ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ AΝAΤΡOΠH ∆OΓΜAΤΩΝ ΤIΝΩΝ AΡIΣΤOΤEΛIΚΩΝ.

 Καὶ περὶ τούτων πάντες οἱ παρὰ τοῦ θεοῦ πρὸς πάντας ἀν θρώπους ἀποσταλέντες προφῆται ταὐτὰ φρονοῦντες διετέ λουν, καὶ διαφωνία ἐν αὐτοῖς γέγονεν οὐδεμ

 θετον, κατὰ σύνθεσιν ἀνάγκη γίνεσθαι· ἀλλ' εἰ ὁ τρόπος τῆς κατὰ σύνθεσιν γενέσεως πάσῃ γενέσει ἁρμόττει, περιττῶς τῶν ἄλλων τῆς γενέσεως τρόπων διέστα

 ἐστιν ἕτερον παρὰ τὴν ἀναίρεσιν παντὸς τοῦ ὄντος, ἔχουσα δὲ ταύτην ἡ ὕλη, πῶς οὐκ ἀνῄρηται αὐτῆς καὶ τὸ εἶναι αὐτὴν ὕλην Ἔτι εἰ ἀπόντος τοῦ εἴδους τῆ

 παρουσίᾳ αὑτῆς καὶ τῇ ἀπουσίᾳ, ἔσονται ἄρα αἱ ἀρχαὶ ὑπ' ἀλλήλων γιγνόμεναί τε καὶ ἀναιρούμεναι καὶ οὐκ ἀΐδιοι· τὸ γὰρ ἀΐδιον παρουσίας τινὸς καὶ ἀπουσ

 ·ηθέντος περὶ τῶν παρ' Ἕλλησι φιλοσόφων, ὡς κατὰ τὴν ἀποδεικτικὴν ἐπιστήμην περὶ τῶν ὄντων τοὺς λόγους μὴ πεποιηκότων, ἀλλ' εἰκασμῷ τὸ δοκοῦν διορισαμ

 ζῶον, τῇ δὲ γενέσει τοῦ ἁπλῶς ζώου τὸ ὑποκείμενον οὐκ ἦν σπέρμα, πῶς οὐκ ἔστι παρὰ φύσιν γιγνόμενον τὸ ζῶον ἐκ μὴ ζώου Eἰ πρὸ τοῦ γενέσθαι τὸ γιγνόμε

 καὶ στερεῖται μὲν ἡ ὕλη τοῦ τινὸς εἶναι ὕλην, τοῦ δὲ εἶναι αὐτὴν ὕλην οὐ στερεῖται, ἔσται ἄρα ἡ ὕλη ὂν καὶ οὐκ ὄν, ὂν μὲν διὰ τὸ εἶναι αὐτὴν ὕλην, οὐκ

 ρησις Eἰ, ὅτε πάρεστι τὸ εἶδος, τότε ἡ στέρησις οὐχ ὑπομέ νει, δῆλον ὅτι μὴ παρόντος τοῦ εἴδους ὑπομένει ἡ στέρησις. Πῶς οὖν οὐκ ἔστιν ἄτοπον τὸ λέγε

 αὐτὴν ἔχει καὶ τὸ ἀϊδίως ἀγένητον πρὸς τὸ γενέσθαι τι ἐξ αὐτοῦ κατὰ φύσιν καὶ κατὰ τέχνην. Πῶς οὖν ἐκ μὲν τοῦ ἀϊ δίως ἀγενήτου ἠδυνήθη ὁ θεὸς ποιῆσαί

 καὶ μεταβολῆς, ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος τὸ κατὰ τὸν λόγον. Ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τὴν τέχνην καὶ τὸ τεχνικόν, οὕτω καὶ φύσις τὸ κ

 ὑπέβαλε τῇ γενέσει οὐ μόνῃ τῇ αὐτομάτῳ, ἀλλὰ καὶ τῇ διὰ νοῦ τε καὶ φύσεως· ὅπερ ἐστὶ προδήλως ἄτοπον, τὸ τὸν εἰ ληφότα διὰ νοῦ τε καὶ φύσεως τὴν κατ'

 νατόν, ἐστὶ δὲ τῶν ἀδυνάτων τὸ μέλλον ἔσεσθαι ἀγένητον εἶναι, ἄναρχόν τε καὶ ἀτελεύτητον, ἔχον τε καὶ περιέχον ἐν ἑαυτῷ τὸν ἄπειρον χρόνον, ἔσται ἄρα

 Ὅτι δέ, εἰ μή ἐστιν ἄπειρον οὐδαμῶς, πολλὰ ἀδύνατα συμβαίνει, δῆλον· τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τε λευτή, καὶ τὰ μεγέθη οὐ διαιρετὰ εἰς μέγε

