐπὶ μάρτυρι λέγω τῷ εἰδότι πάντα θεῷ, ὡς οὐδὲν τοιοῦτον ἐμαυτῷ σύνοιδα εἰργασμένῳ ὡς ἄξιον εἶναι τῆς τοσαύτης ὀργῆς. διὸ δὴ καὶ δέομαι τοῦ σοῦ κράτους συγγνώμης κἄν τε ἥμαρτον τυχεῖν, κἄν τε μή. πρὸς τοὺς πόδας γὰρ ἐφίεμαι τοὺς σοὺς ἀποθανεῖν,» αἰνιττόμενος, ὡς οὐκ ἂν αὐτοῦ βουλήσοιτο ἀποστῆναι χωρὶς ἀνάγκης. ἅμα δὲ τούτοις τοῖς λόγοις καὶ πρὸς γῆν κατεκλίνετο ἀσπασόμενος τὸν πόδα τοῦ βασιλέως. ὁ δ' ἀνεῖχε λαβόμενος τοῦ ὤμου, ἅμα καὶ λόγοις τὸ ἔργον ἀπαγορεύων· ὡς δ' ἑώρα βιαζόμενον, ἀφεὶς τὸν ὦμον, ἐλάβετο τῶν τριχῶν· ὡς δὲ καὶ οὕτως ἐβιάζετο, ἀφειδῶν ἑαυτοῦ, δείσας ὁ πάππος, μὴ τῇ βίᾳ τῆς κεφαλῆς διαστῶσιν αἱ τρίχες, ἐνέδωκε τὴν κατάκλισιν· ὁ δὲ κατακλιθεὶς ἠσπάσατο τὸν πόδα τοῦ βασιλέως. εἶτ' ἀναστάντος τῆς κεφαλῆς λαβόμενος ὁ βασιλεὺς, κατεφίλει τὰς ὄψεις. τοῦτο δὴ ὁ πατριάρχης καὶ οἱ τῆς συγκλήτου παρόντες ἰδόντες καὶ διαλλαγῆς ἀπόδειξιν νομίσαντες ἤδη βεβαίας τῶν βασιλέων, πολλὰς ἀφῆκαν 1.76 φωνὰς εὐχαριστοῦντες θεῷ τῷ χορηγῷ τῆς εἰρήνης. καὶ αὐτὸς δὲ βασιλεὺς ὁ νέος καὶ οἱ περὶ αὐτὸν διηλλάχθαι νομίσαντες τῷ ἐγγόνῳ τὸν βασιλέα, ἔχαιρόν τε αὐτοὶ, καὶ εὐτυχίας ἄκρας ἡγοῦντο τὴν ἡμέραν ἐκείνην. ἐκ τῶν βασιλείων οἴκαδε ὁ νέος βασιλεὺς ἀπελθὼν, διηγεῖτό τε τοῖς φίλοις τοὺς κατὰ τὴν δίκην λόγους, συνεόρταζόν τε καὶ συνέχαιρον ἀλλήλοις. μηνύουσι δὴ καὶ Συργιάννῃ τὰ γεγονότα, ὡς ἂν καὶ αὐτὸς συγχαίρῃ τοῖς φίλοις χαίρουσι καὶ μηδεμίαν ἔχῃ φροντίδα τήκουσαν τὴν ψυχὴν, ὡς τῶν προτέρων ἤδη βουλευμάτων διαλυθέντων καὶ βεβαίας εἰρήνης γεγενημένης τοῖς βασιλεῦσι καὶ κατ' εὐχὴν αὐτοῖς τῶν πραγμάτων κεχωρηκότων. τοῦτο γὰρ ηὔχοντο, τὸν μὲν βασιλέα τῆς εἰς τὸν ἔγγονον ἀπεχθείας μεταβαλεῖν, αὐτοὺς δὲ κινδύνων ἔξω καταστάντας ἡσυχίαν ἄγειν. οὕτω μὲν οὖν αὐτοῖς ἔχειν ἐδόκει τὰ γεγενημένα· τὰ δ' ἦσαν ἕτερον τρόπον, ὡς ἔδοξε τοῖς πολλοῖς ἐκ τῶν μετὰ ταῦτα. ἐκρίθη γὰρ διανοίᾳ γεγενῆσθαι τοιαύτῃ. ἔθος ἐπεκράτησε παρὰ τοῖς βασιλεῦσι Ῥωμαίων, ἐπειδάν τις τῶν καθ' αἷμα προσηκόντων ἢ καὶ ἄλλως τῶν ἐν τέλει, προσκυνήσας ἀσπάσηται τὸν πόδα τοῦ βασιλέως, ἀντασπάζεσθαι καὶ αὐτὸν [αὐτὸν] εἰς τὴν ὄψιν. καὶ τότε δὴ τοῦ νέου βασιλέως ἀσπασαμένου πρὸς τὸν πόδα τὸν πάππον, ἵνα μὴ εἰς ἄκρον ἀπεχθείας ἐληλακέναι δοκῇ, οὐδὲ τῶν ἰδιώταις προσηκόντων ἀξιῶν τὸν ἔγγονον καὶ βασιλέα, ἀντεφίλησεν εἰς τὸ πρόσωπον καὶ αὐτός. ἀλλὰ τὰ μὲν τῆς πρὸς ἀλλήλους διαλέξεως τῶν βασι 1.77 λέων ἐπὶ τῆς δίκης ἐνταῦθα ἐτελεύτησε· δυσὶ δὲ ὕστερον ἡμέραις μετὰ τοῦτο ὁ πρεσβύτερος τῶν βασιλέων τῷ μεγάλῳ διά τινος δηλοῖ δομεστίκῳ πρὸς Πελοπόννησον ἀπελθεῖν, ἐκείνης ἐπιτροπεύσοντα. τὸ δ' εὐθὺς ἐδόκει μὲν εἶναι τῶν