25
ἑορτὴν τοῦ πάσχα ἑώρταζε. τότε δ' αὐτοὺς καὶ τὸ μάννα ἐπιλελοίπει, χρησαμένους αὐτῷ ἐπὶ τεσσαράκοντα ετη· ηδη γὰρ εὐπόρουν ἐκ τῆς χώρας πάντων ωνπερ ἐδέοντο. τῇ δὲ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ τῇ πολιορκίᾳ τῆς ̔Ιεριχοῦντος ὁ ̓Ιησοῦς ἐπεχείρησεν, ουτω ταύτην διατιθέμενος. τὴν κιβωτὸν οἱ ἱερεῖς φέροντες περιώδευον τὸ τεῖχος, ἑπτὰ σαλπίζοντες κέρασι, καὶ ἡ γερουσία παρείπετο· ειθ' ὑπενόστουν εἰς τὸ στρατόπεδον. καὶ τοῦτο ἐπὶ εξ ἐποίουν ἡμέρας. τῇ δὲ ἑβδόμῃ τὰ αὐτὰ ποιησάντων καὶ περιελθόντων ἑπτάκις, τὸ τεῖχος κατέπεσε, καὶ ὁ λαὸς εἰσελθὼν πάντας εκτειναν καὶ τὴν πόλιν ἐνέπρησαν. τὴν δὲ ̔Ραὰβ μόνην σὺν τοῖς οἰκείοις εσωσαν οἱ κατάσκοποι, φοινικίδα πρὸ τῆς οἰκίας ἀπαιωρήσασαν. καὶ ̓Ιησοῦς ἀγροὺς αὐτῇ ἐδωρήσατο καὶ ηγε διὰ τιμῆς. κατὰ δὲ τῶν ἐγείρειν αυθις βουλησομένων τὴν πόλιν ἀρὰς εθετο, στερηθῆναι μὲν τοῦ πρώτου παιδὸς τὸν θεμελίους βαλλόμενον, τὸν τελειώσαντα δὲ ζημιωθῆναι τὸν νεώτατον. πολὺ δὲ πλῆθος ἐκ τῆς πόλεως ἀθροίζεται ἀργύρου τε καὶ χρυσοῦ, καὶ απαν ἀνετέθη τῷ θεῷ ὡς τῶν κατωρθωμένων ἐσόμενον ἀπαρχήν· ἀπείρητο γὰρ πᾶσιν ἐκ 1.63 τούτου τι σφετερίσασθαι. Αχαρ δέ τις ἐκ τῆς ̓Ιούδα φυλῆς ὑφάσματι χρυσοϋφεῖ περιτυχὼν καὶ μάζῃ χρυσοῦ ἑλκούσῃ σίκλους διακοσίους, ἰδιώσατο ταῦτα κατορύξας ἐν τῇ σκηνῇ. μετὰ ταῦτα πολέμου συστάντος τρέπονται οἱ ̔Εβραῖοι καὶ πίπτουσιν αὐτῶν ανδρες εξ καὶ τριάκοντα. τοῦτο σφόδρα τὸ πλῆθος ἐλύπησε. καὶ ̓Ιησοῦς ἐπὶ στόμα πεσὼν ἐδέετο τοῦ θεοῦ. χρηματισθεὶς δὲ κλοπὴν γενέσθαι τῶν καθιερωμένων χρημάτων, κλήρῳ τὴν κρίσιν ἐπέτρεψεν. ἐπὶ δὲ τὸν Αχαρ τοῦ κλήρου πεσόντος ὁμολογεῖ τὴν κλοπὴν ἐκεῖνος καὶ παράγει τὰ φώρια. καὶ ὁ μὲν λίθοις ἀναιρεῖται σὺν τοῖς αὐτοῦ, ̓Ιησοῦς δὲ πολιορκεῖ τὴν Ναῒν καὶ ταύτην αἱρεῖ. Γαβαωνῖται δὲ καὶ οἱ ἐκείνοις περίοικοι Χαναναίοις προσήκοντες, φοβηθέντες μὴ τοῖς ̔Ιεριχουντίοις καὶ τοῖς περὶ Ναῒν τὰ ομοια πείσονται, πρεσβείαν στέλλουσι πρὸς τὸν ̓Ιησοῦν, πορρωτάτω λέγοντες κατοικεῖν