 μέν ἐστιν, ἐνεργείᾳ δὲ οὔ· ἀλλ' ἀεὶ ὑπερβάλλει τὸ λαμβα νόμενον παντὸς ὡρισμένου πλήθους. Ἀλλ' οὐχ ὁριστὸς οὗτος ὁ ἀριθμός, οὐδὲ μένει ἡ ἀπειρία ἀλλὰ

 προνοίας δεύτερος· εἰ δὲ ἀγενήτως τε καὶ ἀνάρχως ἐστὶν ὁ τόπος ὅ ἐστι καὶ ἔχει ὃ ἔχει, ἀγένητος ἄρα ὁ τόπος καὶ πρῶτος τῶν ἐν τόπῳ πάντων, ἐν οἷς ἐστι

 ποῦ τῷ ἐν τόπῳ Καὶ εἰ μὴ ἅπαν ἐν τόπῳ τὸ ὄν, πῶς οὐκ ἔσται ταὐτὰ τῷ μὴ ὄντι τινὰ τῶν ὄντων, εἴ γε τὸ μὴ εἶναι ἐν τόπῳ κοινόν ἐστιν ἀμφοτέρων Καὶ εἰ

 γεγονέναι. Oἷς τὸ γενητὸν καὶ τὸ γεγονέναι πρόσεστι, τούτων ἐξ ἀνάγκης τὸ ἀΐδιόν τε καὶ ἄναρχον καὶ τὸ ἄπειρον ἄπεστιν. λδ. Ἐκ τοῦ αὐτοῦ λόγου. Τότε φ

 λη. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ, οὐκ ἔστιν ἐν χρόνῳ· τὸ μὲν γὰρ ἐν χρόνῳ εἶναι ἐστὶ τὸ μετρεῖσθαι χρόνῳ, ὁ δὲ χρόνος κινήσεως κα

 νεσθαι χρόνος, οὕτως γέγονε καὶ ὁ παρελθών. Ἀλλ' ὁ μέλλων γίνεσθαι χρόνος, ὥσπερ τὴν μέλλουσαν γένεσιν ἔχει, οὕτως καὶ τὴν ἀρχήν· καὶ ὥσπερ οὐδὲν τοῦ

 εἶναι εὐθεῖαν. Aἱ ἀρχαὶ τῶν κατὰ φύσιν ἀεὶ γινομένων ἀΐδιοι εἶναι οὐ δύνανται. Eἰ γὰρ ἣν ἔχουσι φύσιν ταύτην μεταδιδόασι τοῖς ἐξ αὐτῶν γιγνομένοις, γε

 Τὸ δὲ ἐφ' ἑνὸς μὲν ὁτουοῦν τῶν γιγνομένων οὕτως ἔχει, ἀλλ' ἕτερον ἀναγκαῖον πρότερόν τι κινεῖσθαι τῶν γιγνο μένων, ὂν αὐτὸ καὶ μὴ γιγνόμενον, καὶ τούτ

 καθ' ἣν τὰ μὲν ὑπὲρ τὴν φύσιν γέγονε, τὰ δὲ κατὰ φύσιν. Eἰ ἔστιν ἀγένητον τὸ πρότερον καὶ ὕστερον, ἔσται ἄρα ὅτε τὸ ἀγένητον οὐκ ἀγένητον· ὅπερ ἐστὶν

 γομεν, οὗ μή ἐστιν ὑπόδεσις. Ὁ δὲ θεὸς καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν. Eἰ ἦσαν ἐν φορᾷ σωμάτων κινήσεις ἐναντίαι, ἢ ἴσαι κατὰ τὴν ἀντιπερίστασιν κωλ

 κόσμους γενέσθαι ἐξ αὐτῆς, ἀλλ' εἰς γένεσιν ἑνὸς κόσμου ἀναλωθεῖσα ἄκοντα τὸν θεὸν ἔπαυσε τοῦ ποιεῖν πλείονας κόσμους να. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὁ δὲ οὐ

 καὶ λόγον ἔνυλον ἐν τῇ ὕλῃ, δι' ὃν ἕτερον τὸ οὐρανῷ εἶναι τῷ τόδε οὐρανὸν εἶναι Eἰ οὐ δύναται ὁ οὐρανὸς ποιῆσαι τῇ βουλήσει ἃ ποιεῖ τῇ κινήσει, πῶς θ

 ληλα. Νῦν δὲ τοσοῦτόν ἐστι δῆλον, διὰ τίνα αἰτίαν πλείω τὰ ἐγκύκλιά ἐστι σώματα, ὅτι ἀνάγκη γένεσιν εἶναι, γέ νεσιν δέ, εἴπερ καὶ πῦρ, τοῦτο δὲ καὶ τὰ

