25
εστιν ὀξύτητι. ἀκάνθας δὲ ἡ θεῖα γραφὴ τὰς βιωτικὰς λέγει φροντίδας. Ακανθα καὶ ἡ ἁμαρτία. φησὶ γὰρ ὁ ∆αβίδ· ἐν τῷ ἐμπαγῆναί μοι ακανθαν. ̓Ακαθαρσία. τὰ ἐκ φυσικῆς ἀνάγκης συμβαίνοντα. ̓Ακερδὴς χάρισ. ἡ μὴ δεόντως διδομένη. ηεν αν φαῦλον τὸ κέρδος. μηδ' αλαστον ἀκερδῆ χάριν, αν τ' ἰδὼν μετάσχοιμί πως. Ακεσσα. ̔Ρωμαϊκόν τι μηχάνημα, ἐκ δενδροτομίας πρὸς ἐρυμνότητα μετασκευαζόμενον. οἱ δὲ ̔Ρωμαῖοι ξυνέθεσαν τὴν λεγομένην ακεσσαν τῇ ̔Ρωμαίων φωνῇ· δενδροτομήσαντες γὰρ ἀλλεπάλληλα στελέχη καὶ τῇ συνθήκῃ καταστορέσαντες, ἀπετείχισαν, ὡς ἐνῆν, τὴν ἐνθένδε πορείαν τῆς πόλεως. Ακη. πόλις Φοινίκης, ἡ νῦν λεγομένη Πτολεμαΐς. ̓Ακή. παρὰ τὸ ηκω γίνεται ἀκὴ, ο σημαίνει τὴν ὀξύτητα. ἡ ἀκμὴ καὶ ἡ ὀξύτης τοῦ σιδήρου. alpha.104 ̓Ακηδία. ῥαθυμία, λύπη, ἀχθηδών. ∆αβίδ· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμα μοῦ. ̓Ακιδαλία. ονομα κρήνης. ̓Ακινησία. ἠρεμία. καὶ τοὺς ιππους ἐξελαύνειν προσέταξεν, ὡς διαύοιτο αὐτοῖς τὸ ὑπὸ τοῦ παράπλου νεναρκηκὸς ὑπὸ ἀκινησίας. ̓Ακίνασισ. ονομα τόπου. ̓Ακηδία. πάρεσις. ψυχῆς· νοὸς εκλυσις. ̓Ακίσ. ἡ ὀξύτης τοῦ βέλους. Ακατοσ. τὸ πλοῖον. παρὰ τὸ αζω, αξω, ηχα, ηχμαι, ηκται, ἀκτὸς, καὶ πλεονασμῷ τοῦ ˉα ακατος. η ἀπὸ τοῦ ἀκτὴ γίνεται ακατος, ἡ ἀπ' ἀκτῆς εἰς ἀκτὴν περιερχομένη, ὡς καὶ πορθμὴ λέγεται, ἡ μὴ πελαγοδρομοῦσα. λέγεται καὶ ἐπακτὶς καὶ πορθμὶς καὶ κάραβος, καὶ ἀκάτιον ὑποκοριστικῶς. ̓Ακληρία. δυστυχία. Ακνηστισ. ἡ ῥάχις· παρὰ τὸ μὴ δύνασθαί τινα κνήσασθαι αὐτὴν τῇ ἰδίᾳ χειρί. ̓Ακόνη. παρὰ τὸ κονῶ τὸ ἐνεργῶ, η κονῶ τὸ λεπτύνω καὶ φθείρω, ἐπιτάσει τοῦ ˉα, ἡ διαφθείρουσα καὶ λεπτύνουσα τὸν σίδηρον. Ακοιτισ. ἡ ἐκ παρθενίας αλλης κοίτης μὴ πειρασθεῖσα· καὶ ἡ ὁμόκοιτος. καταχρηστικῶς καὶ ἡ δευτέρου γάμου μετεσχηκυῖα. ̓Ακίσ. ἡ ὀξύτης, παρὰ τὸ ἀκή. ο κατ' ἐπένθεσιν γίνεται ἀκμή. παρὰ τὸ ἀκὴ ουν γίνεται alpha.105 ὑποκοριστικὸν ἀκὶς, ὡς σκάφη σκαφὶς, αμνη ἀμνίς. ̓Ακμή. παρὰ τὸ κάμω γέγονεν ἐν συγκοπῇ κμῶ, καὶ μετὰ τοῦ στερητικοῦ ˉα ἀκμὴ, ἡ μὴ κάμνουσα διὰ νεότητα, η ἡ μὴ δυναμένη πόνους