μηδὲ κατὰ γένος κοινωνεῖν Χαναναίοις, καὶ σπονδὰς πρὸς αὐτοὺς θέσθαι ζητοῦντες τοὺς ̓Ισραηλίτας καὶ συνθήκας φιλίας. ̓Ιησοῦς ουν φιλίαν πρὸς αὐτοὺς ἐποιήσατο. γνοὺς δ' επειτα τούτους τοῦ γένους τῶν Χαναναίων οντας, τῆς ἀπάτης αὐτοῖς ἐνεκάλει. οἱ δὲ ἐξ ἀνάγκης εφασαν τοῦτο πρᾶξαι, δεδιότες τὸν ολεθρον. καὶ ̓Ιησοῦς, ινα μὴ παραβαίη τὸν ορκον, δημοσίους αὐτοὺς ἀποδείκνυσιν. ουτως ̓Ιώσηπος· ἡ δὲ βίβλος τοῦ ̓Ιησοῦ περιέχει οτι κατέστησαν αὐτοὺς ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ. ἐπιθεμένου δὲ τοῖς Γαβαωνίταις τοῦ βασιλέως τῶν ̔Ιεροσολύμων διὰ τὰς πρὸς τοὺς ̔Εβραίους σπονδάς, ὁ 1.64 ̓Ιησοῦς αὐτοῖς συμμαχεῖ καὶ τρέπεται τοὺς ἐναντίους καὶ τραπέντας ἐδίωκεν. οτε καὶ οὐρανόθεν χάλαζά τε τῆς συνήθους μείζων καὶ κεραυνοὶ τοῖς πολεμίοις ἐπέπεσον, καὶ ἡ ἡμέρα ηυξητο, τὸν δρόμον τῷ ἡλίῳ στήσαντος τοῦ θεοῦ ἐντεύξει τοῦ ̓Ιησοῦ, ινα μὴ νυκτὸς ἐπελθούσης διαφύγωσιν οἱ πολέμιοι. καταλαμβάνονται δὲ καὶ οἱ βασιλεῖς εν τινι σπηλαίῳ κρυπτόμενοι, καὶ κτείνονται πάντες. ̓Ιησοῦς δ' ἐπανῄει πάλιν τῆς Χαναναίας ἐπὶ τὴν ὀρεινήν, καὶ πολὺν φόνον τῶν ἐν αὐτῇ ἐργασάμενος καὶ λείαν λαβὼν εἰς τὸ ἐν Γαλγάλοις ηλθε στρατόπεδον. ἐκλήθη δ' ὁ τόπος τοῦ στρατοπέδου Γάλγαλα, ὡς ηδη ἑαυτοὺς ἐλευθέρους τῶν Αἰγυπτίων καὶ τῆς κατὰ τὴν ερημον ταλαιπωρίας γνόντων τῶν ̓Ισραηλιτῶν· γάλγαλα γὰρ ̔Εβραῖοι τὴν ἐλευθερίαν καλοῦσι. στρατεύουσι δ' ἐπ' αὐτοὺς οἱ περὶ Λίβανον Χαναναῖοι καὶ οἱ ἐν τοῖς πεδινοῖς, Παλαιστηνοῖς συμμαχούμενοι. ην δ' ὁ στρατὸς ἐκείνων ὁπλιτῶν μυριάδες τριάκοντα, μύριοι δ' ἱππεῖς καὶ τρισμύρια αρματα. νίκην δὲ τοῦ θεοῦ ἐπαγγειλαμένου καρτερὰ μάχη γίνεται, ὡς πᾶν τὸ στράτευμα τῶν ἐχθρῶν πλὴν ὀλίγων διαφθαρῆναι καὶ τοὺς βασιλεῖς δὲ πεσεῖν. Ετος δὲ πέμπτον ηδη παρεληλύθει καὶ Χαναναίων οὐκέτι οὐδεὶς ὑπολέλειπτο. ̓Ιησοῦς δὲ ἱστᾷ τὴν σκηνὴν κατὰ πόλιν Σηλώμ, εως οἰκοδομεῖν αὐτοῖς ναὸν γένηται. συναγαγὼν δὲ τὸν λαὸν εἰς Σηλώμ, τὰς ἑαλωκυίας τε πόλεις ἀπηρίθμει καὶ οσαι τῶν