 καὶ τὸ συμβαῖνον ἐν τοῖς κατὰ προαίρεσιν γινομένοις δεύ τερόν ἐστι τῆς προαιρέσεως), πῶς ὑπάρχει ἐν τοῖς ἀϊδίοις τὸ εἶναι τόδε τι διὰ τὸ εἶναι ἄλλο τό

 ταὐτομάτου ἐνδέχεται ἐν τοῖς ἀϊδίοις εἶναι, ὁ δὲ οὐρανὸς ἀΐδιος καὶ ἡ κύκλῳ φορά, διὰ τίνα ποτὲ αἰτίαν ἐπὶ θάτερα φέρεται, ἀλλ' οὐκ ἐπὶ θάτερα Ἀνάγκη

 αὐτὸ πάσχειν. Ταῦτα μὲν οὖν αὐτὰ ἐκθερμαίνεται διὰ τὸ ἐν ἀέρι φέρεσθαι, ὃς διὰ τὴν πληγὴν τῇ κινήσει γίνεται πῦρ· τῶν δὲ ἄνω ἕκαστον ἐν τῇ σφαίρᾳ φέρε

 φύσιν ἐκινεῖτο κίνησιν ἣν νῦν κινεῖται, πῶς οὐ μάτην ἐνεδέθη τῇ σφαίρᾳ Eἰ δὲ μὴ ταύτην ἐκινεῖτο κατὰ φύσιν, ἀλλ' ἑτέ ραν παρὰ ταύτην εἴτε τῷ ποσῷ εἴτ

 ἀεί Eἰ τοῖς ἀεὶ κινουμένοις ὡς ἁρμόδιον ἐδόθη τὸ σφαιρι κὸν σχῆμα, πῶς τῶν ἐχόντων τὸ σφαιρικὸν σχῆμα τὸ μὲν κινεῖται ἀεὶ ὡς ὁ οὐρανός, τὸ δὲ ἀεὶ ἠρε

 καὶ ἔχουσιν ἃ ἔχουσιν Eἰ οὐκ ἐχρῆν κινεῖσθαι τὰ ἄστρα, διὰ τί ὅλως κινοῦνται δι' ἑτέρων Eἰ δὲ ἐχρῆν κινεῖσθαι, διὰ τί μὴ δι' ἑαυτῶν κινοῦνται ἀλλὰ δ

 χείου παρὰ τὰ ἐνταῦθα ποτὲ δὲ ἐκ τῶν αὐτῶν στοιχείων, πῶς οὐκ ἔστι θατέρως ψευδόμενος ξγ. Ἐκ τοῦ αὐτοῦ λόγου. Περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων ε

 καὶ αἱ πλίνθοι. Τοίνυν τῆς ὕλης οὐκ οὔσης οὐσίας, τίς ἐστιν ὁ ποιήσας ἐξ αὐτῆς τὰ γεγονότα ἐξ αὐτῆς, τῆς φύσεώς τε καὶ τέχνης ἀδυνατούσης ποιεῖν τι ἐκ

 βολή, ἀλλὰ εἰς τὸ ἐναντίον ἐν τῷ αὐτῷ γένει, οἷον ἐν τῇ ποιότητι οὐ γίνεται μεταβολὴ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέγα ἀλλ' εἰς τὸ μέλαν, κατὰ τί οὖν μεταβάλλ