ὑποστῆναι. Ακρα. τελεία. ηκε παρὰ βασιλέως παῖς Αὐγάρου, καλὸς καὶ μέγας, ἐν ωρᾳ ακρᾳ. Ακραν ἐπὶ γύαλον. ἐπ' ακραν πέτραν. Ακρας νυκτόσ. περὶ πρῶτον υπνον. ̓Ακρασίασ. ἀνωμαλίας, παρὰ τὸ μὴ συγκεκρᾶσθαι. ̓Ιώσηπος· οἱ δὲ ̔Ρωμαῖοι διὰ χειρῶν ἀκρασίας ἁλίσκονται. ἀκρασία καὶ ἀκολασία διαφέρει· ἡ μὲν γὰρ κατὰ προαίρεσιν πράττεται τὰ αἰσχρὰ, ητοι ἡ ἀκολασία· ἡ δὲ παρὰ προαίρεσιν. λέγεται δὲ καὶ ἀκράσιος· ουτω τε εἰς πᾶσαν ἀκράσιον ἐκπεπτωκυῖα τρίβον. η ἀκρασία ἐστὶν εξις βιαστικὴ παρὰ τὸν ὀρθὸν λογισμὸν πρὸς τὰ δοκοῦντα ἡδέα ειναι. κατὰ τὸν ἐν θεολογίᾳ Γρηγόριον τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν. ̓Ακήλητον. αθελκτον· ἀπηνὲς καὶ τὸ ἀκίνητον τοῦ θυμοῦ. εθελξε λύρα η τὸν ἀκήλητον θυμόν. ̓Ακίχητα. τὰ μὴ καταλαμβανόμενα. θηλυκόν. ̓Ακράγαντοσ. πόλις Σικελίας, ἀπὸ ποταμοῦ παραρέοντος. φησὶ γὰρ ∆οῦρις, οτι αἱ πλεῖσται τῶν Σικελικῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται. οἱ δὲ ἀπὸ τοῦ ̓Ακράγαντος ∆ιὸς alpha.106 καὶ ̓Αστερόπης τῆς ̓Ωκεανοῦ. τὸ ἐθνικὸν ̓Ακραγαντῖνος. ̓Ακρησία. ἡ ἀκρασία. ἀκρισία δὲ ἡ ἀδιακρισία καὶ ἡ κακὴ κρίσις, ˉι. καὶ Λιβάνιος· οὐκοῦν ἀκρισία μὲν ἐν ἀμφοῖν· εχει δέ τινα τοὐμὸν φιλανθρωπίαν. ̓Ακρίσ. παρὰ τὸ κάρη καρὶς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀκαρίς. οἱ δὲ παρὰ τὸ τὰ ακρα τῶν ἀσταχύων καὶ φυτῶν νέμεσθαι. ̓Ακρίσ. βοτάνη τις ουτω καλουμένη. καὶ Σολομῶν ἡμᾶς διδάσκει λέγων· ἀνθήσει τὸ ἀμύγδαλον καὶ παχυνθήσεται ἡ ἀκρίς. ταύτην οιμαι καὶ τὸν βαπτιστὴν ̓Ιωάννην καὶ πρόδρομον ἐν τῇ ἐρήμῳ ἐσθίειν. ̓Ακρίασ. τὰς ἀκρωρείας, ἀπὸ τοῦ ακρις, ακριος. τὸ δὲ ακρις, ἀπὸ τοῦ ακρα. ακρις βαρυτόνως. ̓Ακρολοφία. ἡ κορυφὴ τοῦ λόφου, τοῦτ' ἐστὶ τοῦ βουνοῦ. ̓Ακρόνυξ. τὸ ακρον τῆς νυκτὸς, καὶ ἀκρονυχία. ἀκρώνυξ δὲ καὶ ἀκρωνυχία, τὸ ακρον τοῦ ονυχος καὶ τοῦ ορους διὰ τοῦ ω μεγάλου γράφεται. ̓Ακρόπολισ. καρόπολίς τις ουσα. ἡ κεφαλὴ τῆς πόλεως. ̓Ακρόπολισ. πόλις Λιβύης. ὁ πολίτης ̓Ακροπολίτης. δύναται δὲ καὶ ̓Ακροπολιεὺς, ὡς Τετραπολιεύς. ̓Ακροπόλοισιν. ἐπὶ οὐδετέρου, ων τὰ ακρα καὶ αἱ κορυφαὶ