κόσμους γενέσθαι ἐξ αὐτῆς, ἀλλ' εἰς γένεσιν ἑνὸς κόσμου ἀναλωθεῖσα ἄκοντα τὸν θεὸν ἔπαυσε τοῦ ποιεῖν πλείονας κόσμους; να. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὁ δὲ οὐρανὸς ἔστι μὲν τῶν καθ' ἕκαστα καὶ τῶν ἐκ τῆς ὕλης· ἀλλ' εἰ μὴ ἐκ μορίου αὐτῆς συνέστηκεν ἀλλ' ἐξ ἁπάσης, τὸ μὲν εἶναι αὐτῷ οὐρανῷ καὶ τῷδε τῷ οὐρανῷ ἕτε ρόν ἐστιν, οὐ μέντοι οὔτε εἴη ἂν ἄλλος οὔτ' ἂν ἐνδέχοιτο γενέσθαι πλείους διὰ τὸ πᾶσαν τὴν ὕλην περιειληφέναι τοῦτον. Eἰ ἔστιν ὁ οὐρανὸς τῶν καθ' ἕκαστα καὶ τῶν ἐκ τῆς ὕλης καὶ λόγου συγκειμένων, ὥστε τὸ μὲν εἶναι αὐτῷ οὐρανῷ, τῷ ἀΰλῳ δὲ λόγῳ εἶναι ἕτερον, πῶς οὐκ ἔστι γενητὸς ἀρχὴν ἔχων τῆς οἰκείας οὐσίας, τὴν σύνθεσιν ὕλης τε καὶ λόγου ἐξ ὧν ἔστιν; Eἰ ἡ ὕλη καθ' ἑαυτὴν οὔτε βαρύτητα ἔχει οὔτε κουφότητα (ἔστι γὰρ ταῦτα τῶν ἐξ αὐτῆς γινομένων σωμά των πάθη), εἰ ἐκ πάσης τῆς τοιαύτης ὕλης γέγονεν ὁ οὐρανὸς ὁ μήτε βαρύτητα ἔχων μήτε κουφότητα, πόθεν γέγονε τὰ ἄλλα πάντα, τῆς ὕλης ἀναλωθείσης πάσης εἰς τὴν τοῦ οὐρανοῦ ποίησιν; Eἰ πρὸ τοῦ εἰδοποιηθῆναι τὴν ὕλην τῷ εἴδει τοῦ οὐρανοῦ οὕτως οὐκ εἶχε βαρύτητα καὶ κουφότητα, ὡς νῦν οὐκ ἔχει μετὰ τὸ εἰδοποιηθῆναι αὐτήν, πῶς οὐκ ἐκινεῖτο πρὸ τῆς εἰδοποιήσεως, ὡς νῦν κινεῖται μετὰ τὴν εἰδοποίησιν; Eἰ τὸ κινεῖσθαι οὐσίας ἐστί, καὶ τὸ μὴ ἔχειν βαρύτητα καὶ κουφό τητα ὕλης ἐστὶ καὶ οὐκ οὐσίας, κινεῖται δὲ ὁ οὐρανὸς τὴν κύκλῳ κίνησιν διὰ τὸ μὴ ἔχειν βαρύτητα καὶ κουφότητα, δῆλον ὅτι διὰ τὴν ὕλην τὸ κινεῖσθαι οὕτως ἔχει ὁ οὐρανὸς καὶ οὐ διὰ τὸ εἶδος. Πῶς οὖν ἀκίνητος ἡ ὕλη πρὸ τοῦ εἴ δους κατὰ τὴν κύκλῳ κίνησιν, οὔτε βαρύτητα ἔχουσα οὔτε κουφότητα; νβ. Ἐκ τοῦ δευτέρου λόγου Περὶ οὐρανοῦ. Ἕκαστόν ἐστιν, ὧν ἐστιν ἔργον, ἕνεκα τοῦ ἔργου. Θεοῦ δὲ ἐνέργεια ἀθανασία· τοῦτο δ' ἐστὶ ζωὴ ἀΐδιος. Ὥστε ἀνάγκη τῷ θεῷ κίνησιν ἀΐδιον ὑπάρχειν. Ἐπεὶ δὲ ὁ οὐρα νὸς τοιοῦτον (σῶμα γάρ τι θεῖον), διὰ τοῦτο ἔχει ἐγκύκλιον σῶμα, ὃ φύσει κινεῖται ἀεί. Eἰ τοῦ μὲν ἀγενήτου καὶ ἀϊδίου οὐδέν ἐστι τοῦ εἶναι αἴτιον, ὧν δέ ἐστιν ἔργον ταῦτα ἕνεκεν τοῦ ἔργου ἐστίν, οὐκ ἄρα ἀΐδια ὧν τὰ ἔργα τοῦ εἶναί ἐστιν αἴτια. Eἰ ἀψύχων ἐστὶ τὸ τῇ παρουσίᾳ μόνον ἐνεργεῖν τὰς κατὰ φύσιν ἐνεργείας, λογι κῶν δὲ τὸ τῇ βουλήσει, πῶς ἐστι θεὸς ὁ οὐρανός, ὁ μὴ βου λήσει τὴν ἀθανασίαν ἐνεργῶν, ἀλλὰ τῇ κινήσει τε καὶ τῇ μεταστάσει τῶν ἑαυτοῦ μερῶν; Eἰ τὸ ἀγένητον οὔτε πρὸς τὸ εἶναι οὔτε πρὸς τὸ ποιεῖν χρῄζει τινὸς ἤ τινων τῶν ἔξωθεν τῆς συνεργείας, πῶς ὁ οὐρανός, καὶ πρὸς τὸ εἶναι αὐτὸν κι νητὸν χρῄζων τῆς γῆς, περὶ ἣν κινεῖται, καὶ πρὸς τὸ ποιεῖν τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν λοιπῶν ἄστρων, ἐστὶν ἀγένητος; Eἰ τοῦ ἀγενήτου οὐκ ἔστι λόγος ἐν τῷ ποιοῦντι, πῶς, εἰ ἀγένητος ὁ οὐρανός, ἔχει λόγον ἄϋλον ἐν τῷ ποιοῦντι